Звичайний друк
Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
Друкувати / зберегти PDF
Закрити
Глаv, а~і”
Острозька Біблія
Давньогрецькою
1
Т
огда` ѓ^лофернъ рече ко і^ю^ди'џњ, ра'достна бђ'ди дш~ею и^ не ё^жасаися въ срDци твоеM ја%ко а%зъ никогда'же поби'хъ мђ'жа и^же хотя'ше слђжи'ти навходоносо'рђ цр~ю”
1
ΚΑΙ εἶπε πρὸς αὐτὴν ᾿Ολοφέρνης· θάρσησον, γύναι, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον, ὅστις ᾑρέτικε δουλεύειν βασιλεῖ Ναβουχοδονόσορ πάσης τῆς γῆς.
2
А/ще не бы` лю'дїе твои` ё^ничи'жиша мене`, не въздви'гнђлъ б^ы копїя мое'го на ни'хъ”
2
καὶ νῦν ὁ λαός σου ὁ κατοικῶν τὴν ὀρεινήν, εἰ μὴ ἐφαύλισάν με, οὐκ ἂν ᾖρα τὸ δόρυ μου ἐπ᾿ αὐτούς, ἀλλ᾿ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα.
3
Нн~њ же рци м^и кое'я ра'ди вины эTи'де эT ни'хъ, и^ ё^годнотебњ да прїидеши к на'мъ”
3
καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ᾿ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς; ἥκεις γὰρ εἰς σωτηρίαν· θάρσει, ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν·
4
4
οὐ γάρ ἐστιν ὃς ἀδικήσει σε, ἀλλ᾿ εὖ σε ποιήσει καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονόσορ.
5
И$ реq е^мђ і^ю^диg прїими словеса` рабы'ня твое'я господи'не мо'и.
5
καὶ εἶπε πρὸς αὐτὸν ᾿Ιουδίθ· δέξαι τὰ ρήματα τῆς δούλης σου, καὶ λαλησάτω ἡ παιδίσκη σου κατὰ πρόσωπόν σου, καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ.
6
ја%ко а^ще сътвори'ши по словесеM рабы'ня твое'я, и^ г~ь б~ъ сътвориT съвръше'нно дњло с тобо'ю.
6
καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου, τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ ὁ Θεός, καὶ οὐκ ἀποπεσεῖται ὁ κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ·
7
жи'въ е^сть вои^стин#нђ навходоносор# цр~ь зе'мъскїи, и^ живеT си'ла е^го и^же е^сть въ тебњ къ эTм#щенїю всњмъ лю'демъ лђка'вымъ” ЈА/ко не тоkмо чл~ци послђжа'тъ е^мђ тебе ради. н^о и^ ѕвњрїе польстїи послђшаюT е^го”
7
ζῇ γὰρ βασιλεὺς Ναβουχοδονόσορ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ, ὃς ἀπέστειλέ σε εἰς κατόρθωσιν πάσης ψυχῆς, ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ, ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονόσορ καὶ πάντα τὸν οἶκον αὐτοῦ·
8
Възвњсти б^о ся мђ'дрость твоа всMњ јазы'комъ, и^ просла'вися въ все'и вселеннњи ја%коты е^ді'нъ бл~гъ и^ си'ленъ въ всемъ црsтвњ е^го, и^ наказа'нїе твое всњмъ вла'стемъ проповњдаеTся,
8
ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου, καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασι πολέμου.
9
и^ не пота'ится чт^о гл~алъ е^сть а^хїѓ'рђ, ни'же т^о вњсться чт^о е^мђ повелњлъ е^си сътвори'ти.
9
καὶ νῦν ὁ λόγος, ὃν ἐλάλησεν ᾿Αχιὼρ ἐν τῇ συνεδρίᾳ σου, ἠκούσαμεν τὰ ρήματα αὐτοῦ, ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλούα, καὶ ἀνήγγειλεν αὐτοῖς πάντα, ὅσα ἐξελάλησε παρὰ σοί.
10
вњсть б^о г~ь б~ъ на'шъ и^же прогнњва'хомъ и& въ грњсњхъ на'шихъ, и^же гл~аше прoрки свои^ми к лю'демъ, да' предасть и^хъ в рђки врагомъ за грњхи и^хъ”
10
διό, δέσποτα κύριε, μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ, ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου, ὅτι ἀληθής ἐστιν· οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν, οὐ κατισχύει ρομφαία ἐπ᾿ αὐτούς, ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν Θεὸν αὐτῶν.
11
и^ ја%ко зна'ютъ сн~ове і^и^л~еви и^же прогнњва'ша г~а б~а свое^го” Сего ради стра'хъ твои на ни'хъ е^сть,
11
καὶ νῦν, ἵνα μὴ γένηται ὁ κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν, καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα, ἐν ᾧ παροργιοῦσι τὸν Θεὸν αὐτῶν, ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν·
12
и^ наипа'че паки гла'дъ тръпя'тъ, и^ за ѓ^скђденїе же воDныа, ради жа'жды съ ме'рътвыми съчета'ютъся” Па'ки и^ сїя совњтђ'ютъ да ё^бїютъ ско'ты своя, и^ пїютъ кро'вь и^хъ,
12
ἐπεὶ γὰρ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πᾶν ὕδωρ, ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν καὶ πάντα, ὅσα διεστείλατο αὐτοῖς ὁ Θεὸς ἐν τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν, διέγνωσαν δαπανῆσαι.
13
и^ ст~ая г~а б~а свое^го и^же заповњ'да не ѓ^сяза'ти, пшени'цы вина` і^ еле'я и^ сїя помы'слиша возда'ти, и^ хотяT раздая'ти въ снњдь, и^хже ни рђками бы ся и^мњли ѓ^сяза'ти”
13
καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου, ἃ διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσι τοῖς παρεστηκόσιν ἐν ῾Ιερουσαλὴμ ἀπέναντι τοῦ προσώπου τοῦ Θεοῦ ἡμῶν, κεκρίκασιν ἐξαναλῶσαι, ὧν οὐδὲ ταῖς χερσὶν καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ.
14
14
καὶ ἀπεστάλκασιν εἰς ῾Ιερουσαλήμ, ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα, τοὺς μετακομίσαντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας.
15
Сего ради ја%ко сїя творитъ, и%стин#но е^сть да в# погђбле'нїе дадђтся.
15
καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσι, δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
16
и^же а^зъ раба` твоя позна'ющи и^збњго'х# эT нихъ, и^ посла' мя г~ь б~ъ сїя тебњ възвњсти'ти”
16
ὅθεν ἐγὼ ἡ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπέστειλέ με ὁ Θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα, ἐφ᾿ οἷς ἐκστήσεται πᾶσα ἡ γῆ, ὅσοι ἐὰν ἀκούσωσιν αὐτά.
17
А/зъ б^о раба` твоа молю'ся г~ђ б~ђ и^ нн~њ сђще прDе тобо'ю, да и^зы'идетъ раба` твоя и^ помо'лиTся г~ђ б~ђ, и^ рече` мн^њ. е^гда` възда'сть и^мъ за грњхи` и^хъ,
17
ὅτι ἡ δούλη σου θεοσεβής ἐστι καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν Θεὸν τοῦ οὐρανοῦ· καὶ νῦν μενῶ παρὰ σοί, κύριέ μου, καὶ ἐξελεύσεται ἡ δούλη σου κατὰ τὴν νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν Θεόν, καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν.
18
и^ прише'дши възвњщђ` тебњ”
18
καὶ ἐλθοῦσα προσανοίσω σοι, καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου, καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν.
19
Тако да а'зъ приведђ` тебе посредњ і^ерsли'ма, і^ и'маши вс^и лю'ди і^и^л~евы ја%ко ѓ%вцы, и^хже нњсть па'стыря. и^ не ла'етъ ни е^діn пе'съ противђ тебе, ја%ко сїя мн^њ речена сђть по провидњнїю бж~їю” И$ ја^ко разгнњ'вася на нихъ г~ь б~ъ иX, сего ради по'слана е^смь възвњсти'ти тебњ”
19
καὶ ἄξω σε διὰ μέσου τῆς ᾿Ιουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι ῾Ιερουσαλὴμ καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς, καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα, οἷς οὐκ ἔστι ποιμήν, καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου, ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι, καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι.
20
Оу^го'дны же вся` словеса` сїа предъ ѓ^лофе'рномъ и^ ѓ'троки е^го, и^ дивя'хђся премђдрости е^я` гл~ахђ дрђгъ къ' дрђгђ,
20
καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον ᾿Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν·
21
нњсть та'ка жена` на земли` на смотрњнїе, и^ въ красотђ и^ в чю'в#ство словесе'мъ”
21
οὐκ ἔστι τοιαύτη γυνὴ ἀπ᾿ ἄκρου ἕως ἄκρου τῆς γῆς καλῷ προσώπῳ καὶ συνέσει λόγων.
22
И$ рече к не'и ѓ^лофе'рнъ, бл~го сътвори б~ъ твои и^же посла` тебе прежде людїи, да даси` и^хъ в рђки на'ша”
22
καὶ εἶπε πρὸς αὐτὴν ᾿Ολοφέρνης· εὖ ἐποίησεν ὁ Θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος, ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν.
23
И$ ја%ко бл~га е^сть ѓ^бњща'нїя твоя, а^ще сътвори'тъ сїя мн^њ б~ъ твои, т^о бђдеT и^ б~ъ мои. и^ ты` в домђ` навходоносо'ровњ вели'ка бђдеши, і^ и'мя твое прославится по все'и земли`”
23
καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου· ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας, ὁ Θεός σου ἔσται μου Θεός, καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονόσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν.
Для підготовки друку потрібно ввімкнути JavaScript у браузері.