Друк брошурою Виконується верстка сторінок…
Папір A4, альбомна орієнтація, поля «Немає», без колонтитулів. Друкуйте двосторонньо, з переворотом по короткому краю, у масштабі 100%; якщо принтер обрізає край — 98%. Не вмикайте режим «Буклет» у драйвері принтера.
1
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυΐδ
2
ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· οὐκ ἰδοὺ Δαυΐδ κέκρυπται παρ᾿ ἡμῖν;
3
Ο ΘΕΟΣ, ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
4
ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ρήματα τοῦ στόματός μου.
5
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ᾿ ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. (διάψαλμα). ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.
7
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
8
ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν·
9
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.