2
συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι ᾿Ιησοῦν καὶ ᾿Ισραὴλ ἅμα πάντες. 2α Τότε ᾠκοδόμησεν ᾿Ιησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ᾿Ισραὴλ ἐν ὄρει Γαιβάλ, 2β καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς ᾿Ισραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ’ οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ καὶ θυσίαν σωτηρίου. 2γ καὶ ἔγραψεν ᾿Ιησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον τῶν υἱῶν ᾿Ισραὴλ 2δ καὶ πᾶς ᾿Ισραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖραν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζίν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβάλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις. 2ε καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω ᾿Ιησοῦς πάντα τὰ ρήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ· 2ζ οὐκ ἦν ρῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωυσῆς τῷ ᾿Ιησοῖ, ὃ οὐκ ἀνέγνω ᾿Ιησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν ᾿Ισραήλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ ᾿Ισραήλ.