Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
Єда` не мо'жетъ рђка` гн~я спасти, и^ли ѓ^тягчи'лъ е^сть слђ'хъ свои не послђшати.
1
ΜΗ οὐκ ἰσχύει ἡ χεὶρ Κυρίου τοῦ σῶσαί; ἢ ἐβάρυνε τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι;
2
н^о грњси ваши разлђча'ютъ межDђ вами, и^ бг~ом#, и^ грXњ ради вашихᲆ эTврати` лице` свое эT ваs, ја%коже не поми'ловати.
2
ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀναμέσον ὑμῶν καὶ ἀναμέσον τοῦ Θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ᾿ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.
3
рђцњ б^о ваши ѓ^кверне'ни кро'вїю, и ё^стны` ва'ша съгл~аша беꙁако'нїе, и^ ја^зы'къ вашъ непра'вдњ поё^ча'ется.
3
αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.
4
и^ никтоже гл~етъ пра'вды, н^и е^сть сђ'да и%стин#на. ё^пова'ша б^о къ сђи^мъ, и^ гл~юT тща'я” ЈА/ко ража'ютъ трђ'дъ, и^ плодятъ беꙁако'нїе.
4
οὐθεὶς λαλεῖ δίκαια, οὐδέ ἐστι κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν.
5
ја%и^ца а^спиDска раꙁби'ша, и^ поста'въ паё'чь ткTђ, и^ хотя'тъ эT ја^иць и^хᲆ ја%сти. разби ꙁа'портокъ е^го, ѓ^брњте`, и^ с^е в неM васили'скъ.
5
ὠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι· καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκος.
6
и^ поставъ и^хъ не бђдеT на ри'ꙁђ, и^ не ѓ^дежюTся эT дњ'ла свое^го. дњлеса` б^о и^хъ, дњлеса` беꙁако'нїя.
6
ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας.
7
но'ѕњ же и^хъ на ѕло` течета, ско'рњ пролїя'ти кро'вь. и^ ра'ꙁђми и^хъ, ра'ꙁђми эT ё^бо'ю.
7
οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν.
8
съкрђше'нїе и^ трDђ в пђте'хъ и^хъ. стеѕя` б^о иX рас#кривле'ны по нимже хо'дят#, и^ не вњдяT ми'ра.
8
καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασι, καὶ οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην.
9
того ради эTстђпи` эT ниX сђд#, и^ не пости'гнетъ и^хъ пра'вда. чая'вшемъ и^мъ свњта, бы'сть тма`. жда'вше ꙁарь, въ тмњ` походи'ша.
9
διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ᾿ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.
10
ѓ^ся'жђтъ ја%ко слњ'пъ стњ'нђ, и^ ја%ко несђще съ ѓ^чи'ма ѓ^бъи^щђтъ. и^ падђтся въ пладни ја%ко въ полђно'щи, ја%ко мр~тви. въстенђтъ
10
ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι· καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν,
11
ја%ко медьвњдь, и^ ја%ко го'лђбъ въкђ'пњ по'идTђ. жда'хомъ сђ'да, и^ нњ'сть сп~сенїя, далече эTстђпи` эT наs.
11
ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ᾿ ἡμῶν.
12
мно'го б^о беꙁако'нїе наше преD тобо'ю, и^ грњси наши проти'вђ ста'ша намъ. беꙁако'нїя бо наша в наs, и^ непра'вды на'ша раꙁђмњ'хомъ.
12
πολλὴ γὰρ ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν.
13
нечествова'хомъ, и^ сълга'хом#, и^ эTстђпи'хомъ эT въслњже'нїя б~а на'шего. съгл~ахомъ непра'вдђ, и^ не покори'хомся. въ ё^тро'бњ ꙁача'хомъ, и^ поё^чи'хоMся эT срDца на'шего словеса` непра'веDна.
13
ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ Θεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους·
14
и^ ѓ^ста'вихомъ ꙁа'ди сђ'дъ, и^ пра'вда дале'че эTстђпи`. ја%ко и^ꙁнеможе в# пђте'хъ и^хъ и%стин#на, и^ пра'вымъ не въꙁмого'ша прїити.
14
καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν, ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾿ εὐθείας οὐκ ἐδύναντο διελθεῖν.
15
и%стин#на вꙁя'ся, и^ преста'виша ё^мъ свои ја%ко смышлева'ти. и^ ви'дњ г~ь и^ негодова`, ја%ко не бњше сђ'да.
15
καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.
16
и^ ви'дњ и^ не бњше мђжа, и^ раꙁмы'сли и^ не бњше поDемлющаго. и^ м#сти и^мъ мы'шцею своею, и^ помилова'нїемъ ё^тверди.
16
καὶ εἶδε καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.
17
и^ ꙁадњ'ся пра'вдою ја%ко щи'томъ, и^ възложи шле'мъ сп~сенїя на главђ`, и^ ѓ^блече'ся в ри'ꙁђ эTм#ще'нїя, и^ ѓ^дежею
17
καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον
18
ја%ко эTдава'яи эTдая'нїе, ё^кори'знђ сђпоста'тнымъ.
18
ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.
19
и^ ё^боя'тся и^же эT ꙁа'пада и^мени гн~я, і^ и^же эT въсто'къ слн~чныхъ сла'вы е^го. прїидетъ б^о ја%ко рњка` бђ'рна, гнњв# эT г~а прїидетъ съ ја%ростїю”
19
καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου καὶ οἱ ἀπ᾿ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ.
20
И$ прїидетъ сїѓ'на ради и^збавля'яи, и^ эTврати'тъ нечестїе эT і^а'кова.
20
καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ρυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ ᾿Ιακώβ.
21
се же и^мъ эT мене ꙁавњтъ, рече г~ь. дх~ъ мои и^же е^сть в тебњ, и^ гл~и ја%же азᲆ да'хъ въ ё^ста` твоа, не ѓ^скђдњ'ют# эT ё%стъ твоиX, и^ эT ё%стъ племене твое^го. рече б^о г~ь, эT нн~њ и^ вᲆ вᲇки”
21
καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, εἶπε Κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ρήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· εἶπε γὰρ Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.