|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. | Beloved, believe not every spirit, but prove the spirits, whether they are of God; because many false prophets are gone out into the world. |
|
2
|
2
|
| Ἐν τούτῳ γινώσκεται τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστίν· | Hereby the Spirit of God is known: every spirit that confesseth that Jesus Christ is come in the flesh is of God: |
|
3
|
3
|
| καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. | and every spirit that confesseth not that Jesus Christ is come in the flesh is not of God: and this is the spirit of the antichrist, whereof ye have heard that it cometh; and now it is in the world already. |
|
4
|
4
|
| Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστέ, τεκνία, καὶ νενικήκατε αὐτούς· ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. | Ye are of God, my little children, and have overcome them: because greater is he that is in you than he that is in the world. |
|
5
|
5
|
| Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν, καὶ ὁ κόσμος αὐτῶν ἀκούει. | They are of the world: therefore speak they as of the world, and the world heareth them. |
|
6
|
6
|
| Ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμέν· ὁ γινώσκων τὸν θεόν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, οὐκ ἀκούει ἡμῶν. Ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. | We are of God: he that knoweth God heareth us; he who is not of God heareth us not. By this we know the spirit of truth, and the spirit of error. |
|
7
|
7
|
| Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστίν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν θεόν. | Beloved, let us love one another: for love is of God; and everyone that loveth is begotten of God, and knoweth God. |
|
8
|
8
|
| Ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν· ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. | He that loveth not knoweth not God; for God is love. |
|
9
|
9
|
| Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι’ αὐτοῦ. | Herein was the love of God manifested in us, that God hath sent his only begotten Son into the world that we might live through him. |
|
10
|
10
|
| Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. | Herein is love, not that we loved God, but that he loved us, and sent his Son to be the propitiation for our sins. |
|
11
|
11
|
| Ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. | Beloved, if God so loved us, we also ought to love one another. |
|
12
|
12
|
| Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. | No man hath beheld God at any time: if we love one another, God abideth in us, and his love is perfected in us: |
|
13
|
13
|
| Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. | hereby we know that we abide in him and he in us, because he hath given us of his Spirit. |
|
14
|
14
|
| Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. | And we have beheld and bear witness that the Father hath sent the Son to be the Savior of the world. |
|
15
|
15
|
| Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστὶν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ θεῷ. | Whosoever shall confess that Jesus is the Son of God, God abideth in him, and he in God. |
|
16
|
16
|
| Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει. | And we know and have believed the love which God hath in us. God is love; and he that abideth in love abideth in God, and God abideth in him. |
|
17
|
17
|
| Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ. | Herein is love made perfect with us, that we may have boldness in the day of judgment; because as he is, even so are we in this world. |
|
18
|
18
|
| Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. | There is no fear in love: but perfect love casteth out fear, because fear hath punishment; and he that feareth is not made perfect in love. |
|
19
|
19
|
| Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. | We love him, because he first loved us. |
|
20
|
20
|
| Ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν πῶς δύναται ἀγαπᾷν; | If a man say, I love God, and hateth his brother, he is a liar: for he that loveth not his brother whom he hath seen, how can he love God whom he hath not seen? |
|
21
|
21
|
| Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. | And this commandment have we from him, that he who loveth God love his brother also. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.