Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
И$ бысть по гл~анїи се'мᲆ, бг~ъ и^скђшаше а^враама. и^ рече къ немђ`, а^врааме, а^врааме, се'й же рече с^е а^ꙁъ.
1
ΚΑΙ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν ῾Αβραὰμ καὶ εἶπεν αὐτῷ· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
2
и^ рече, поими` сн~а свое^го възлю'бленнаго, е^гоy въꙁлюби` и^саака, і^ и^ди` на ꙁемлю высо'кђ, и^ въꙁведи` и& тамо въ тре'бђ, на е^ди'нђ эT го'рᲆ ю'же ти покажђ`”
2
καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν ᾿Ισαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
3
Въставᲆ же ꙁаё%тра а^враамъ, ѓ^сњдла ѓ^сля свое, и^ поя` съ собо'ю дв^а раба, і^ и^саака сн~а свое^го, і^ и^сцњпи'въ дрова тре'бњ. и^ въставᲆ по'иде и^ прїиде на мњ'сто, на не'же бњ е^мђ реклъ б~ъ, въ тре'тїи дн~ь
3
ἀναστὰς δὲ ῾Αβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ.
4
и^ въꙁрњ'въ а^враамъ ѓ^чи'ма ё^ꙁрњ мњ'сто и^ꙁдале'че,
4
καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν.
5
и^ рече а^враамъ рабо'ма свои'ма, ся'дњта тђ съ ѓ^сля'темъ, а%ꙁъ же и^ дњтищь до'идевњ до ѓ%нде, и^ поклони'вшася въꙁврати'мъся къ вамъ”
5
καὶ εἶπεν ῾Αβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.
6
Вꙁя' же а^враамъ дрова тре'б#ная, и^ ꙁадњ и^саакђ сн~ђ свое^мђ” вꙁя' же и^ ѓ'гнь в рђ'кђ, и^ но'жь, і^ и^до'ста ѓ%ба въ кђ'пњ”
6
ἔλαβε δὲ ῾Αβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα.
7
И$ рече и^саакъ къ а^враамђ эTц~ђ свое^мђ, эTч~е, ѓ^нже рече чт^о е^сть чадо. с^е ѓ%гнь и^ дрова`, гдњжъ е^сть ѓ^вча на тре'бђ.
7
εἶπε δὲ ᾿Ισαὰκ πρὸς ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;
8
и^ рече а^враамъ, б~ъ да ё^ꙁритъ себњ ѓ^вча е^же на тре'бђ чадо. і^ и^до'ша ѓ%ба кђпно,
8
εἶπε δὲ ῾Αβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα,
9
прїидо'ста на мњ'сто, на не'же бњ е^мђ ре'клъ б~ъ. и^ съꙁда т^ђ а^врааM тре'бникъ, и^ въꙁложи` дрова и^ свяꙁа и^саака сн~а свое^го, и^ въꙁложи` на требникъ, връхђ дро'въ” И$ꙁъся
9
ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ ῾Αβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων.
10
же' а^враамъ рђкђ свою`, вꙁя'ти но'жь да ꙁако'леT сн~а свое^го.
10
καὶ ἐξέτεινεν ῾Αβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ.
11
и^ въꙁва и& а^гг~лъ гн~ь съ нб~си и^ реq, а^врааме а^врааме, се'й же рече с^е а^ꙁъ,
11
καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· ῾Αβραάμ, ῾Αβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
12
и^ рече не въꙁложи` рђки твое'я на ѓ^тро'чищъ, н^и сᲆтвори` е^мђ ничтоже. нн~њ бо раꙁђмXњ, ја^ко бои'шися т^ы б~а, и^ не пощадњ сн~а свое^го люби'маго мене` ради.
12
καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ.
13
И$ възрњвъ а^врааM ѓ^чима свои'ма и^ ё^ꙁрњ, и^ с^е ѓ^ве'нъ е^ди'нъ ё^вяꙁе` по' рогъ в садᲇ саве'ковњ, і^ и'де а^враамъ и^ поя` ѓ^веn, и^ положи тре'бђ въ и^саака мњ'сто сн~а свое^го.
13
καὶ ἀναβλέψας ῾Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη ῾Αβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ.
14
и^ проꙁва а^враамъ и%мя мњстђ томђ г~ь видњ`, и^ да рекђт'ъ и^ до днsе на горњ г~ь ја%ви'ся”
14
καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.
15
И$ въꙁва а^гг~лъ гн~ь второ'е а^враама эT нб~си гл~я,
15
καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν ῾Αβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων·
16
собо'ю кляXся г~леT г~ь, поне'же сътвориl е^си с^е, и%же не пощадњ сн~а свое^го, люби'маго мене` ра'ди.
16
κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ρῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ,
17
тњ'мже блгsвя блгsвлю тя, и^ мно'жа ё^мно'жђ сᲇ'мя твое`, ја^ко ꙁвњ'ꙁды нбsныя, и^ ја%ко пњ'сокъ по краю мо'рскђ. и^ прїи'метъ сњмя твое грады сђпостатъ,
17
ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων·
18
и^ блгsвя'тся ѓ^ сњ'мени твоемъ вс^и ја^ꙁы'цы земнїи, и^же послђш'алъ е^си гласа мое^го”
18
καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
19
И$ въꙁврати'ся а^враа'мъ къ рабо'ма свои'ма, и^ вᲆста'вше ѓ^тыдо'ша, къ кладяꙁю клятвеномђ, и^ всели'ся а^враа'мъ ё^ кла'дязя клятвенаго”
19
ἀπεστράφη δὲ ῾Αβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν ῾Αβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
20
Бысть же по гл~анїи семъ, повњ'даша а^враа'мђ гл~ющи, с^е роди` ме'лха и^ та сн~ы бра'тђ твое^мђ нахо'рђ,
20
᾿Εγένετο δὲ μετὰ τὰ ρήματα ταῦτα καὶ ἀνηγγέλη τῷ ῾Αβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
21
ѓ%ћъ пръвене'цъ, и^ ва'ћа. брата е^го и^ камђе^ля эTц~а си'рска,
21
τὸν Οὒζ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων
22
и хаꙁа'да, и^ наꙁа'ва, и^ фалдаса и^ е^лдафа, и^ ваџђи'ля” ваџђ'ил
22
καὶ τὸν Χαζὰδ καὶ ᾿Αζαῦ καὶ τὸν Φαλδὲς καὶ τὸν ᾿Ιελδὰφ καὶ τὸν Βαθουήλ·
23
же роди реве'кђ. ѓ^смь сїи сн~овъ ја%же роди` ме'лха нахо'рђ браᲄђ а'враа'млю”
23
Βαθουὴλ δὲ ἐγέννησε τὴν Ρεβέκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ ῾Αβραάμ.
24
И$ зало'жница е^го, е^йже и%мя реи'ма, роди` и^ с^и таве'ка, таа^ма, и^ тохо'за, и^ мо'ха”
24
καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ρεημά, ἔτεκε καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Ταὰμ καὶ τὸν Τοχὸς καὶ τὸν Μοχά.