Друк брошурою Виконується верстка сторінок…
Папір A4, альбомна орієнтація, поля «Немає», без колонтитулів. Друкуйте двосторонньо, з переворотом по короткому краю, у масштабі 100%; якщо принтер обрізає край — 98%. Не вмикайте режим «Буклет» у драйвері принтера.
1
Τὸ ρῆμα τὸ κατὰ τῆς Μωαβίτιδος. ΝΥΚΤΟΣ ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος.
2
λυπεῖσθε ἐφ᾿ ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβών, οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν· ἐπὶ Ναβαῦ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι·
3
ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε, ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς πλατείαις αὐτῆς καὶ ἐν ταῖς ρύμας αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ.
4
ὅτι κέκραγεν ᾿Εσεβὼν καὶ ᾿Ελεαλή, ἕως ᾿Ιασσὰ ἠκούσθη ἡ φωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσφὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται.
5
ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγώρ· δάμαλις γάρ ἐστι τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως Λουεὶθ πρός σε κλαίοντες ἀναβήσονται, τῇ ὁδῷ ᾿Αρωνιεὶμ βοᾷ σύντριμμα καὶ σεισμός.
6
τὸ ὕδωρ τῆς Νεμρεὶμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται.
7
μὴ καὶ οὕτως μέλει σωθῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα ῎Αραβας, καὶ λήψονται αὐτήν.
8
συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς ᾿Αγαλείμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Αἰλείμ.
9
τὸ δὲ ὕδωρ τὸ Ρεμμὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ρεμμὼν ῎Αραβας καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ ᾿Αριὴλ καὶ τὸ κατάλοιπον ᾿Αδαμά.