41
καὶ ἤλθοσαν οὗτοι οἱ γεγραμμένοι ἐπ᾿ ὀνόματος ἐν ἡμέραις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους, οὓς εὕροσαν ἐκεῖ, καὶ ἀναθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης καὶ ᾤκησαν ἀντ᾿ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ.