8
οἱ δὲ κατὰ τὴν πόλιν ῞Ελληνες οὐδὲν ἠδικημένοι, ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπτους γινομένας, βοηθεῖν μὲν οὐκ ἔσθενον, τυραννικὴ γὰρ ἦν ἡ διάθεσις, παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον·