Κεφάλαιο 3
1
ΚΑΙ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος ᾿Αμνὼν τῇ ᾿Αχιναὰμ τῇ ᾿Ιεζραηλίτιδι, ὁ δεύτερος Δαμνιὴλ τῇ ᾿Αβιγαίᾳ τῇ Καρμηλίᾳ,
2
ὁ τρίτος ᾿Αβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαΐ βασιλέως Γεδσούρ, ὁ τέταρτος ᾿Αδωνία υἱὸς ᾿Αγγίθ,
3
ὁ πέμπτος Σαφατία τῆς ᾿Αβιτάλ, ὁ ἕκτος ᾿Ιεθραὰμ τῇ ᾿Αγλᾷ γυναικὶ αὐτοῦ.
4
ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ.
5
καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ῾Ιερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ ᾿Αμιήλ,
6
καὶ ᾿Ιεβαὰρ καὶ ᾿Ελισὰ καὶ ᾿Ελιφαλὴθ
7
καὶ Ναγαὶ καὶ Ναφὲκ καὶ ᾿Ιαφιὲ
8
καὶ ῾Ελισαμὰ καὶ ᾿Ελιαδὰ καὶ ᾿Ελιφαλά, ἐννέα.
9
πάντες υἱοὶ Δαυίδ, πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θημὰρ ἀδελφὴ αὐτῶν.
10
υἱοὶ Σαλωμών· Ροβοάμ, ᾿Αβιὰ υἱὸς αὐτοῦ, ᾿Ασὰ υἱὸς αὐτοῦ, ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ,
11
᾿Ιωρὰμ υἱὸς αὐτοῦ, ᾿Οχοζίας υἱὸς αὐτοῦ, ᾿Ιωὰς υἱὸς αὐτοῦ,
12
᾿Αμασίας υἱὸς αὐτοῦ, ᾿Αζαρίας υἱὸς αὐτοῦ, ᾿Ιωάθαμ υἱὸς αὐτοῦ,
13
῎Αχαζ υἱὸς αὐτοῦ, ᾿Εζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ,
14
᾿Αμὼν υἱὸς αὐτοῦ, ᾿Ιωσία υἱὸς αὐτοῦ.
15
καὶ υἱοὶ ᾿Ιωσία· πρωτότοκος ᾿Ιωανάν, ὁ δεύτερος ᾿Ιωακίμ, ὁ τρίτος Σεδεκίας, ὁ τέταρτος Σαλούμ.
16
καὶ υἱοὶ ᾿Ιωακίμ· ᾿Ιεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
17
καὶ υἱοὶ ᾿Ιεχονία· ᾿Ασίρ, Σαλαθιὴλ υἱὸς αὐτοῦ,
18
Μελχιρὰμ καὶ Φαδαΐας καὶ Σανεσὰρ καὶ ᾿Ιεκεμία καὶ ῾Ωσαμὰθ καὶ Ναβαδίας.
19
καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ· Μοσολλὰμ καὶ ᾿Ανανία καὶ Σαλωμεθὶ ἀδελφὴ αὐτῶν
20
καὶ ᾿Ασουβὲ καὶ ᾿Οὸλ καὶ Βαραχία καὶ ᾿Ασαδία καὶ ᾿Ασοβέδ, πέντε.
21
καὶ υἱοὶ ᾿Ανανία· Φαλεττία καὶ ᾿Ιεσίας υἱὸς αὐτοῦ, Ραφὰλ υἱὸς αὐτοῦ, ᾿Ορνὰ υἱὸς αὐτοῦ, ᾿Αβδία υἱὸς αὐτοῦ, Σεχενίας υἱὸς αὐτοῦ.
22
καὶ υἱὸς Σεχενία, Σαμαΐα, καὶ υἱοὶ Σαμαΐα· Χαττοὺς καὶ ᾿Ιωὴλ καὶ Βερρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἓξ.
23
καὶ υἱοὶ Νωαδία· ᾿Ελιθενὰν καὶ ᾿Εζεκία καὶ ᾿Εζρικάμ, τρεῖς.
24
καὶ υἱοὶ ᾿Ελιθενάν· ᾿Οδολία καὶ ῾Ελιασεβὼν καὶ Φαδαΐα καὶ ᾿Ακοὺβ καὶ ᾿Ιωανὰν καὶ Δαλααΐα καὶ ᾿Ανάν, ἑπτά.