12
πρόσεχε σεαυτῷ, παιδίον, ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λάβε ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου· μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν, ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου, διότι υἱοὶ προφητῶν ἐσμεν. Νῶε, ῾Αβραάμ, ᾿Ισαάκ, ᾿Ιακώβ, οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος· μνήσθητι, παιδίον, ὅτι αὐτοὶ πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν, καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν.