15
καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον, ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπ᾿ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν.