11
καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς ᾿Αμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.