28
καὶ ἐκοιμήθη ᾿Αμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει ᾿Αχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. 28α Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ ᾿Αμβρὶ βασιλεύει ᾿Ιωσαφὰτ υἱὸς ᾿Ασὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβὰ θυγάτηρ Σελί. 28β καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν, ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων. 28γ καὶ ἃ συνέθετο ᾿Ιωσαφὰτ μετὰ βασιλέως ᾿Ισραὴλ καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων ᾿Ιούδα; 28δ καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις ᾿Ασὰ τοῦ πατρὸς αὐτοῦ, ἐξῇρεν ἀπὸ τῆς γῆς. 28ε καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ Νασίβ. 28ζ καὶ ὁ βασιλεὺς ᾿Ιωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ. 28η τότε εἶπεν ὁ βασιλεὺς ᾿Ισραὴλ πρὸς ᾿Ιωσαφάτ· ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηῖ· καὶ οὐκ ἐβούλετο ᾿Ιωσαφάτ. 28θ καὶ ἐκοιμήθη ᾿Ιωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.