5
ὡς δὲ ἤκουσαν οἱ υἱοὶ ᾿Ισραήλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ᾿ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά, ὡσαύτως δὲ καὶ οἱ ἐξ ῾Ιερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς.