19
τοὺς πειρασμοὺς τοὺς μεγάλους, οὓς εἴδοσαν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα, τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν, ὡς ἐξήγαγέ σε Κύριος ὁ Θεός σου, οὕτω ποιήσει Κύριος ὁ Θεὸς ὑμῶν πᾶσι τοῖς ἔθνεσιν, οὓς σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.