Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
И$ слы'ша димитрїи ја%ко паде` ника'ноr и^ си'лы е^го во бра'ни, и^ приложи вакхида и^ а^кимA паки посла'ти въ і^ё^де'ю и^ десны'и роh с ни'ми”
1
ΚΑΙ ἤκουσε Δημήτριος ὅτι ἔπεσε Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ ἐν πολέμῳ, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν ῎Αλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν ᾿Ιούδα καὶ τὸ δεξιὸν κέρας μετ᾿ αὐτῶν.
2
І$ и^до'ша пђть и^же ведетъ въ галга'лы. и^ прїидоша въ месалоџъ и^же е^сть вᲆ а^рьвилехъ и^ взя'ша е^го, и^ поби'ша дш~ъ чл~ческь мно'го.
2
καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλὼθ τὴν ἐν ᾿Αρβήλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς.
3
въ мsць пр'ьвыи лњта, рн~в. пристђпиша вои` ко і^ерsли'мђ.
3
καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ ῾Ιερουσαλήμ·
4
и^ вᲆста'ша і^ и^доша въ верею, Wк~, мђжїи, и^ Wв~, ко'н#никъ.
4
καὶ ἀπῇραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ.
5
і^ё'да бњ ѓ^полченᲆ во е^лаа'сњ, и^ Wг~, мђжїи и^ꙁбран#ныхъ с ни'мъ”
5
καὶ ᾿Ιούδας ἦν παρεμβεβληκὼς ἐν ᾿Ελασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετ᾿ αὐτοῦ.
6
И$ ви'дњша мно'жество во'и ја^ко мно'ги сђть, и^ ё^страшишася ѕњло, і^ и^ꙁбњго'шA мно'ѕи эT ѓ^полченїа и^ не ѓ^стася эT ниX токмо, и~, сотъ мђжїи”
6
καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσι, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες.
7
И$ ви'дњ і^ё'да ја^ко расторжеся ѓ^полченїе е^го и^ брань ѓ^скор#бля'ше е^го. и^ съкрђшися срDцемъ ја%ко не и^мњ'аше времени събрати и^хъ
7
καὶ εἶδεν ᾿Ιούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν, καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχε καιρὸν συναγαγεῖν αὐτούς,
8
и^ ѓ^слабњ” И$ рече ѓ^ста'въшимъ, воста'нњмъ и^ възыидеM на сђпоста'ты на'ша. а^ще мо'жемъ ѓ^плъчати противђ и^хъ.
8
καὶ ἐξελύθη καὶ εἶπε τοῖς καταλειφθεῖσιν· ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς.
9
и^ ѓ^бращахђ е^го рекђщи не мо'жемъ, н^о сп~сеM токмо дш~а своя, нн~њ и^ ѓ^братися и^ братїя на'ша расторгошася, и^ ѓ^плъчимъся к нимъ мы' же ма'ли”
9
καὶ ἀπέστρεφον αὐτὸν λέγοντες· οὐ μὴ δυνώμεθα, ἀλλ᾿ ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν καὶ ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς, ἡμεῖς δὲ ὀλίγοι.
10
И реq і^ё'да не бђди м^и сътвори'ти ве'щи се'я бњжати эT них” Приближися время наше, ё'мремъ мђжества ради братїя нашея” И$ не ѓ^ставля'емъ вины` славе на'шеи.
10
καὶ εἶπεν ᾿Ιούδας· μή μοι γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο, φυγεῖν ἀπ᾿ αὐτῶν, καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.
11
и^ воꙁдвижеся сила эT ѓ^полченїа и^ ста` во срњтенїе иM. и^ разлђчишася ко'нницы на двњ части и^ пращницы и^ стрњл#цы преDи^дяхђ силе, и^ преDподвижници вс^и силнїи”
11
καὶ ἀπῇρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί·
12
ВакхиD же б^њ ѓ^деснђю ро'га и^ приближися ѓ^полченїю эT дво'ю ча'сᲄи и^ воZглашахђ ᲄрђба'ми,
12
Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι. καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξι,
13
и^ восᲄрђбиша и^же бїяхђ эT страны` і^ё'дины трђбами. и^ подвижеся ꙁемля` эT гласа ѓ^поlченїи. и^ бысть бра'нь смᲇшена эT ё'тра даже до' вечера”
13
καὶ ἐσάλπισαν οἱ παρὰ ᾿Ιούδᾳ καὶ αὐτοὶ ταῖς σάλπιγξι· καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν, καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωΐθεν ἕως ἑσπέρας.
14
и^ ви'дњ і^ё'да ја%же крњпча'иша е^сть часᲄь во'и вакхидовыX въ десныX, и^ събрашася к немђ вс^и крњпцы срDцемъ,
14
καὶ εἶδεν ᾿Ιούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ,
15
и^ сътреся десныи рогъ эT нихᲆ. и^ гнаше въ слDњ иX даже до горы а^ꙁота.
15
καὶ συνετρίβη τὸ δεξιὸν κέρας ἀπ᾿ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως ᾿Αζώτου ὄρους.
16
и^ е^же в лњвомъ розњ ви'дњша ја%ко сотреся де'сныи ро'гъ” І$ э^браᲄишаs по стопаM і^ё'дынымъ, і^ и^же с нимъ соꙁади
16
καὶ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας ᾿Ιούδα καὶ τῶν μετ᾿ αὐτοῦ ἐκ τῶν ὄπισθεν.
17
и^ ѓ^тягчися бра'нь. и^ падоша ја%ꙁвени мно'ѕи эT сихъ и^ эT тXњ.
17
καὶ ἐβαρύνθη ὁ πόλεμος, καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων.
18
і^ и^ё'да паде` и^ прочїи бњжа'ша.
18
καὶ ᾿Ιούδας ἔπεσε, καὶ οἱ λοιποὶ ἔφυγον.
19
и^ взяша і^ѓ^наџаn и^ си'монъ і^ё'дђ брата свое^го и^ погребо'ша е^го во' гробњ эTц~ъ свои^хъ въ модинњ,
19
καὶ ᾖραν ᾿Ιωνάθαν καὶ Σίμων ᾿Ιούδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεΐν.
20
и^ рыдаша е^го ве'сь і^ил~ь пла'чеM ве'лїимъ, и^ сњтовахђ дн~и мно'ги и^ реко'ша
20
καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον·
21
како паде` си'лныи спаса'яи і^и^л~я.
21
πῶς ἔπεσε δυνατὸς σῴζων τὸν ᾿Ισραήλ;
22
и^ проча'я словеs бра'неи і^ё'динъ и^ бл~гихъ и^ мђж'ества и%хже сътвори, и^ вели'чьства е^го не сђть писана мно'га б^о бњхђ ѕњ'ло”
22
καὶ τὰ περισσὰ τῶν λόγων ᾿Ιούδα καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν, ὧν ἐποίησε, καὶ τῆς μεγαλωσύνης αὐτῶν οὐ κατεγράφη, πολλὰ γὰρ ἦν σφόδρα.
23
И$ бысᲄь по преставленїи і^ё'динњ в#зыидо'ша беꙁако'н#ницы въ вся` предњлы і^и~ля и^ проѕябоша вси` дњла'ющїи безако'нїе”
23
Καὶ ἐγένετο, μετὰ τὴν τελευτὴν ᾿Ιούδα ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσι τοῖς ὁρίοις ᾿Ισραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.
24
Въ дн~и ѓ%ны бы'сть глаD велик# ѕњло, и^ ѓ^слабњ страна с ними.
24
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα, καὶ ηὐτομόλησεν ἡ χώρα μετ᾿ αὐτῶν.
25
і^ и^збра` вак#хидъ нечестивыхъ мђж'їи и^ посᲄа'ви и^хᲆ господїи страны`,
25
καὶ ἐξέλεξε Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.
26
и^зыска'хђ і^ и^спыта'хђ дрђгъ і^ё'диныхᲆ и^ приводяхђ и^хъ кᲆ вак#хиде и^ м#стяхђся и^хъ и^ посмевахђся иM”
26
καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων τοὺς φίλους ᾿Ιούδα καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην, καὶ ἐξεδίκει ἐν αὐτοῖς καὶ ἐνέπαιζεν αὐτοῖς.
27
И$ бы'сть скорбъ вели'ка въ і^и^л~и ја%же не бысть эT дн~їи, в них же не ви'дњся прoркъ вᲆ і^и^л~и”
27
καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ ᾿Ισραήλ, ἥτις οὐκ ἐγένετο ἀφ᾿ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης ἐν αὐτοῖς.
28
И$ събрашася вс^и дрђги і^ё'дины и^ рекоша і^ѓ^наџанђ,
28
καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι ᾿Ιούδα καὶ εἶπον τῷ ᾿Ιωνάθαν·
29
эTнелњже братъ тво'и і^ё'да скончася, и^ мђжъ подобенъ е^мђ нњсть и^зыити проᲄивђ вра'гъ и^ вакхиды, и^ враждђ'ющихъ ја^зы'кђ на'шемђ”
29
ἀφ᾿ οὗ ὁ ἀδελφός σου ᾿Ιούδας τετελεύτηκε, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν·
30
Нн~њ ё^ботебе дньs и^ꙁбрахомъ быти въ е^го мњсто начални'ка, и^ во'жда и^же ратовати бра'нь нашђ.
30
νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ᾿ αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.
31
и^ воспрїяT і^ѓ^наџанъ въ время т^о вожденїе въ і^ё^ды мњсто брата свое^го.
31
καὶ ἐπεδέξατο ᾿Ιωνάθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ ᾿Ιούδα τοῦ ἀδελφοῦ αὐτοῦ.
32
и^ познA вакхидъ, і^ и^скаше е^го ё^бити”
32
Καὶ ἔγνω Βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
33
И$ поꙁна і^ѓ^наџа'нъ и^ симонъ братъ е^го, и^ вс^и и^же с ни'мъ бяхђ. и^ побᲇгоша въ пђсты'ню џекђе. и^ ста'ша ё^ воды` р#ва а^сфара.
33
καὶ ἔγνω ᾿Ιωνάθαν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ· καὶ πάντες οἱ μετ᾿ αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκωὲ καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου ᾿Ασφάρ.
34
и^ поꙁна вакхидᲆ во дн~и сђботъ. и^ преиде самъ и вс^и вои` е^го ѓ^бонђ странђ і^ѓ^рдана.
34
καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ ᾿Ιορδάνου.
35
и^ посла` брата свое^го во'жда наро'дђ, и^ моли наватеѓ^въ дрђговъ своиX преDставити иM сосђды иX мно'гїя.
35
καὶ ἀπέστειλεν ᾿Ιωνάθαν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσε τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.
36
і^ и^зыидоша сн~ове а^м#ври эT мидава, и^ ја%ша і^ѓ^а'нна и^ вся` е^лико и^мњ, и^ эTи^доша и^мђщи та”
36
καὶ ἐξῆλθον υἱοὶ ᾿Ιαμβρὶ ἐκ Μηδαβὰ καὶ συνέλαβον ᾿Ιωάννην καὶ πάντα, ὅσα εἶχε, καὶ ἀπῆλθον ἔχοντες.
37
По словесехъ же сихъ въꙁвњстиша і^ѓ^наџа'нђ и^ симонђ братђ е^го ја%ко сн~ве а^м#врїины творяT бракъ великїи и^ ведђтъ невњстђ эT надаваџа дщерь е^ді'наго эT великихᲆ началникъ ханаа'нъскь съ честїю ве'лїею”
37
μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν τῷ ᾿Ιωνάθαν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι οἱ υἱοὶ ᾿Ιαμβρὶ ποιοῦσι γάμον μέγαν καὶ ἄγουσι τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χαναὰν μετὰ παραπομπῆς μεγάλης.
38
И$ ѓ^брђчися і^ѓ^а'ннђ братђ и^хъ и^ възыдо'ша, и^ съкрышася поD сњнїю горы`.
38
καὶ ἐμνήσθησαν ᾿Ιωάννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.
39
и^ въздвигнђша ѓ%чи свои` и^ ви'дњша, и^ с^е во'пль и^ ё^готованїе мно'гое, и^ жениX и^зы'де и^ дрђѕи е^го, и^ браᲄїа е^го проᲄивђ иX съ тљMпа'ны и^ мђсљ=кїами и^ ѓ^рђжїи мно'гими”
39
καὶ ᾖραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθε καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν.
40
И$ восташа к ниM эT лая'тельства иже эT а^наџа'на и^ ё^биша и^хъ. и^ падоша ја%звени мно'ѕи. и^ прочїи бњгоша вᲆ горы, и^ взяша вс^я корысти и^хъ.
40
καὶ ἐξανέστησαν ἐπ᾿ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου οἱ περὶ τὸν ᾿Ιωνάθαν καὶ ἀπέκτειναν αὐτούς, καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος· καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν.
41
и^ ѓ^братишаs бра'ки въ сњтова'нїе, и^ гласъ мђсљ=кїискїи въ пла'чь.
41
καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ ἡ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.
42
и^ эTм#стиша м#щенїе кро'ве брата свое^го, и^ ѓ^братишася на бреh і^ѓ^рда'ньскїи”
42
καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ ᾿Ιορδάνου.
43
И$ слы'ша вакхиD и^ прїиде в# дн~ь сђбоTныи даже до страны` і^ѓ^рда'ньскїя сᲆ си'лою ве'лїею”
43
καὶ ἤκουσε Βακχίδης καὶ ἦλθε τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ ᾿Ιορδάνου ἐν δυνάμει πολλῇ.
44
И$ рече къ свои^мъ і^ѓ^наџаn въстанњмъ нн~њ и^ ѓ^полча'емся за дђша на'ша” нњсть б^о днесь ја^ко вчера и^ третїи дн~ь,
44
καὶ εἶπεν ᾿Ιωνάθαν τοῖς παρ᾿ αὐτοῦ· ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν, οὐ γάρ ἐστι σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν·
45
се б^о бра'нь противђ наs и^ созади наs, вода же і^ѓ^рдан#ская сюдђ и^ сюдђ и^ брегъ и^ лњсъ, и^ нњсть мњста эTи^ти`”
45
ἰδοὺ γὰρ ὁ πόλεμος ἐξεναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν, τὸ δὲ ὕδωρ τοῦ ᾿Ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός, οὐκ ἔστι τόπος τοῦ ἐκκλῖναι·
46
Нн~њ ё^бо возъпїите на' нб~о, да и^зба'витеся эT рђкъ врагᲆ на'шиX. и^ събрася бра'нь
46
νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.
47
и^ простре і^ѓ^наџаn рђкђ свою ё^бити вакхида, и^ ё^клонися эT него воспяT
47
καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν ᾿Ιωνάθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτοῦ εἰς τὰ ὀπίσω.
48
и^ прескочи і^ѓ^наџанъ і^ и^же с ниM бњхђ і^ѓ^рдаn, и^ преплывахђ на ѓ^бонђ странђ и^ не прехождахђ і^ѓ^рдана,
48
καὶ ἐνεπήδησεν ᾿Ιωνάθαν καὶ οἱ μετ᾿ αὐτοῦ εἰς τὸν ᾿Ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν, καὶ οὐ διέβησαν ἐπ᾿ αὐτοὺς τὸν ᾿Ιορδάνην.
49
и^ падоша эT сᲄраны вакхидины дн~и ѓ'ного, ја%ко Wа~, мђжїи.
49
καὶ διέπεσον παρὰ Βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.
50
и^ ѓ^братися въ і^ерsлиM, и^ съᲄвори гра'ды тверды въ і^ё^деи`. и^ ᲄверды'ню вᲆ е^ри'хонњ и^ ја%же вᲆ е^м#маё^мᲇ и^ веџоронњ, и^ веџиле, и^ џанаџе, и^ фараџоне, и^ тефоне, сᲄњны высоки и^ врата и^ ꙁаворы.
50
καὶ ἐπέστρεψεν εἰς ῾Ιερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ ᾿Ιουδαίᾳ, τὸ ὀχύρωμα τὸ ἐν ῾Ιεριχὼ καὶ τὴν ᾿Αμμαοὺς καὶ τὴν Βαιθωρὼν καὶ τὴν Βαιθὴλ καὶ τὴν Θαμναθὰ Φαραθωνὶ καὶ τὴν Τεφὼν ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς·
51
и^ постави стражA в нихᲆ е^же враждовати і^и^л~ю
51
καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ ᾿Ισραήλ.
52
и^ ё^твеrди граD веџсђраM и^ газарђ и^ а^крђ” И$ постави в нихъ си'лы и^ преDложенїе бра'шенъ.
52
καὶ ὠχύρωσε τὴν πόλιν τὴν ἐν Βαιθσούρᾳ καὶ τὴν Γάζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων.
53
и^ взя` сн~ы во'ждеи сᲄраны` ѓ^миры, и^ поста'ви и^хъ въ кра'ю въ і^ерsли'мњ въ стражбђ.
53
καὶ ἔλαβε τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν ῾Ιερουσαλὴμ ἐν φυλακῇ.
54
в лњто, рн~г, мsца втораго. и^ ꙁаповњ'да а^лкимъ разорити сњнђ двора ст~ыхъ внђтръняго, и^ разорити дњла прoркъ. и^ нача раꙁаряти,
54
Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν ῎Αλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας· καὶ καθεῖλε τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.
55
въ время ѓ%но пораженᲆ бысть а^лкиM, и^ въспяти'шася дњла е^го. и^ заградишася ё^ста е^го и^ раслабᲇ и^ не можа'ше ктомђ гл~ти слова и^ заповњдати ѓ^ домђ своеM,
55
ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη ῎Αλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη καὶ οὐκ ἐδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.
56
и^ ё'мре а^лкима въ время ѓ%но съ мђкою ве'лїею”
56
καὶ ἀπέθανεν ῎Αλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης.
57
И$ ви'дњ вакхиD ја%ко ё%мре а^лкимъ и^ ѓбратися къ цр~ю, и^ ё^молча ꙁемля` лњта дв^а.
57
καὶ εἶδε Βακχίδης ὅτι ἀπέθανεν ῎Αλκιμος, καὶ ἀπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἡσύχασεν ἡ γῆ ᾿Ιούδα ἔτη δύο.
58
и^ совњщаша вс^и беꙁаконицы рекђще. с^е і^ѓ^наџанъ і^ и^же с ни'мъ в покои` ѓ^бита'ютъ ё^пова'юще” Нн~њ б^о и^ꙁведеM вакхида, и^ пои^ма'етъ иX всXњ вᲆ е^ді'нђ но'щ#.
58
Καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες· ἰδοὺ ᾿Ιωνάθαν καὶ οἱ παρ᾿ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσι πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.
59
и^ шеDше совњщаша с ниM.
59
καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.
60
и^ вᲆста` съ силою мно'гою. и^ посла` е^пистолїю та'и всњмъ споборителемъ е^го и^же въ і^ё^деи` да и%мђтъ і^ѓ^наџана і^ и^же с ни'мъ” И$ не возмо'гоша ја^ко познася и^мъ совњтъ иX,
60
καὶ ἀπῇρε τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρᾳ πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ ᾿Ιουδαίᾳ, ὅπως συλλάβωσι τὸν ᾿Ιωνάθαν καὶ τοὺς μετ᾿ αὐτοῦ· καὶ οὐκ ἐδύναντο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν.
61
и^ ја%ша эT мђж'їи страны началныхъ ѕло'бы н~, мђжїи, и^ ё^биша иX”
61
καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς.
62
І$ и'де і^ѓ^наџаn и^ си'монᲆ і^ и^же с ними въ веџ#васею в пђсᲄы'ню, и^ созда разореная е^го и^ ё^би е^го”
62
καὶ ἐξεχώρησεν ᾿Ιωνάθαν καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ εἰς Βαιθβασὶ τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησε τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσαν αὐτήν.
63
И$ позна` вакхиD и^ собра вс^е мно'жесᲄво свое, і^ и^же эT і^ё^дея воꙁвњсᲄи
63
καὶ ἔγνω Βακχίδης καὶ συνήγαγε πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς ᾿Ιουδαίας παρήγγειλε·
64
и^ пришеD ѓ^полчися на веџвасъ и^ вое^ваше е^го дн~и мно'ги. и^ сътвори миханы,
64
καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βαιθβασὶ καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησε μηχανάς.
65
и^ ѓ^стави і^ѓ^наџанᲆ симона браᲄа свое^го въ градњ, і^ и^зыиде въ странђ. и^ прїиде в# числњ,
65
καὶ ἀπέλιπεν ᾿Ιωνάθαν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἐξῆλθεν ἐν ἀριθμῷ.
66
и^ пораꙁи ѓ^димира и^ братїю е^го, и^ сн~ове фасеронњ въ жили'щихъ и^хъ. и^ нача` бити и^ въꙁыиде въ си'лы,
66
καὶ ἐπάταξεν ῾Οδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσι.
67
симонъ же і^ и^же с нимъ и^ꙁшеDше эT града и^ пож#гоша миханы”
67
καὶ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς·
68
и^ ратовахђ противђ ваkхида, и^ сътреся эT них#, и^ ѓ^злобляхђ е^го ѕњло. ја%ко б^њ совњT е^го и^ вохоD е^гот#ще.
68
καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπ᾿ αὐτῶν. καὶ ἔθλιβον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.
69
и^ прогнњвашеся ја%ростїю мђжемъ безако'ннымъ совњщавши'мъ е^мђ прїити во странђ и^ ё^би эT ниX мно'гихъ” и^ совњщася эTи^ти в землю свою.
69
καὶ ὠργίσθη θυμῷ τοῖς ἀνδράσι τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.
70
и^ поꙁна і^ѓ^наџаn и^ посла` к немђ старњишиX съставити миръ с ни'мъ, и^ воꙁда'ти и^мъ плњненїе.
70
καὶ ἐπέγνω ᾿Ιωνάθαν καὶ ἀπέστειλε πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.
71
и^ прїя'тъ и^ сътвори по словесехъ е^го. и^ кляся е^мђ не и^ꙁыскати е^мђ зл^а вс^я дн~и живота е^го.
71
καὶ ἀπεδέξατο καὶ ἐποίησε κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ·
72
и^ воздасть е^мђ плᲇненїе е^же преже плњни эT ꙁемля і^ё'дины” И$ ѓ^бращ#ся эTи^де въ ꙁемлю свою, и не приложи ктомђ прїити въ предњлы и^хъ”
72
καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν, ἣν ᾐχμαλώτευσε τὸ πρότερον ἐκ γῆς ᾿Ιούδα, καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.
73
И$ преста мечъ эT і^и^л~я, и^ ѓбита і^ѓ^наџа'нъ в махъмасе. и^ нача` і^ѓ^наџаn сђдити люди і^ и^стреби нечестивых# эT і^и^л~я”
73
καὶ κατέπαυσε ρομφαία ἐξ ᾿Ισραήλ· καὶ ᾤκησεν ᾿Ιωνάθαν ἐν Μαχμάς. καὶ ἤρξατο ᾿Ιωνάθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισε τοὺς ἀσεβεῖς ἐξ ᾿Ισραήλ.