Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
ΕΚΔΥΣΑΙ, ῾Ιερουσαλήμ, τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ Θεοῦ δόξης εἰς τὸν αἰῶνα.
2
περιβαλοῦ τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης, ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου.
3
ὁ γὰρ Θεὸς δείξει τῇ ὑπ᾿ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα.
4
κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα· Εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβείας. —
5
᾿Ανάστηθι, ῾Ιερουσαλήμ, καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἴδε συνηγμένα τὰ τέκνα σου ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ρήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ Θεοῦ μνείᾳ.
6
ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ Θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας.
7
συνέταξε γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν καὶ θῖνας ἀεννάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ ᾿Ισραὴλ ἀσφαλῶς τῇ τοῦ Θεοῦ δόξῃ·
8
ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ ᾿Ισραὴλ προστάγματι τοῦ Θεοῦ·
9
ἡγήσεται γὰρ ὁ Θεὸς ᾿Ισραὴλ μετ᾿ εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ᾿ αὐτοῦ.