Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
Ο δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν ᾿Ιούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν.
1
Никано'р же ја%ко ви'дњ і^ё'дђ бити въ мњстехᲆ самарїи помысли съ всњмъ ё^стремленїемъ дн~е сђботнаго сътворити бра'нь”
2
τῶν δὲ κατ᾿ ἀνάγκην συνεπομένων αὐτῷ ᾿Ιουδαίων λεγόντων· μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ᾿ ἁγιότητος ἡμέρᾳ.
2
По нђжди же последђ'юще е^мђ і^ё^де'и и гл~юще, ника'коy сице ѕвњрьскы и^ варьвар#скы сътвориши” сла'вђ же возда'и ст~ыни, и^ почти вс^я видящаго.
3
ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν. εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν;
3
нечестивыи же вопроси а^ще е^сть си'лныи на' нб~си, и^же повелњ празнова'ти дн~ь сђбо'тныи”
4
τῶν δὲ ἀποφηναμένων· ἔστιν ὁ Κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα·
4
Э/нњм же эTвњщавшиM, е^сть г~ь живъ се'и на' нб~си си'лен#, и^же повелњ праZновати сеDмыи дн~ь”
5
ὁ δὲ ἕτερος· κἀγώ, φησί, δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν τὰ ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν. ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα.
5
Э/н же рече и^ а'зъ си'ленъ е^смь на земли`, повелњва'яи прїяти ѓ^рђжїя и^ потребная цр~еви и^спо'лнити. ѓ^баче же не воздръжа сътвори'ти и^злїя'ннаго совњта”
6
καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν ᾿Ιούδαν συστήσασθαι τρόπαιον.
6
Ника'норъ же вели'кою горды'нею воздвижеn, помысли ѓ%бщђю бра'нь състави'ти на і^ё^дђ”
7
ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήψεως τεύξασθαι παρὰ τοῦ Κυρίου
7
Маккаве'и же всегда` надњя'шеся съ всњмъ ё^пова'нїемᲆ ꙁастђпленїе эT г~а полђчи'ти.
8
καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ᾿ οὐρανοῦ βοηθήματα καὶ τανῦν προσδοκᾶν τὴν παρὰ τοῦ Παντοκράτορος ἐσομένην αὐτοῖς νίκην καὶ βοήθειαν.
8
и^ ё^тњшаше свои^хъ да не ё^боя'тся пришествїа ја%зыкъ. и^мњ'ющи же въ ра'зђме преDбы'вшђю иM эT нб~си по'мощъ” і^ нн~њ чаюT эT вседръжителя быти себњ` побњде и^ по'мощи.
9
καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας, οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησε.
9
и^ наказа и^хъ эT за'кона и^ прoркъ, въспомина'я иM предъбы'вшая поDвиги, и^ ё^сердны и^хъ сътвори.
10
καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν.
10
и^ та'ко дш~ами иX воздви'же въкђпњ показа и^мᲆ ја%зы'ческа льщенїя, и^ кля'твамъ престђпленїя.
11
ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπερ τι πάντας εὔφρανεν.
11
кое^гождо и^хъ въѓ^рђжи не щи'томъ и^ ко'пїи ё^тверженїи, н^о словесы` благи'ми ё^тњши. и^ сказа` со'нъ досᲄовњренъ, и^ ё^тробы всXњ възвесели”
12
ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· ᾿Ονίαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελητηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν ᾿Ιουδαίων συστήματι.
12
бы'сть же е^го си'цево видњнїе. ѓ^ни'ю бывшаго а^рхїере'я мђжа добраго и^ бл~гаго, срамли'ва видњнїеM кроᲄка же ѓ^браꙁом и^ бе'сњдою лњпа и^же эT дTњства прилежа'щаго всњмъ бл~гим#, рђцњ въздᲇжђща моли'ти за вся` лю'ди і^ё^де'искїя”
13
εἶθ᾿ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν.
13
посемъ ја^ви'тися і^ и'наго мђжа сњдинами и^ сла'вою ди'вна, и^ вели'ко бл~голњпїе бы'ти ѓ'крsтъ е^го”
14
ἀποκριθέντα δὲ τὸν ᾿Ονίαν εἰπεῖν· ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως ῾Ιερεμίας ὁ τοῦ Θεοῦ προφήτης.
14
эTвњща'вшаго же ѓ^нїю и^ рекшаго, се'и е^сть братолюби'тель и^ мно'го мл~яся ѓ^ лю'дехъ и^ ѓ^ ст~њмъ гра'дњ, і^еремїя бж~їи прoркъ”
15
προτείναντα δὲ τὸν ῾Ιερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ ᾿Ιούδᾳ ρομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε·
15
просте'ршђ же і^еремїи десни'цђ да'ти і^ё'дњ ме'чь зла'тъ. да'вши же въз#гласи` сїя,
16
λάβε τὴν ἁγίαν ρομφαίαν δῶρον παρὰ τοῦ Θεοῦ, δι᾿ ἧς θραύσεις τοὺς ὑπεναντίους.
16
прїими ст~ыи мечь даръ эT б~а, и^мже съкрђши'ши сђпоста'ты.
17
παρακληθέντες δὲ τοῖς ᾿Ιούδα λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ᾿ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανορθῶσαι, διέγνωσαν μὴ στρατοπεδεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν.
17
ё^крњпльше же ся і^ё'диными словесы` пребл~гими, и^миy въѓрђжи'шася, и^ дш~а ю'ношъ и^спра'вишаs, вое^ва'ти и^ бра'тися крњпко да эT ве'щеи си'ла позна'ется. ꙁане` сего раd храмъ ст~ыи и^ градъ погиба'ше.
18
ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς ἀγών, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος.
18
бњ' бо ѓ^ жена'хъ и^ ча'дехъ, е^ще же и^ ѓ^ бра'тїи и^ ё'жикахъ въ бњдњ ё^мале'нїя живђщимъ. ве'лїи же быs и^ прьвыи страX и^же ꙁа ст~ыню хра'ма.
19
ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς.
19
такожDе и^ въ градњ сђщимъ бњдне възмђще'ныM гръдаго ради совњт'а.
20
καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη συμμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης,
20
ја^ко всMњ ё^же` ча'ющимъ сђдђ пришеDшђ. и^ сђпоста'томъ ё^же` смњсившимся и^ во'и съчине'ни. и^ звњри и^ ко'нницы въ бл~говре'меннњ мњстњ на лњхи въчине'ни.
21
συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα, προτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν Κύριον, τὸν κατόπτην, γινώσκων ὅτι οὐκ ἔστι δι᾿ ὅπλων ἡ νίκη, καθὼς δὲ ἂν αὐτῷ κριθείη, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην.
21
съразђмᲇва'я же мак#каве'и мно'гих# прише'ствїе, и^ ѓ^рђжїи раꙁли'кихъ ё^краше'нїе, и^ сверњп#ства звњреи. просте'рши рђцњ на' нб~о, призыва'ше чю'дотворя'щаh и^ ниꙁђ ви'дящаго г~а, и^же не по ѓ^рђжїемъ си'лы, н^о ја%коже годњ е^мђ даs досто'инымъ ѓ^долњ'нїе”
22
ἔλεγε δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον· σὺ Δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ ᾿Εζεκίου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας·
22
рече же приꙁыва'ю симъ ѓ^бразомъ” Ты` влDко посла'лъ е^си а^гг~ла твое^го при е^зекїи цр~и і^ё'динњ, и^ ё^би'лъ е^си эT во'евъ сенахири'мовыхъ, р~п~Wе~”
23
καὶ νῦν, δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον·
23
и^ нн~њ влDко силныи на нб~сехъ посли` а'гг~ла твое^го бл~га пред# на'ми въ стра'сњ и^ тре'петњ
24
μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγενόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν. καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν.
24
вели'чества мы'ш#ца твое^я, да ё^боятся съ хђле'нїемъ пришеDшїи на лю'ди твоя” и^ се'и же сице помоли'ся.
25
οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον.
25
никано'ръ і^ иже с нимъ съ трђба'ми и^ пњсньми подвиꙁа'хђся.
26
οἱ δὲ περὶ τὸν ᾿Ιούδαν μετ᾿ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις
26
і^ё'да же съ приꙁыва'нїемъ и^ мл~твами смњси'ся съ сђпостаты.
27
καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν Θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ Θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ.
27
рђка'ма б^о бо'рющися, г~а же срDцемъ моля'щи. простроша боле л~Wе, ја%вле'нїемъ бж~їимъ ѕњло възра'довавшеся”
28
γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ.
28
Бы'сть же по пораже'нїю и^ съ ра'досᲄїю възвраща'хђся, и^ позна'ша никано'ра паDша съ ѓрђжїи свои^ми.
29
γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν Δυνάστην τῇ πατρίῳ φωνῇ.
29
бывшђ же во'плю и^ смяте'нїю блsвяхђ си'лнаго эTч~ескимъ гла'сомъ.
30
καὶ προσέταξεν ὁ καθ᾿ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς ῾Ιεροσόλυμα.
30
и^ повелњ и^же ꙁа вся'кђ плоть и^ дш~ђ и^ граD свое^го ро'да, и^ во'зрастᲆ прьвоподви'жникъ и^ бл~гораꙁђмїя снабди'тель і^ё'да, никано'ровђ главђ` и^ рђкђ съ рамоM эTсњщи, и^ принести вᲆ і^ерsлимъ.
31
παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας.
31
и^ пришеDше же та'мо и^ съзва` вся колњна ја%зы'ка свое^го и^ жръцевъ і^ и^же въ кра'ю сђщиX. и^ ста` преD ѓ^лтареM.
32
καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ Παντοκράτορος οἶκον ἐμεγαλαύχησε,
32
и^ покаꙁа` и^мъ главђ` никано'ровђ и^ рђкђ хђленїя ю'же простре` на храм# ст~ыи вседръжи'теля въꙁносяся”
33
καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δὲ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι.
33
и^ ја^ꙁы'кᲆ нечесᲄи'ваго никано'ра эTсњчь и^ повелњ` раZдроби'ти птицаM, рђкђ же беꙁђмнаго противђ цр~кви възвњ'сити”
34
οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ Κύριον λέγοντες· εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον.
34
Вси' же на' нб~о блsвиша г~а прја^вле'наго, рекђщи, блsвеn сᲆхрани'выи мњсто свое нескве'рно.
35
ἐξέδησε δὲ τὴν τοῦ Νικάνορος κεφαλὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσι καὶ φανερὸν τῆς τοῦ Κυρίου βοηθείας σημεῖον.
35
възвњси же никаноровђ главђ` на кра'ю, и^ꙁвњсᲄна всMњ и^ ја^вля'я гн~ея по'мощи зна'менїе”
36
καὶ ἐδογμάτισαν πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν, ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς —῎Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ— πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας.
36
И$ повелњша вс^и ѓ%бщиM совњтоM ника'коже ѓ^ста'вити беZ празнDова'нїа дн~и сего, и^мᲇти же пра'зниk сей, г~і дн~я, в~і мsца. а^дар# же гл~ется сљ=рїискиM гласоM, прDе е^ді'ныM днеM мардохе'ева дн~и”
37
Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτω καὶ ἀπ᾿ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν ῾Εβραίων, καὶ αὐτὸς αὐτόθι καταπαύσω τὸν λόγον.
37
ја%же бо ѓ^ никано'рњ и^мњ'ются си'це. и^ эT тXњ вре'меn ё^дръжа'ся граD эT е^вре'и” И$ аZ здᲇ ѓ^ставлю сло'во.
38
καὶ εἰ μὲν καλῶς καὶ εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι.
38
и^ а^ще ё^бо бл~го и^ пра'во сᲆчине'нїю семђ` и^ саM хотXњ, а^ще же бл~госъврьше'не и^ въ мњрђ сїе врђче'но м^и быs.
39
καθάπερ γὰρ οἶνον καταμόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτω καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει. ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.
39
ја%коже бо вино` по всемђ` пи'ти и^ли` всегDа вода` съпроти'вно еs. иMже ѓ^браꙁоM вино` с водо'ю смњшава'ти весели'тъ и^ блгDть скончава'етᲆ. такожDе съчине'нїе и^ ё^краше'нїе сло'ва весели'тъ слђхи послђшаю^щихъ. в сем# же бђди и^ скон#ча'нїе”