14
καὶ εἶπεν αὐτῷ· ὑγιαίνων ἔλθοις, ἀδελφέ, καὶ μή μοι ὀργισθῇς, ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ ᾿Ανανίαν καὶ ᾿Ιωνάθαν τοὺς υἱοὺς Σεμεΐ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς ῾Ιεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γεννημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν. ἐκ ρίζης καλῆς εἶ, ἀδελφέ,