Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
ΥΙΟΣ εἴκοσι καὶ πέντε ἐτῶν ᾿Ιωάθαμ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ Σαδώκ.
2
καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησεν ᾿Οζίας ὁ πατὴρ αὐτοῦ, ἀλλ’ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.
3
αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν καὶ ἐν τείχει τοῦ ᾿Οφλὰ ᾠκοδόμησε πολλά· καὶ πόλεις ᾠκοδόμησεν
4
ἐν ὄρει ᾿Ιούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.
5
αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν ᾿Αμμὼν καὶ κατίσχυσεν ἐπ’ αὐτόν· καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ ᾿Αμμὼν καὶ κατ’ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς υἱῶν ᾿Αμμὼν κατ’ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ ἐν τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.
6
καὶ κατίσχυσεν ᾿Ιωάθαμ, ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὐτοῦ ἐναντίον Κυρίου Θεοῦ αὐτοῦ.
7
καὶ οἱ λοιποὶ λόγοι ᾿Ιωάθαμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ.
9
καὶ ἐκοιμήθη ᾿Ιωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ῎Αχαζ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.