Друк брошурою Виконується верстка сторінок…
Папір A4, альбомна орієнтація, поля «Немає», без колонтитулів. Друкуйте двосторонньо, з переворотом по короткому краю, у масштабі 100%; якщо принтер обрізає край — 98%. Не вмикайте режим «Буклет» у драйвері принтера.
1
Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυΐδ.
2
ΕΝ τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
3
υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα).
4
καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
5
ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα).
6
θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον.
7
πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; ᾿Εσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.
8
ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
9
ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.