Друк брошурою Виконується верстка сторінок…
Папір A4, альбомна орієнтація, поля «Немає», без колонтитулів. Друкуйте двосторонньо, з переворотом по короткому краю, у масштабі 100%; якщо принтер обрізає край — 98%. Не вмикайте режим «Буклет» у драйвері принтера.
1
ΤΗΣ ἁγίας τοίνυν πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ἔτι κάλλιστα συντηρουμένων διὰ τὴν ᾿Ονίου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν,
1
Сего ради е^гда` ст~ыи гра'дъ ѓ^бита'шеся въ вся'комъ ми'рњ, и^ закон# ја%ко блажа'ише съхраняе^мыX. і^ѓ^нїа раd а^рхїерея бл~гочестїе же и^ ненавидњнїе лђка'въства.
2
συνέβαινε καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν,
2
и^ сами цр~и чествова'хђ мњсто, и^ цр~ковь вели'кими да'ры прославля'ше”
3
ὥστε καὶ Σέλευκον τὸν τῆς ᾿Ασίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα.
3
ЈА/ко да и^ селевкїя а^сїискаго цр~я эT расходъ свои^хъ, въздая'ше на слђжбђ жрътвы пристоја%щи расхо'ды”
4
Σίμων δέ τις ἐκ τῆς Βενιαμὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας·
4
Си'мо же эT колњна венїами'ня преDсᲄа'теля цр~кви поста'вленъ, повњда а^рхие^ре'ю ѓ^ престђпле'нїи града”
5
καὶ νικῆσαι τὸν ᾿Ονίαν μὴ δυνάμενος, ἦλθε πρὸς ᾿Απολλώνιον Θρασαίου τὸν κατ᾿ ἐκεῖνον τὸ καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν
5
н^о е^гда премощи ѓ^нїи не можа'ше, прїиде къ а^поlлонїю фрасе'ю и^же вᲆ ѓ'но вре'мя бысть вое^во'да страны` сљ=рїиски и^ финикїиски”
6
καὶ προσήγγειλε περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν ῾Ιεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἐναρίθμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ἅπαντα ταῦτα.
6
И$ възвњсти е^мђ ѓ^ бога'тествњхъ неи^счисленыхъ бы'ти в# храни'лищи і^ерsлимъскомъ” ЈА/коже мно'жество раꙁниX безчи'слено бы'ти не подоба'етъ сїя къ сло'вђ жрътвъ бы'ти же мо'щно поD вла'стїю цр~евою па'сти сїя”
7
συμμείξας δὲ ὁ ᾿Απολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος ῾Ηλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλε δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι.
7
Є$гда` донесе къ цр~ю а^пол#лонїи ѓ^ бога'тъстваX ѓ^ възвњще'нныхъ е^мђ ја^ви`. ѓ%нже призва` и^лиѓ^дора и^же бы'сть наD богаTствы е^го, посла` съ заповњдми да преDрече'ное бога'тество принесеᲄъ.
8
εὐθέως δὲ ὁ ῾Ηλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεύσων, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελέσων.
8
скоро же и^лиѓ^доръ творя'ше ше'ствїе” Гл~аше ја%ко по гра'дњхъ килїи и^ сирїи и^ финикїи проходя`” Ве'щи же црsкои повелᲇнїе конча'я.
9
παραγενηθεὶς δὲ εἰς ῾Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστι διεσάφησεν· ἐπυνθάνετο δέ, εἰ ταῖς ἀληθείας ταῦτα οὕτως ἔχοντα τυγχάνει.
9
прїиде же въ і^ерsліM и^ любо мDђро эT а^рхїере'я граDска прїяT повњда` ѓ^ бы'вшемъ ја^вле'нїю, и^ чт^о ради прїиде скаꙁа`” Въпраша'ше же а^ще и%стинно сїя тако бђдђтъ”
10
τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παραθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν,
10
Тогда а^рхїе^рей покаꙁа` преDставле'на бы'ти сїя къ прекръмле'нїю вдовам# и^ сирота'мъ
11
τινὰ δὲ καὶ ῾Υρκανοῦ τοῦ Τωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου —οὐχ ὥσπερ ἦν διαβάλλων ὁ δυσεβὴς Σίμων— τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια·
11
нњцїи б^о бы'ти и^рка'на то'вїи ѕњло мђжа чsтна. не ја%коже б^њ ꙁнося нечести'выи си'монъ” Всего же сребра` тала'нᲄъ у~, а^ злаᲄа с”
12
ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι.
12
ѓ^бидити же ст~ыни мњста вњровавшихᲆ, и^ чsтноа цр~кви по всемђ ми'рђ чести, и^ наси'лїе по всемђ хотя'ше бы'ти.
13
ὁ δὲ ῾Ηλιόδωρος, δι᾿ ἃς εἶχε βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναληπτέα ταῦτα εἶναι.
13
и^лиѓ^до'ръ же си'хъ ра'ди и^мњяше црsкое повелњнїе, гл~аше всяко подоба'етᲆ бы'ти семђ къ црsко повелњнїе.
14
ταξάμενος δὲ ἡμέραν εἰσήει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθ᾿ ὅλην τὴν πόλιν ἀγωνία.
14
въчини' же дн~ь и^ вниде съзрњти хотя`, бњ же не ма'ло смятенїе по градђ сего ради”
15
οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ρίψαντες ἑαυτούς, ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παραθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῷα διαφυλάξαι.
15
Сщ~енницы же преD ѓ^лтаре'мъ въ ст~ительскихъ риꙁахъ поврьго'ша себе призыва'хђ съ нб~си ѓ^ завњте възаконе'номъ свои^мъ сїя съхрани'ти.
16
ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινε τὴν κατὰ ψυχὴν ἀγωνίαν.
16
бњ же зря лице` а^рхїере'ѓво смятеся мы'слїю” зра'къ б^о и^ ви'дъ и^змњненъ ја^ви'ся по дш~и понђжде'нїя”
17
περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι᾿ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσι τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος.
17
ѓ^блежа'ше б^о ѓ^ мђжи ё%жасъ, и^ сᲄраX теле'сныи, и%хже ради и^звњстно быs зря'щимъ срDца настоя'щая бо'лњзнь.
18
οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν, διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον.
18
и%нїи же събрани эT домо'въ сотњка'хђся на все`ро'днђю слђжбђ. ꙁане` хотя'ше прїити мњсто въ порђга'нїе”
19
ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον·
19
Же'ны же препояса'шася по прьсехъ власени'цами на пђтехъ ё^множа'хђся. заключе'нїи же дв~цы, е^ді'ны ё^бо прибњга'хђ къ вра'томъ, і^ и'нїи же на стњны. нњцїи же ѓ^коnцами приничахђ
20
πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν·
20
вси' же въздњюще рђцᲇ на' нб~о моля'хђся
21
ἐλεεῖν δ᾿ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλου διαγωνιῶντος ἀρχιερέως προσδοκίαν.
21
поми'ловати мно'жество смяте'ное въ паде'нїи. чая'нїе ждђще вели'каго а^рхїере'я.
22
οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παντοκράτορα Θεὸν τὰ πεπιστευμένα τοῖς πεπιστευκόσι σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας,
22
и^ сїи ё^бо възыва'хђ вседрᲆжи'теля г~а, да вовᲇре'ная вњрнымъ свои^мъ съхранитᲆ съ всњмъ ё^тверже'нїемъ”
23
ὁ δὲ ῾Ηλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει.
23
И$лиѓ^до'р же и^же смы'сли съвръша'ше. здњ же е^мђ сᲆ даноносцы вᲆ газофилакїю пришеDшђ”
24
αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πατέρων Κύριος καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατοτολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ Θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι.
24
Вседръжи'тель же г~ь вся'коя вла'сти си'лныи, ја^вле'нїе ве'лїе сътвори`” ЈА/коже всњмъ дръзнђвшиM събра'тися. и^ пришеDшим# бж~їю си'лђ въ ё^клоне'нїе и^ въ ё'жасъ премњни'ти. тако да вси` и^же дрᲆзи бњхђ”
25
ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ρύδην ἐνέσεισε τῷ ῾Ηλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων.
25
ЈА/вися б^о и^мъ ко'нь стра'шенъ и^мњющи вса'дника предобрыM покро'воM ё^крашена. нося' же ко'рень въстресе лиѓ^до'рђ прьвыхъ ѓ^рђжниk. сњдя'и же ја^вля'шеся злато ѓ^рђжїе и^мњя.
26
ἕτεροι δὲ δύο προεφάνησαν αὐτῷ νεανίαι τῇ ρώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τῇ δόξῃ, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ παραστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς.
26
и%нїи же дв^а ја^ви'шася е^мђ ю%ноши си'лою кра'сни. предо'бри сла'вою ё^краше'ни же ѓ^дњя'нїи. и^же ѓ^бъстоя'ша е^го и^ эT ѓ^бњю же странђ бњхђ беспреста'ни, мно'ги налага'ю^ще е^мђ раны.
27
ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες
27
внеꙁа'пђ же и^лиѓ^доr паде` на' ꙁемлю, е^гоже мно'га м#гла` ѓ^бъя'тъ, въсхити'вше же и^ на ѓ^дрњ нося'ща
28
τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα, φανερῶς τὴν τοῦ Θεοῦ δυναστείαν ἐπεγνωκότες.
28
положена съ мно'гимъ тече'нїемъ граби'тели въ преDрече'нђю входя'ще газофилакїю, ноша'хђ беZпомощне себњ ѓ^рђжникомъ поста'вленомъ, ја%вленђ бж~їю си'лђ позна'ша”
29
καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο,
29
Се'и же бжsтвенымъ дњя'нїеM беꙁъгла'сенъ лежа'ше, и^ вся'кого ё^пова'нїя и^ спасенїя лише'нъ”
30
οἱ δὲ τὸν Κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος Κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο.
30
Сїи же г~а блsвяхђ, ја%же въꙁвели'чи мњсто свое и^ цр~ковь. и^же пре'жде стра'ха и^ смяте'нїя и^спо'лнъ. ја^вля'ющђ все держи'телю б~ђ, ра'дости и^ весе'лїя и^сполни'ся”
31
ταχὺ δέ τινες τῶν τοῦ ῾Ηλιοδώρου συνήθων ἠξίουν τὸν ᾿Ονίαν ἐπικαλέσασθαι τὸν ῞Υψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ.
31
Тогда` б^о эT дрђ'гъ и^лиѓ^доровыхъ нњ'цыи моля'хђ съ тща'нїемъ ѓ^нїю приꙁва'ти вы'шняго, да живо'тъ пода'сть е^мђ въ послњ'днемъ и^ꙁдыха'нїи лежа'щемђ”
32
ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεύς, μήποτε διάληψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν ῾Ηλιόδωρον ὑπὸ τῶν ᾿Ιουδαίων συντετελέσθαι, προσήγαγε θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας.
32
Помышля'ше же а^рхїере'и да не ко'гда цр~ь помы'слиT лђка'в#ство нњ'кое и^лиѓдора ра'ди на і^ё^деи сътвори'ти. принесе за сп~сенїе мђ'жа же'ртвђ”
33
ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμόν, οἱ αὐτοὶ νεανίαι πάλιν ἐνεφάνησαν τῷ ῾Ηλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον· πολλὰς τῷ ᾿Ονίᾳ τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ Κύριος·
33
Є$гда же а^рхїере'и моля'шеся, и^ сїи ю%ноши паки ја^ви'шася и^лиѓ^до'рђ в тњх' же ѓ^дњя'нїяX ѓ^блече'ни и^ ставше рњша и^ѓ^нїи жеръцђ хвалђ въꙁда'и, е^го б^о ради г~ь тебњ живо'тъ дарова.
34
σὺ δὲ ὑπ᾿ αὐτοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ Θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο.
34
ты же бїенъ въꙁвњсти всњмъ вели'чества бж~їя и^ держа'вы” И$ сїя ре'кше неви'дими быша.
35
ὁ δὲ ῾Ηλιόδωρος θυσίαν ἀνενέγκας τῷ Κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν ᾿Ονίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσε πρὸς τὸν βασιλέα.
35
и^лиѓдоръ же жертвы принеs гв~и и^ въꙁда ѓ^бњты вели'ки, и^ моля'ся живо'тъ дарова'вшемђ” И$ ѓ^нїя прїя'тъ. и^ въꙁврати'ся къ цр~ю съво'и.
36
ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ᾿ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου Θεοῦ.
36
свњдњтельствова'ше же всњмъ ја%же ви'дњ ѓ^чи'ма дњ'ла ве'лїя б~а”
37
τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν ῾Ηλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς ῾Ιεροσόλυμα, ἔφησεν·
37
Є$гда же цр~ь въпраша'ше и^лиѓ^дора, кт^о бђдетъ ключимъ е^ще е^ді'ною въ і^ерsлимъ посла'ти рече,
38
εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάν περ καὶ διασωθείη, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα Θεοῦ δύναμιν·
38
а^ще кое^го и%маши вра'га и^ли црsтвђ твое^мђ лая'теля пошли тамо, и^ ја^ꙁве'на е^го прїимеши. а^ще и^ сп~сеTся сего ради зане въ мњстњ то'мъ и%стиннаа бж~їя нњ'кая си'ла”
39
αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων, ἐπόπτης ἐστὶ καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπόλλυσι.
39
Сеи б^о ѓ^би'тель на нб~си и^мњ'яи посњти'теl и^ помо'щникъ е^сть мњстђ томђ. и^ грядђщихъ къ ѕл^о творе'нїю поразитъ и^ погђ'битъ”
40
καὶ τὰ μὲν κατὰ ῾Ηλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.
40
И$ ја%же и^лиѓ^дорђ гаꙁофилакїи снабдњ'нїе си'це и^мњется”