17
καὶ ἐτελεύτησεν ᾿Ιὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. 17α γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ Κύριος ἀνίστησιν. 17β Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς ᾿Ιδουμαίας καὶ ᾿Αραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα ᾿Ιωβάβ. 17γ λαβὼν δὲ γυναῖκα ᾿Αράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα ᾿Εννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν ῾Ησαῦ υἱῶν υἱός, μητρός δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ ῾Αβραάμ. 17δ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ ᾿Ιωβὰβ ὁ καλούμενος ᾿Ιώβ· μετὰ δὲ τοῦτον ᾿Ασὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον ᾿Αδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 17ε οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, ᾿Ελιφὰζ τῶν ῾Ησαῦ υἱῶν, Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς.