1
ΚΑΙ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθε πᾶς ᾿Ισραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν ᾿Ιούδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἔκοψαν τά ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ Βενιαμίν, καὶ ἐξ ᾿Εφραὶμ καὶ ἀπὸ Μανασσῆ ἕως εἰς τέλος, καὶ ἐπέστρεψαν πᾶς ᾿Ισραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν.