Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
И$ скота` мно'жество бяше, сн~омъ рђви'млимъ. и^ сн~ом# га'довоM мно'го ѕњ'ло, и^ ви'дњша село`, и^а^зи'рово, и^ село` галаа'дово. и^ бя'ше мњсто мњ'сто, ско'тное”
1
ΚΑΙ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ρουβὴν καὶ τοῖς υἱοῖς Γάδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν ᾿Ιαζὴρ καὶ τὴν χώραν Γαλαάδ, καὶ ἦν ὁ τόπος τόπος κτήνεσι.
2
И$ прїидо'ша сн~ове рђви'мли. и^ сн~ове гадовы рекоша къ мољ=сїю, и^ къ е^лїа'зарђ жерцђ`. и^ къ кн~ѕемъ со'нма гл~юще”
2
καὶ προσελθόντες οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς λέγοντες·
3
А$таро'џъ, и^ дево'нъ, и^ а^зи'ръ, и^ нам#мра` и^ а^сево'нъ, и^ е^леа'ли, и^ сева'ма, и^ наваv, и^ валїа'нъ”
3
᾿Αταρὼθ καὶ Δαιβὼν καὶ ᾿Ιαζὴρ καὶ Ναμρὰ καὶ ᾿Εσεβών, καὶ ᾿Ελεαλὴ καὶ Σεβαμὰ καὶ Ναβαὺ καὶ Βαιάν,
4
Зе'млю ю%же преда'лъ еs г~ь преD сн~ы і^и^л~евы. земля` же скотопи'щна е^сть, рабо'м же твоиM скот# е^сть”
4
τὴν γῆν ἣν παραδέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν ᾿Ισραήλ, γῆ κτηνοτρόφος ἐστί, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει.
5
И$ гл~ахђ а%ще е^смы ѓ^брњли блгDть преD тобо'ю. да да'сть намъ зе'млю т^ђ рабо'мъ твоиM, въ ѓ^дръжа'нїе. и^ не преводи` наs чресъ і^ѓ^рдаn”
5
καὶ ἔλεγον· εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν ᾿Ιορδάνην.
6
И$ рече мољ=сїи сн~омъ га'довомъ и^ сн~оM рђви'млимъ. бра'тїа ва'ша пои'дTђ на сњ'чь, и^ вы` л^и седи'те т^ђ”
6
καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ρουβήν· οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ;
7
Въскђю развраща'ете срDце сн~овъ і^и^л~ев# не преи^ти` на' землю ю%же дае^ть г~ь иM”
7
καὶ ἱνατί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν ᾿Ισραὴλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν Κύριος δίδωσιν αὐτοῖς;
8
Не та'ко л^и сътвори'ша эTц~ы ва'ши. е^гда` послаX я& эT кади'са варни съгляда'ти зе'млю”
8
οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Κάδης Βαρνὴ κατανοῆσαι τὴν γῆν;
9
И$ възыйдо'ша до де'бри гризновїю, и^ согляда'ша землю, и^ эTврати'ша срDце сн~овъ і^и^л~евъ, ја%ко не внити въ землю` ю%же да'лъ е^сть г~ь и^мъ”
9
καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν ᾿Ισραήλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκε Κύριος αὐτοῖς.
10
И$ разгнњ'вася ја%ростїю г~ь въ дн~ь ѓ^нъ, и^ кля'тся гл~я.
10
καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ὤμοσε λέγων·
11
а%ще ё%зрятъ чл~цы сїи. и^зшедъше и^зъ е^гљ=пта, эT к~ лTњ, и^ выjше. вњдђщей добро` и^ ѕло`” Земля` е^ю'же кля'хся, а^враа'мђ, і^ и^саа'кђ, і^ и^а'ковђ. не въслњ'доваша б^о въ слDњ мене`.
11
εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὴν γῆν ἣν ὤμοσα τῷ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακώβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου,
12
ра'звњ хале'въ сн~ъ и^е^џо'нинъ, эTлђче'ныи. і^ и^сђсъ сн~ъ нављ=нъ, ја%ко въслњ'доваша въ слDњ г~а”
12
πλὴν Χάλεβ υἱὸς ᾿Ιεφοννὴ ὁ διακεχωρισμένος καὶ ᾿Ιησοῦς ὁ τοῦ Ναυή, ὅτι συνεπηκολούθησαν ὀπίσω Κυρίου.
13
И$ раZгнњвася ја%ростїю г~ь на і^и~ля. и^ потоми` я& въ пђсты'ни, м~ лњтъ, до'ндеже потреби'ся вс^е роже'нїе творяще ѕло` преD гм~ъ”
13
καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν ᾿Ισραὴλ καὶ κατερρόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου.
14
Се^ въста'сте въ мњсто эTц~ъ свои^хъ съгрњше'нїе чл~къ ѕлыX, приложи'ти е^ще`. къ ја%рости гнњ'ва гн~я на і^и^л~я”
14
ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύντριμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ ᾿Ισραήλ,
15
ЈА/ко эTврати'те эT неh приложити е^ще`. ѓ^ста'вити е^го въ пђсты'ни, и^ събезако'нђете въ всем# со'нмњ се'мъ”
15
ὅτι ἀποστραφήσεσθε ἀπ’ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην.
16
И$ пришеDше к немђ` и^ гл~аша, ѓ^гра'ды ѓ^вцаM да соградиM зд^њ скотоM свои^мъ. и^ ѓ^гра'ды и^мњнїемъ на'шиM.
16
καὶ προσῆλθον αὐτῷ καὶ ἔλεγον· ἐπαύλεις προβάτων οἰκοδομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν,
17
а^ м^ы въѓ^рђже'ни пои'деM на страQбђ прьвїи, сн~омъ і^и^л~евымъ. до'ндеже въведе'мъ я& в мњсто иX. и^ да вселяTся и^мњнїа на'ша въ гра'ды ё^твержены насе'лниk раd земля'”
17
καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν ᾿Ισραήλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν.
18
И$ не ѓ^братиMся въ до'мы наша дондеже раздњляTся сн~ове і^и^л~ьтестїи. кождо въ прича'стїе свое”
18
οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν, ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ ᾿Ισραήλ, ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ·
19
Мы ё^бо да не причатиMся в ни'хъ, ѓ^бонђ стра'нђ і^ѓрда'на. и^ да'леи, ја%ко прїа'хомъ прича'стїе на'ше сїю странђ` і^ѓ^рда'на на восто'ки”
19
καὶ οὐκέτι κληρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ ᾿Ιορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ἐν ἀνατολαῖς.
20
И$ рече к нимъ мољ=сїи. а%ще сътвори'те по словеси` семђ`. а%ще въѓ^рђжи'теся преD гм~ъ на' брань”
20
καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς· ἐὰν ποιήσητε κατὰ τὸ ρῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον
21
И$ пре'идеT вся'къ ѓ^рђж'никъ вашъ і^ѓ^рда'нъ, преD гм~ъ, на сњчь. до'ндеже потребиTся враh е^го. эT лица` е^го”
21
καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν ᾿Ιορδάνην ἔναντι Κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ
22
И$ съѓ^бладаеT земле'ю преD гм~ъ. и^ по се'мъ ѓ^братите'ся, и^ бђ'дете безъ вины`, предъ гм~ъ, и^ эT і^и^л~я. и^ бђ'детъ земля` вся` с^и вамъ, въ ѓ^дръжа'нїе предъ гм~ъ”
22
καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῷοι ἔναντι Κυρίου καὶ ἀπὸ ᾿Ισραήλ, καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου.
23
А/ще ли не сътвори'те тако, съгрњши'те преD гм~ь. и^ ё^вњсте грXњ свои е^гда` в^ы пости'гнетъ ѕл^о,
23
ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά.
24
да съградите в^ы себњ` ѓ^гра'ды и^мњнїю ва'шемђ. и^ ѓ^гра'ды ското'мъ вашиM, и^звњщенїе и^зъ ё%стъ ва'шихъ да сътвори'те”
24
καὶ οἰκοδομήσετε ὑμῖν αὐτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε.
25
И$ реко'ша сн~ове рђви'мли и^ сн~ове га'довы къ мољ=сїю гл~юще, раби` твои` сътворя'тъ ја%ко г~ь на'шъ повелњлъ е^сть”
25
καὶ εἶπαν οἱ υἱοὶ Ρουβὴν καὶ υἱοὶ Γὰδ πρὸς Μωυσῆν λέγοντες· οἱ παῖδές σου ποιήσουσι καθὰ ὁ Κύριος ἡμῶν ἐντέλλεται·
26
И$мњнїе наше и^ же'ны наша. и^ весь ско'тъ на'шъ, да бђ'дђтъ въ гра'дњхъ галаа'довыхъ”
26
ἡ ἀποσκευὴ ἡμῶν καὶ αἱ γυναῖκες ἡμῶν καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσι Γαλαάδ,
27
и^ раби' же твои` минђт'ъ вс^и въ ѓ^рђж'їи, и^ ё^гото'вани преD гм~ь на' браn. ја%коже гл~етъ г~ь”
27
οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ Κύριος λέγει.
28
И$ приста'ви иM мољ=сїи, е^лїаза'ра жерца`, і^ и^сђ'са нављ=на. и^ кн~ѕя эTч~ьствъ племе'ни сн~ов# і^и^л~евъ”
28
καὶ συνέστησεν αὐτοῖς Μωυσῆς ᾿Ελεάζαρ τὸν ἱερέα καὶ ᾿Ιησοῦν υἱὸν Ναυὴ καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν ᾿Ισραήλ,
29
И$ рече к ниM мољ=сїи, а%ще ли пре'идђтъ сн~ове рђви'мли и^ сн~ове га'довы. с ва'ми чресъ і^ѓ^рда'нъ и^ вся'к# въѓ^рђжеn на' брань преD гм~ъ, и^ съѓ^блада'ете земле'ю преD собо'ю. тогда` дадите иM зе'млю галаа'довђ. въ ѓ^дръжа'нїе”
29
καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς· ἐὰν διαβῶσιν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθ’ ὑμῶν τὸν ᾿Ιορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει·
30
А/ще л^и не преидTђ въѓ^рђже'ни с ва'ми на' брань преD гм~ъ да препђ'стите и^мњнїе и^хъ. и^ же'ны и^хъ, и^ ско'ты и^хъ. прежде васъ на землю` ханаа'ню. и^ да причастяTся с вами на земли` ханаа'ни”
30
ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθ’ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι Κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χαναάν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χαναάν.
31
И$ эTвњща'ша же сн~ове рђви'мли и^ сн~ове га'довы гл~ще, е^ли'ко гл~етъ г~ь рабомъ свои^мъ та'ко сътвориM м^ы,
31
καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ λέγοντες· ὅσα ὁ Κύριος λέγει τοῖς θεράπουσιν, οὕτω ποιήσωμεν ἡμεῖς·
32
пре'идемъ въѓ^рђжени преD гм~ъ. в землю ханаа'ню. и^ дасте` наM въ ѓ^дръжа'нїе странђ сїю і^ѓ^рда'на”
32
διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χαναάν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου.
33
И$ дастъ иM мољ=сїи сн~омъ га'довомъ. и^ сн~омъ рђви'млемъ. и^ полђ племе'ни манасїинђ, сн~овъ і^ѓ^сифль, црsтво сїѓ'на цр~я а^м#мореи'ска и^ црsтво ѓ^гово, цр~я васа'ня, зеMлю и^ грады. и^ съ предњлы е^я`. и^ гра'ды ѓ^крsтъныя земля`”
33
καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ρουβὴν καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν ᾿Ιωσήφ, τὴν βασιλείαν Σηὼν βασιλέως ᾿Αμορραίων καὶ τὴν βασιλείαν ῍Ωγ βασιλέως τῆς Βασάν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.
34
И$ съгради'ша сн~ове га'довы, даво'џъ, и^ а^староg, и^ а^ро'иръ,
34
Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν καὶ τὴν ᾿Αταρὼθ καὶ τὴν ᾿Αροὴρ
35
и^ съфа'нъ, и^ а^зи'ръ и^ възнесоша и^хъ,
35
καὶ τὴν Σοφὰρ καὶ τὴν ᾿Ιαζὴρ καὶ ὕψωσαν αὐτάς,
36
и^ на а^мъвра'ма, и^ веџара'на грады тве'рды, и^ ѓ^грады ѓ^вцам#”
36
καὶ τὴν Ναμρὰμ καὶ τὴν Βαιθαράν, πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων.
37
Сн~ове же рђви'мли, съгради'ша е^сево'на и^ е^леа'ли, и^ каа^риџе'ма
37
καὶ οἱ υἱοὶ Ρουβὴν ᾠκοδόμησαν τὴν ᾿Εσεβὼν καὶ ᾿Ελεάλην καὶ Καριαθὰμ
38
и^ наво'на, и^ вее^льмеѓ'на ѓ^градиша ѓ^крsтъ, и^ севама” И$ прозваша по и^менемъ своиM, и^мена градом# ја%же съградиша”
38
καὶ τὴν Βεελμεών, περικεκυκλωμένας, καὶ τὴν Σεβαμὰ καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν.
39
И$ шеD ё%ръ сн~ъ махи'роv, внђкъ манасїевъ въ галаа'дъ, и^ взя` е^го и^ погђби` ам#море'я живђщаго в немъ”
39
καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσῆ εἰς Γαλαὰδ καὶ ἔλαβεν αὐτὴν καὶ ἀπώλεσε τὸν ᾿Αμορραῖον τὸν κατοικοῦντα ἐν αὐτῇ.
40
И$ дастъ мољ=сїи галаа'дъ махи'рђ, сн~ђ манасїинђ и^ в#сели'ся т^ђ”
40
καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ.
41
И$ а^е'ръ сн~ъ манасїевъ, и%де и^ прїя` се'ла и^хъ, и^ прозваша я& се'ла и^а^е'рова”
41
καὶ ᾿Ιαΐρ ὁ τοῦ Μανασσῆ ἐπορεύθη καὶ ἔλαβε τὰς ἐπαύλεις αὐτῶν καὶ ἐπωνόμασεν αὐτὰς ᾿Επαύλεις ᾿Ιαΐρ.
42
И$ нава'нъ шеD прїя` канаџа, и^ се'ла е^го, и^менова` я& наванъ эT и^мени свое^го”
42
καὶ Ναβαὺ ἐπορεύθη καὶ ἔλαβε τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς καὶ ἐπωνόμασεν αὐτὰς Ναβὼθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.