1
ΚΑΙ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν ᾿Αμορραίων, οἳ ἦσαν πέραν τοῦ ᾿Ιορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν, ὅτι ἀπεξήρανε Κύριος ὁ Θεὸς τὸν ᾿Ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν ᾿Ισραήλ.