11
ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσι, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπέθνησκον ὑπὸ τὴν νύκτα. ἀλλὰ τὸ νῦν ἔχον, ἡδέως γίνου. καὶ εἶπε Τωβίας· οὐ γεύομαι οὐδὲν ὧδε, ἕως ἂν στήσητε καὶ σταθῆτε πρός με. καὶ εἶπε Ραγουήλ· κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν· σὺ δέ ἀδελφὸς εἶ αὐτῆς, καὶ αὐτὴ σού ἐστιν· ὁ δὲ ἐλεήμων Θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα.