15
οἱ ἱερεῖς οἱ Λευῖται, οἱ υἱοὶ τοῦ Σαδδούκ, οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον ᾿Ισραὴλ ἀπ' ἐμοῦ, οὗτοι προσάξουσι πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν, στέαρ καὶ αἷμα, λέγει Κύριος ὁ Θεός.