Завантаження...
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Κεφάλαιο 21
Глава 21
1
1
ΚΑΙ συνήθροισεν υἱὸς ῎Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν καὶ τριακονταδύο βασιλεῖς μετ᾿ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾿ αὐτήν. І було після цих подій: у Навуфея ізреелитянина в Ізреелі був виноградник поряд з палацом Ахава, царя Самарійського.
2
2
καὶ ἀπέστειλε πρὸς ᾿Αχαὰβ βασιλέα ᾿Ισραὴλ εἰς τὴν πόλιν, καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει υἱὸς ῎Αδερ· І сказав Ахав Навуфею, говорячи: віддай мені свій виноградник; з нього буде в мене овочевий сад, бо він близько до мого дому; а замість нього я дам тобі виноградник кращий за цей, або, якщо вгодно тобі, дам тобі срібла, скільки він коштує.
3
3
τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστι καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι. Але Навуфей сказав Ахаву: вбережи мене Господь, щоб я віддав тобі спадщину батьків моїх!
4
4
καὶ ἀπεκρίθη βασιλεὺς ᾿Ισραὴλ καὶ εἶπε· καθὼς ἐλάλησας, κύριέ μου βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά. І прийшов Ахав додому стривожений і засмучений тим словом, яке сказав йому Навуфей ізреелитянин, говорячи: не віддам тобі спадщини батьків моїх. І [у збентеженому дусі] ліг на постіль свою, і відвернув лице своє, і хліба не їв.
5
5
καὶ ἀνέστρεψαν οἱ ἄγγελοι, καὶ εἶπαν· τάδε λέγει ὁ υἱὸς ῎Αδερ· ἐγὼ ἀπέστειλα πρός σε λέγων· τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα σου δώσεις ἐμοί· І ввійшла до нього дружина його Ієзавель і сказала йому: від чого стривожений дух твій, що ти і хліба не їси?
6
6
ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρός σε, καὶ ἐρευνήσουσι τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν αὐτῶν, ἐφ᾿ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήψονται. Він сказав їй: коли я став говорити Навуфею ізреелитянину і сказав йому: «віддай мені виноградник твій за срібло, або, якщо хочеш, я дам тобі інший виноградник замість нього», тоді він сказав: «не віддам тобі виноградника мого, [спадщини батьків моїх]».
7
7
καὶ ἐκάλεσεν ὁ βασιλεὺς ᾿Ισραὴλ πάντας τοὺς πρεσβυτέρους τῆς γῆς καὶ εἶπε· γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκε πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾿ αὐτοῦ. І сказала йому Ієзавель, дружина його: що за царство було б в Ізраїлі, якби ти так робив? встань, їж хліб і будь спокійним; я дістану тобі виноградник Навуфея ізреелитянина.
8
8
καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός· μὴ ἀκούσῃς καὶ μὴ θελήσῃς. І написала вона від імені Ахава листи, і запечатала їх його печаткою, і послала ці листи до старійшин і знатних у його місті, які живуть з Навуфеєм.
9
9
καὶ εἶπε τοῖς ἀγγέλοις υἱοῦ ῎Αδερ· λέγετε τῷ κυρίῳ ὑμῶν· πάντα ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ρῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῇραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον. У листах вона писала так: оголосіть посаду і посадіть Навуфея на перше місце в народі;
10
10
καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς ῎Αδερ λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου. і проти нього посадіть двох негідних людей, які свідчили б на нього і сказали: «ти хулив Бога і царя»; і потім виведіть його, і побийте його камінням, щоб він помер.
11
11
καὶ ἀπεκρίθη ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ εἶπεν· ἱκανούσθω· μὴ καυχάσθω ὁ κυρτὸς ὡς ὁ ὀρθός. І зробили мужі міста його, старійшини і знатні, які жили в місті його, як наказала їм Ієзавель, так, як писано в листах, які вона послала до них.
12
12
καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς οἱ μετ᾿ αὐτοῦ ἐν σκηναῖς καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οἰκοδομήσατε χάρακα· καὶ ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν. Оголосили посаду і посадили Навуфея на чолі народу;
13
13
καὶ ἰδοὺ προφήτης εἷς προσῆλθε τῷ ᾿Αχαὰβ βασιλεῖ ᾿Ισραὴλ καὶ εἶπε· τάδε λέγει Κύριος· εἰ ἑώρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖράς σας, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος. і виступили двоє негідних людей і сіли проти нього, і свідчили на нього ці недобрі люди перед народом, і говорили: Навуфей хулив Бога і царя. І вивели його за місто, і побили його камінням, і він помер.
14
14
καὶ εἶπεν ᾿Αχαάβ· ἐν τίνι; καὶ εἶπε· τάδε λέγει Κύριος· ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν ᾿Αχαάβ· τίς συνάξει τὸν πόλεμον; καὶ εἶπε· σύ. І послали до Ієзавелі сказати: Навуфей побитий камінням і помер.
15
15
καὶ ἐπεσκέψατο ᾿Αχαὰβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσια τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πάντα υἱὸν δυνάμεως, ἑπτὰ χιλιάδας. Почувши, що Навуфея побито камінням і він помер, Ієзавель сказала Ахаву: встань, візьми у володіння виноградник Навуфея ізреелитянина, який не хотів віддати тобі за срібло; бо Навуфея немає в живих, він помер.
16
16
καὶ ἐξῆλθε μεσημβρίας· καὶ υἱὸς ῎Αδερ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηθοὶ μετ᾿ αὐτοῦ. Коли почув Ахав, що Навуфей [ізреелитянин] був убитий, [роздер одяг свій і надів на себе веретище, а потім] встав Ахав, щоб піти у виноградник Навуфея ізреелитянина і взяти його у володіння.
17
17
καὶ ἐξῆλθον ἄρχοντες παιδάρια τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσι καὶ ἀπαγγέλλουσι τῷ βασιλεῖ Συρίας λέγοντες· ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας. І було слово Господнє до Іллі фесвитянину:
18
18
καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς· встань, піди назустріч Ахаву, царю Ізраїльському, який у Самарії, ось, він тепер у винограднику Навуфея, куди прийшов, щоб узяти його у володіння;
19
19
καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν і скажи йому: «так говорить Господь: ти убив, і ще вступаєш у спадщину?» і скажи йому: «так говорить Господь: на тім місці, де пси лизали кров Навуфея, пси будуть лизати і твою кров».
20
20
ἐπάταξεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ᾿ αὐτοῦ, καὶ ἔφυγε Συρία, καὶ κατεδίωξεν αὐτοὺς ᾿Ισραήλ· καὶ σῴζεται υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἐφ᾿ ἵππου ἱππέως. І сказав Ахав Іллі: знайшов ти мене, во́роже мій! Він сказав: знайшов, бо ти віддався тому, щоб робити неугодне перед очима Господа [і прогнівляти Його].
21
21
καὶ ἐξῆλθεν ὁ βασιλεὺς ᾿Ισραὴλ καὶ ἔλαβε πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξε πληγὴν μεγάλην ἐν Συρίᾳ. [Так говорить Господь:] ось, Я наведу на тебе лиха і вимету за тобою і знищу в Ахава того, хто мочиться до стіни, й ув’язненого, і хто залишився в Ізраїлі.
22
22
καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα ᾿Ισραὴλ καὶ εἶπε· κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὅτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ υἱὸς ῎Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ. І зроблю з домом твоїм так, як зробив Я з домом Ієровоама, сина Наватового, і з домом Вааси, сина Ахиїного, за образу, якою ти прогнівив Мене і ввів Ізраїля в гріх.
23
23
καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον· Θεὸς ὀρέων Θεὸς ᾿Ισραὴλ καὶ οὐ Θεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾿ εὐθύ, εἰ μὴν κραταιώσωμεν ὑπὲρ αὐτούς. Також і про Ієзавель сказав Господь: пси з’їдять Ієзавель за стіною Ізрееля.
24
24
καὶ τὸ ρῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾿ αὐτῶν σατράπας, Хто помре у Ахава в місті, того з’їдять пси, а хто помре на полі, того роздзьобають птахи небесні;
25
25
καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾿ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως. не було ще такого, як Ахав, який віддався б тому, щоб робити неугодне перед очима Господа, до чого підбурювала його дружина його Ієзавель;
26
26
καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς ῎Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς ᾿Αφεκὰ εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ. він чинив дуже мерзенно, поклоняючись ідолам, як робили аморреї, яких Господь прогнав від лиця синів Ізраїлевих.
27
27
καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν ᾿Ισραὴλ ἐξεναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησε τὴν γῆν. Вислухавши всі слова ці, Ахав [розчулився перед Господом, ходив і плакав,] роздер одяг свій, і поклав на тіло своє веретище, і постився, і спав у веретищі, і ходив сумний.
28
28
καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ Θεοῦ καὶ εἶπε τῷ βασιλεῖ ᾿Ισραήλ· τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν εἶπε Συρία· Θεὸς ὀρέων Κύριος ὁ Θεὸς ᾿Ισραὴλ καὶ οὐ Θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος. І було слово Господнє до Іллі фесвитянина [про Ахава], і сказав Господь:
29
29
καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν ᾿Ισραὴλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ. бачиш, як смирився переді Мною Ахав? За те, що він смирився переді Мною, Я не наведу лиха у його дні; у дні сина його наведу лиха на дім його.
30
καὶ ἔφυγον οἱ κατάλοιποι εἰς ᾿Αφεκὰ εἰς τὴν πόλιν, καὶ ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς ῎Αδερ ἔφυγε καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος, εἰς τὸ ταμιεῖον.
31
καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· οἶδα ὅτι βασιλεῖς ᾿Ισραὴλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα ᾿Ισραήλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.
32
καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ ᾿Ισραήλ· δοῦλός σου υἱὸς ῎Αδερ λέγει· ζησάτω δὴ ἡ ψυχὴ ἡμῶν. καὶ εἶπεν· εἰ ἔτι ζῇ, ἀδελφός μού ἐστι.
33
καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἐσπείσαντο καὶ ἀνελέξαντο τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον· ἀδελφός σου υἱὸς ῎Αδερ. καὶ εἶπεν· εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθε πρὸς αὐτὸν υἱὸς ῎Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.
34
καὶ εἶπε πρὸς αὐτόν· τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σεαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην καὶ ἐξαπέστειλεν αὐτόν.
35
Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπε πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ Κυρίου· πάταξον δή με· καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν.
36
καὶ εἶπε πρὸς αὐτόν· ἀνθ᾿ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾿ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.
37
καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπε· πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος πατάξας καὶ συνέτριψε.
38
καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ ᾿Ισραὴλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο ἐν τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.
39
καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλεύς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν· ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγε πρός με ἄνδρα καὶ εἶπε πρός με· φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις·
40
καὶ ἐγενήθη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς ᾿Ισραήλ· ἰδοὺ καὶ τὰ ἔνεδρα παρ᾿ ἐμοὶ ἐφόνευσας.
41
καὶ ἔσπευσε καὶ ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς ᾿Ισραήλ, ὅτι ἐκ τῶν προφητῶν οὗτος.
42
καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.
43
καὶ ἀπῆλθεν ὁ βασιλεὺς ᾿Ισραὴλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.

Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.