Звичайний друк Виконується верстка сторінок…
Папір A4, книжкова орієнтація, поля «Немає», без колонтитулів, масштаб 100%. Сторінки йдуть підряд. Для двостороннього друку виберіть переворот по довгому краю.
1
ΠΟΡΕΥΘΩΜΕΝ καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς·
2
ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἐξαναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ
3
καὶ γνωσόμεθα· διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος γῇ.
4
τί σοι ποιήσω ᾿Εφραίμ; τί σοι ποιήσω ᾿Ιούδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη. —
5
Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ρήματι στόματός μου, καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται·
6
διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα.
7
αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην· ἐκεῖ κατεφρόνησέ μου
8
Γαλαὰδ πόλις ἐργαζομένη μάταια, ταράσσουσα ὕδωρ,
9
καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδόν, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν.
10
ἐν τῷ οἴκῳ τοῦ ᾿Ισραὴλ εἶδον φρικώδη ἐκεῖ, πορνείαν τοῦ ᾿Εφραίμ· ἐμιάνθη ᾿Ισραὴλ καὶ ᾿Ιούδα.
11
ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐν τῷ ἰάσασθαί με τὸν ᾿Ισραήλ.