Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
И прїидоша къ мн^њ мђжи эT ста'рець і^и^л~евъ, и^ сњдо'шA предо мною”
1
ΚΑΙ ἦλθον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ λαοῦ ᾿Ισραὴλ καὶ ἐκάθησαν πρὸ προσώπου μου.
2
И$ бы'сть слово гн~е къ мн^њ гл~я,
2
καὶ ἐγένετο πρός με λόγος Κυρίου λέγων·
3
сн~е чл~чь мђжи сїи положи'ша ра'ꙁђмы своя на срDцахъ свои^хъ, и^ мђче'нїе непра'вдъ ихъ поставиша преD лицемъ свои^мъ, а^ще эTвњща'ю и^мъ”
3
υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν· εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς;
4
сего ра'ди гл~и к нимъ, и^ речеши и^м#” Се` гл~етъ а^дона'и г~ь, чл~къ, чл~къ эT домђ і^и^л~ева, и^же а^ще поло'житъ ра'ꙁђмы своя въ срDцы свое^мъ, и^ мђче'нїе непра'вды своея ё^чи'нитъ прDе лицемъ свои^мъ. и^ прїидеT къ прoркђ въпроси'ти е^го ѓ^ мн^њ. а^ꙁъ г~ь эTвњща'ю е^мђ в немъ, и^миже держиTся раꙁђмъ е^го.
4
διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου ᾿Ισραήλ, ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ,
5
ја%коже да не ё^клонитᲆ до'мђ і^и^л~ева по срDцемъ и^хъ, ё^даленыхъ эT мене помышле'нїемъ и^хъ”
5
ὅπως πλαγιάση τὸν οἶκον τοῦ ᾿Ισραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ᾿ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.
6
Сего ради рцы` домђ і^и^л~евђ, с^е гл~ет# г~ь б~ъ. ѓ^брати'теся и^ эTврьзи'теся эT хђдо'жествъ ва'шихъ, и^ эT всњхъ неправдъ ва'шиX эTврати'те лица` ваша.
6
διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ ᾿Ισραήλ· τάδε λέγει Κύριος Κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν.
7
ꙁане` чл~къ эT до'мђ і^и~лва и^ эT новоприше'дшиX къ і^и^л~еви” и^же а^ще ё^дали'тся эT мене, и^ поло'жиT ра'ꙁђмы своя на срDцы свое^мъ, и^ мђче'нїе непра'вды своея ё^чи'нитъ преD лицемъ свои^мъ. и^ прїидетъ л^и къ пррoкђ ја^коy въпроси'ти е^го ѓ^ мн^њ. а^ꙁъ г~ь эTвњща'ю е^мђ в немъ, і^ иMже держи'тся,
7
διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου ᾿Ισραὴλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ ᾿Ισραήλ, ὃς ἂν ἀπαλλοτριωθῇ ἀπ᾿ ἐμοῦ καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ.
8
и^ ё^твержђ лице мое на чл~ка того. и^ положђ и& въ и^зги'бель и^ в# потребле'нїе, і^ и^звергђ и& эT среды людїи мои^хъ. и^ ё^вњсᲄе ја%ко а^зъ г~ь.
8
καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.
9
и пррoкъ а^ще прельстиTся, и^ съгл~етᲆ слово. а^ꙁъ г~ь прельстиX пррoка того. и^ прострђ рђкђ свою на'нь, и^ потреблю и& эT среды і^и^л~евы.
9
καὶ ὁ προφήτης ἐὰν πλανηθῇ καὶ λαλήσῃ, ἐγὼ Κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾿ αὐτόν, καὶ ἀφανιῶ αὐτόν ἐκ μέσου τοῦ λαοῦ μου ᾿Ισραήλ.
10
и^ прїимђтъ непра'вдђ свою, по непра'вдњ въпраша'ющаго. такоже бђдетъ непра'вда пррoка,
10
καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος, καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται,
11
ја%коже да ся не прельщаеT ктомђ до'мъ і^и^л~евъ эT мене`, и да не ѓ^сквернавля'ются ктомђ въ всXњ градехъ иX. и^ бђдђтъ м^и в лю'ди, а^ а^ꙁъ бђдђ и^мъ въ б~ъ, гл~етъ а^дона'и г~ь”
11
ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ ᾿Ισραὴλ ἀπ᾿ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, λέγει Κύριος.
12
И$ бы'сть слово гн~е къ мн^њ гл~я,
12
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
13
сн~е чл~чь, страна` а^ще съгрњшитъ м^и ја%ко па'стися грњхомъ и^ прострђ рђкђ свою на ню`. и^ сътрђ ё^тверже'нїе хлњбное, и^ пђщђ на ню` глаD, и^ възмђ с нея чл~ки и^ скотъ.
13
υἱὲ ἀνθρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶν τὴν χεῖρά μου ἐπ᾿ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ᾿ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη·
14
и^ а^ще бђдђтъ сїи трїе мђжи среди ея`, но'е, дани'лъ, і^ и'ѓвъ, тїи въ пра'вдњ свое'и сп~сђтся, гл~етъ а^дона'и г~ь.
14
καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Δανιὴλ καὶ ᾿Ιώβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, λέγει Κύριος.
15
а^ще и^ звњри злы'и напђщђ` на' ꙁемлю и^ ё^мђчђ ю&, и^ бђдеT въ па'гђбђ, и^ не бђдеT проходя'щаго сквозњ ню` эT лица` ꙁвњрина.
15
ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων,
16
и^ сђть трїе сїи мђжи среди ея`. жи'въ а^зъ гл~етъ а^дона'и г~ь. ни сн~ове ни дще'ри иX сп~сђтся, н^о тїи сами сп~сђтся. а^ ꙁемля` въ потребле'нїе и^ в сњчь бђдеT.
16
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι, ζῶ ἐγώ, λέγει Κύριος, εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται, ἀλλ᾿ ἢ αὐτοὶ μόνοι σωθήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον.
17
а^ще наведђ на тђ зе'млю ме'чь и^ гл~ю мечю, проиди` ꙁе'млю и^ възми` с нея чл~къ и^ скотъ.
17
ἢ καὶ ρομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω· ρομφαία διελθάτω διὰ τῆς γῆς, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος,
18
а^ три мђжи сїи бђдђтъ л^и среди ея`. живђ а^ꙁъ гл~етъ а^дона'и г~ь, не и^ꙁба'вятъ ни сн~овъ ни дще'ръ свои^хъ, н^о тїи сами сп~сђтся.
18
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει Κύριος, οὐ μὴ ρύσωνται υἱοὺς οὐδὲ θυγατέρας, ἀλλ᾿ ἢ αὐτοὶ μόνοι σωθήσονται.
19
а^ще л^и и^ смр~ть пђщђ` на' землю, и^ разлїю ја%рость свою на ню` въ кро'вњ, ја%коже потреби'ти с нея чл~ки и^ скоти. а^
19
ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπ᾿ αὐτὴν ἐν αἵματι τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος,
20
но'е, и^ данїилъ, і^ и'ѓвъ, бђдђтъ л^и посредњ ея, живђ а^ꙁъ гл~етъ а^дона'и г~ь, ни сн~ове ни дще'ри не ѓ^станTђ иM” тїи же въ пра'вдњ свое'и сп~сђтся, і^ и^ꙁба'вятъ дш~а своя”
20
καὶ Νῶε καὶ Δανιὴλ καὶ ᾿Ιὼβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ρύσονται τὰς ψυχὰς αὐτῶν.
21
Се^ гл~етᲆ а^дона'и г~ь, а^ще же и^ четыри м#сти` пђщђ` на і^ерsлима, мечь, гла'дъ, звњри злы`, смр~ть, ја%ко потребиᲄи члки и ско'ты.
21
τάδε λέγει Κύριος· ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ρομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον, ἐξαποστείλω ἐπὶ ῾Ιερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
22
се же ѓста'влени в неM сп~сенїи эT него, сїи и^ꙁведђтъ сн~ы и^ дще'ри. с^е тїи и^сходятъ к# ва'мъ и^ ёзрите пђти` и^хъ, и^ хђдожесᲄва и^хъ. и^ пока'ются ѓ^ ѕло'бахъ, ја%же наведо'хъ на і^ерsлимъ, вся` ѕлобы ја%же наведо'хъ на'нь.
22
καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσωσμένοι αὐτῆς, οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ ῾Ιερουσαλήμ, πάντα τὰ κακὰ ἃ ἐπήγαγαν ἐπ᾿ αὐτήν,
23
и^ ё^тњшатъ васъ и^мже ё'зрите пђти` иX, и^ хђдожества и^хъ. и^ раꙁђмњ'ете ја%ко не въсђе е^смь сътвори'лъ все` е^ли'ко сътворихъ в неM, гл~етъ а^дона'и г~ь”
23
καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Κύριος.