Κεφάλαιο 4
1
ΚΑΙ ἦν ὁ βασιλεὺς Σαλωμὼν βασιλεύων ἐπὶ ᾿Ισραήλ.
2
καὶ οὗτοι ἄρχοντες οἳ ἦσαν αὐτῷ. ᾿Αζαρίας υἱὸς Σαδὼκ
3
καὶ ᾿Ελιαρὲφ καὶ ᾿Αχιὰ υἱὸς Σαβὰ γραμματεῖς. καὶ ᾿Ιωσαφὰτ υἱὸς ᾿Αχιλὶδ ἀναμιμνήσκων
4
καὶ Βαναίας υἱὸς ᾿Ιωδαὲ ἐπὶ τῆς δυνάμεως καὶ Σαδὼκ καὶ ᾿Αβιάθαρ ἱερεῖς
5
καὶ ᾿Ορνία υἱὸς Νάθαν ἐπὶ τῶν καθεσταμένων καὶ Ζαβούθ υἱὸς Νάθαν ἑταῖρος τοῦ βασιλέως
6
καὶ ᾿Αχιὴλ ἦν οἰκονόμος καὶ ᾿Ελιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς καὶ ᾿Αδωνιρὰμ υἱὸς ᾿Εφρὰ ἐπὶ τῶν φόρων.
7
καὶ τῷ Σαλωμὼν δώδεκα καθεσταμένοι ἐπὶ πάντα ᾿Ισραὴλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
8
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενὼρ ἐν ὄρει ᾿Εφραίμ, εἷς·
9
υἱὸς Δακὰρ ἐν Μαχεμὰς καὶ ἐν Σαλαβὶν καὶ Βαιθσαμὺς καὶ Αἰλὼν ἕως Βηθανάν, εἷς·
10
υἱὸς ᾿Εσδὶ ἐν ᾿Αραβώθ, αὐτοῦ Σωχὼ καὶ πᾶσα ἡ γῆ ᾿Οφέρ·
11
Χαναδὰβ καὶ ᾿Αναφαθέ, ἀνὴρ Ταβλήθ, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
12
Βαανὰ υἱὸς ᾿Αχιλὶδ Θαανὰχ καὶ Μαγεδδὼ καὶ πᾶς ὁ οἶκος Σὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ ᾿Εσραὲ καὶ ἐκ Βηθσὰν ἕως Σαβελμαουλᾶ, ἕως Μαεβὲρ Λουκάμ, εἷς·
13
υἱὸς Γαβὲρ ἐν Ρεμὰθ Γαλαάδ, τούτῳ σχοίνισμα ᾿Ερεγαβά, ἣ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
14
᾿Αχιναδὰβ υἱὸς Σαδδὼ Μααναΐμ, εἷς·
15
᾿Αχιμαὰς ἐν Νεφθαλίμ, καὶ οὗτος ἔλαβε τὴν Βασεμμὰθ θυγατέρα Σαλωμὼν εἰς γυναῖκα, εἷς·
16
Βαανᾶ υἱὸς Χουσὶ ἐν ᾿Ασὴρ καὶ ἐν Βααλώθ, εἷς·
17
Σαμαὰ υἱὸς ᾿Ηλὰ ἐν τῷ Βενιαμίν·
18
Γαβὲρ υἱὸς ᾿Αδαΐ ἐν τῇ γῇ Γάδ, καὶ Σηὼν βασιλέως τοῦ ᾿Εσεβὼν καὶ ῍Ωγ βασιλέως τοῦ Βασάν· καὶ νασὶφ εἷς ἐν γῇ ᾿Ιούδα·
19
᾿Ιωσαφὰτ υἱὸς Φουασοὺδ ἐν ᾿Ισσάχαρ.* —————————————— *
20
Καὶ ᾿Ιούδα καὶ ᾿Ισραὴλ πολλοὶ ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἔσθοντες καὶ πίνοντες καὶ εὐφραινόμενοι.