21
καὶ εἶπεν ᾿Αβεννὴρ πρὸς Δαυίδ· ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα ᾿Ισραὴλ καὶ διαθήσομαι μετ᾿ αὐτοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλε Δαυὶδ τὸν ᾿Αβεννήρ, καὶ ἐπορεύθη ἐν εἰρήνῃ.