|
ΒΑΣΙΛΕΙΩΝ А΄
|
1 Samuel
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΑΝΘΡΩΠΟΣ ἦν ἐξ ᾿Αρμαθαὶμ Σιφά, ἐξ ὄρους ᾿Εφραίμ, καὶ ὄνομα αὐτῷ ῾Ελκανὰ υἱὸς ῾Ιερεμεὴλ υἱοῦ ᾿Ηλιοὺ υἱοῦ Θοκὲ ἐν Νασὶβ ᾿Εφραίμ. | There was a man of Armathaim Sipha, of mount Ephraim, and his name was Helkana, a son of Jeremeel the son of Elias the son of Thoke, in Nasib Ephraim. |
|
2
|
2
|
| καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ ῎Αννα,καὶ ὄνομα τῇ δευτέρᾳ Φεννάνα· καὶ ἦν τῇ Φεννάνᾳ παιδία, καὶ τῇ ῎Αννᾳ οὐκ ἦν παιδίον. | And he had two wives; the name of the one was Anna, and the name of the second Phennana. And Phennana had children, but Anna had no child. |
|
3
|
3
|
| καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ ᾿Αρμαθαὶμ προσκυνεῖν καὶ θύειν Κυρίῳ τῷ Θεῷ Σαβαὼθ εἰς Σηλώ· καὶ ἐκεῖ ῾Ηλὶ καὶ οἱ δύο υἱοὶ αὐτοῦ ᾿Οφνὶ καὶ Φινεὲς ἱερεῖς τοῦ Κυρίου. | And the man went up from year to year from his city, from Armathaim, to worship and sacrifice to the Lord God of Sabaoth at Selom: and there were Heli and his two sons Ophni and Phinees, the priests of the Lord. |
|
4
|
4
|
| καὶ ἐγενήθη ἡμέρα καὶ ἔθυσεν ῾Ελκανὰ καὶ ἔδωκε τῇ Φεννάνᾳ, γυναικὶ αὐτοῦ, καὶ τοῖς υἱοῖς αὐτῆς μερίδας· | And the day came, and Helkana sacrificed, and gave portions to his wife Phennana and her children. |
|
5
|
5
|
| καὶ τῇ ῎Αννᾳ ἔδωκε μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον, πλὴν ὅτι τὴν ῎Ανναν ἠγάπα ῾Ελκανὰ ὑπὲρ ταύτην. καὶ Κύριος ἀπέκλεισε τὰ περὶ τὴν μήτραν αὐτῆς, | And to Anna he gave a prime portion, because she had no child, only Helkana loved Anna more than the other; but the Lord had closed her womb. |
|
6
|
6
|
| ὅτι οὐκ ἔδωκεν αὐτῇ Κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαντῆς θλίψεως αὐτῆς, καὶ ἠθύμει διὰ τοῦτο, ὅτι συνέκλεισε Κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον. | For the Lord gave her no child in her affliction, and according to the despondency of her affliction; and she was dispirited on this account, that the Lord shut up her womb so as not to give her a child. |
|
7
|
7
|
| οὕτως ἐποίει ἐνιαυτὸν κατ᾿ ἐνιαυτόν, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου· καὶ ἠθύμει καὶ ἔκλαιε καὶ οὐκ ἤσθιε. | So she did year by year, in going up to the house of the Lord; and she was dispirited, and wept, and did not eat. |
|
8
|
8
|
| καὶ εἶπεν αὐτῇ ῾Ελκανὰ ὁ ἀνὴρ αὐτῆς· ῎Αννα. καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐγώ, κύριε. καί εἶπεν αὐτῇ· τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἱνατί οὐκ ἐσθίεις; καὶ ἱνατί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα; | And Helkana her husband said to her, Anna: and she said to him, Here am I, my lord: and he said to her, What ails thee that thou weepest? and why dost thou not eat? and why does thy heart smite thee? am I not better to thee than ten children? |
|
9
|
9
|
| καὶ ἀνέστη ῎Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼ καὶ κατέστη ἐνώπιον Κυρίου, καὶ ῾Ηλὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου. | And Anna rose up after they had eaten in Selom, and stood before the Lord: and Heli the priest was on a seat by the threshold of the temple of the Lord. |
|
10
|
10
|
| καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς Κύριον καὶ κλαίουσα ἔκλαυσε | And she was very much grieved in spirit, and prayed to the Lord, and wept abundantly. |
|
11
|
11
|
| καὶ ηὔξατο εὐχὴν Κυρίῳ λέγουσα· ᾿Αδωναΐ Κύριε ᾿Ελωὲ Σαβαώθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. | And she vowed a vow to the Lord, saying, O Lord God of Sabaoth, if thou wilt indeed look upon the humiliation of thine handmaid, and remember me, and give to thine handmaid a man-child, then will I indeed dedicate him to thee till the day of his death; and he shall drink no wine nor strong drink, and no razor shall come upon his head. |
|
12
|
12
|
| καὶ ἐγενήθη ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυρίου, καὶ ῾Ηλὶ ὁ ἱερεὺς ἐφύλαξε τὸ στόμα αὐτῆς· | And it came to pass, while she was long praying before the Lord, that Heli the priest marked her mouth. |
|
13
|
13
|
| καὶ αὕτη ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴ ῾Ηλὶ εἰς μεθύουσαν. | And she was speaking in her heart, and her lips moved, but her voice was not heard: and Heli accounted her a drunken woman. |
|
14
|
14
|
| καὶ εἶπεν αὐτῇ τὸ παιδάριον ῾Ηλί· ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου Κυρίου. | And the servant of Heli said to her, How long wilt thou be drunken? take away thy wine from thee, and go out from the presence of the Lord. |
|
15
|
15
|
| καὶ ἀπεκρίθη ῎Αννα καὶ εἶπεν· οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου· | And Anna answered and said, Nay, my lord, I live in a hard day, and I have not drunk wine or strong drink, and I pour out my soul before the Lord. |
|
16
|
16
|
| μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν, ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. | Count not thy handmaid for a pestilent woman, for by reason of the abundance of my importunity I have continued my prayer until now. |
|
17
|
17
|
| καὶ ἀπεκρίθη ῾Ηλὶ καὶ εἶπεν αὐτῇ· πορεύου εἰς εἰρήνην· ὁ Θεὸς ᾿Ισραὴλ δώῃ σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ᾿ αὐτοῦ. | And Heli answered and said to her, Go in peace: the God of Israel give thee all thy petition, which thou hast asked of him. |
|
18
|
18
|
| καὶ εἶπεν· εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου. καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγε μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιε, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι. | And she said, Thine handmaid has found favour in thine eyes: and the woman went her way, and entered into her lodging, and ate and drank with her husband, and her countenance was no more sad. |
|
19
|
19
|
| καὶ ὀρθρίζουσι τὸ πρωΐ καὶ προσκυνοῦσι τῷ Κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλθεν ῾Ελκανὰ εἰς τὸν οἶκον αὐτοῦ ᾿Αρμαθαὶμ καὶ ἔγνω τὴν ῎Ανναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσθη αὐτῆς Κύριος, καὶ συνέλαβε. | And they rise early in the morning, and worship the Lord, and they go their way: and Helkana went into his house at Armathaim, and knew his wife Anna; and the Lord remembered her, and she conceived. |
|
20
|
20
|
| καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαμουὴλ καὶ εἶπεν· ὅτι παρὰ Κυρίου Θεοῦ Σαβαὼθ ᾐτησάμην αὐτόν. | And it came to pass when the time was come, that she brought forth a son, and called his name Samuel, and said, Because I asked him of the Lord God of Sabaoth. |
|
21
|
21
|
| Καὶ ἀνέβη ὁ ἄνθρωπος ῾Ελκανὰ καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλὼμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ· | And the man Helkana and all his house went up to offer in Selom the yearly sacrifice, and his vows, and all the tithes of his land. |
|
22
|
22
|
| καὶ ῎Αννα οὐκ ἀνέβη μετ᾿ αὐτοῦ, ὅτι εἶπε τῷ ἀνδρὶ αὐτῆς· ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀφθήσεται τῷ προσώπῳ Κυρίου καὶ καθήσεται ἕως αἰῶνος ἐκεῖ. | But Anna did not go up with him, for she said to her husband, I will not go up until the child goes up, when I have weaned him, and he shall be presented before the Lord, and he shall abide there continually. |
|
23
|
23
|
| καὶ εἶπεν αὐτῇ ῾Ελκανὰ ὁ ἀνὴρ αὐτῆς· ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι Κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασε τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν. | And Helkana her husband said to her, Do that which is good in thine eyes, abide still until thou shalt have weaned him; but may the Lord establish that which comes out of thy mouth: and the woman tarried, and suckled her son until she had weaned him. |
|
24
|
24
|
| καὶ ἀνέβη μετ᾿ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οἰφὶ σεμιδάλεως καὶ νέβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον Κυρίου ἐν Σηλώμ, καὶ τὸ παιδάριον μετ᾿ αὐτῶν. | And she went up with him to Selom with a calf of three years old, and loaves, and an ephah of fine flour, and a bottle of wine: and she entered into the house of the Lord in Selom, and the child with them. |
|
25
|
25
|
| καὶ προσήγαγον ἐνώπιον Κυρίου, καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ Κυρίῳ, καὶ προσήγαγε τὸ παιδάριον καὶ ἔσφαξε τὸν μόσχον. καὶ προσήγαγεν ῎Αννα ἡ μήτηρ τοῦ παιδίου πρὸς ῾Ηλὶ | And they brought him before the Lord; and his father slew his offering which he offered from year to year to the Lord; and he brought near the child, and slew the calf; and Anna the mother of the child brought him to Heli. |
|
26
|
26
|
| καὶ εἶπεν· ἐν ἐμοί, κύριε· ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου μετὰ σοῦ ἐν τῷ προσεύξασθαι πρὸς Κύριον· | And she said, I pray thee, my lord, as thy soul liveth, I am the woman that stood in thy presence with thee while praying to the Lord. |
|
27
|
27
|
| ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾿ αὐτοῦ· | For this child I prayed; and the Lord has given me my request that I asked of him. |
|
28
|
28
|
| κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ Κυρίῳ. Καὶ εἶπεν. | And I lend him to the Lord all his days that he lives, a loan to the Lord: and she said, |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΕΣΤΕΡΕΩΘΗ ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου· ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίᾳ σου. | My heart is established in the Lord, my horn is exalted in my God; my mouth is enlarged over my enemies, I have rejoiced in thy salvation. |
|
2
|
2
|
| ὅτι οὐκ ἔστιν ἅγιος ὡς Κύριος, καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλήν σου. | For there is none holy as the Lord, and there is none righteous as our God: there is none holy beside thee. |
|
3
|
3
|
| μὴ καυχᾶσθε, καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι Θεὸς γνώσεων Κύριος καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. | Boast not, and utter not high things; let not high-sounding words come out of your mouth, for the Lord is a God of knowledge, and God prepares his own designs. |
|
4
|
4
|
| τόξον δυνατῶν ἠσθένησε, καὶ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· | The bow of the mighty has waxed feeble, and the weak have girded themselves with strength. |
|
5
|
5
|
| πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε. | They that were full of bread are brought low; and the hungry have forsaken the land; for the barren has born seven, and she that abounded in children has waxed feeble. |
|
6
|
6
|
| Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει· | The Lord kills and makes alive; he brings down to the grave, and brings up. |
|
7
|
7
|
| Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. | The Lord makes poor, and makes rich; he brings low, and lifts up. |
|
8
|
8
|
| ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστῶν λαοῦ καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. | He lifts up the poor from the earth, and raises the needy from the dunghill; to seat him with the princes of the people, and causing them to inherit the throne of glory: |
|
9
|
9
|
| διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύϊ δυνατὸς ἀνήρ, | granting his petition to him that prays; and he blesses the years of the righteous, for by strength cannot man prevail. |
|
10
|
10
|
| Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾿ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν τὸν Κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. | The Lord will weaken his adversary; the Lord is holy. Let not the wise man boast in his wisdom, nor let the mighty man boast in his strength, and let not the rich man boast in his wealth; but let him that boasts boast in this, to understand and know the Lord, and to execute judgment and justice in the midst of the earth. The Lord has gone up to the heavens, and has thundered: he will judge the extremities of the earth, and he gives strength to our kings, and will exalt the horn of his Christ. And she left him there before the Lord, |
|
11
|
11
|
| Καὶ κατέλιπεν αὐτὸν ἐκεῖ ἐνώπιον Κυρίου καὶ ἀπῆλθεν εἰς ᾿Αρμαθαίμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ Κυρίου ἐνώπιον ῾Ηλὶ τοῦ ἱερέως. | and departed to Armathaim: and the child ministered in the presence of the Lord before Heli the priest. |
|
12
|
12
|
| Καὶ οἱ υἱοὶ ῾Ηλὶ τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν Κύριον. καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ θύοντος· | And the sons of Heli the priest were evil sons, not knowing the Lord. |
|
13
|
13
|
| καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήθη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ, | And the priest's claim from every one of the people that sacrificed was this: the servant of the priest came when the flesh was in seething, and a flesh-hook of three teeth was in his hand. |
|
14
|
14
|
| καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκεῖον ἢ εἰς τὴν χύτραν· καὶ πᾶν, ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ ᾿Ισραὴλ τοῖς ἐρχομένοις θῦσαι Κυρίῳ ἐν Σηλὼμ. | And he struck it into the great caldron, or into the brazen vessel, or into the pot, and whatever came up with the flesh-hook, the priest took for himself: so they did to all Israel that came to sacrifice to the Lord in Selom. |
|
15
|
15
|
| καὶ πρὶν θυμιαθῆναι τὸ στέαρ, ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγε τῷ ἀνδρὶ τῷ θύοντι· δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ κρέας ἑφθὸν ἐκ τοῦ λέβητος. | And before the fat was burnt for a sweet savour, the servant of the priest would come, and say to the man that sacrificed, Give flesh to roast for the priest, and I will by no means take of thee sodden flesh out of the caldron. |
|
16
|
16
|
| καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων· θυμιαθήτω πρῶτον, ὡς καθήκει, τὸ στέαρ, καὶ λάβε σεαυτῷ ἐκ πάντων, ὧν ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ εἶπεν· οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήψομαι κραταιῶς. | And if the man that sacrificed said, First let the fat be burned, as it is fit, and take for thyself of all things which thy soul desires: then he would say, Nay, for thou shalt give it me now; and if not, I will take it by force. |
|
17
|
17
|
| καὶ ἦν ἡ ἁμαρτία ἐνώπιον Κυρίου τῶν παιδαρίων μεγάλη σφόδρα, ὅτι ἠθέτουν τὴν θυσίαν Κυρίου. | So the sin of the young men was very great before the Lord, for they set at nought the offering of the Lord. |
|
18
|
18
|
| καὶ Σαμουὴλ ἦν λειτουργῶν ἐνώπιον Κυρίου παιδάριον περιεζωσμένον ἐφοὺδ βάρ, | And Samuel ministered before the Lord, a child girt with a linen ephod. |
|
19
|
19
|
| καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ καὶ ἀνέφερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς θῦσαι τὴν θυσίαν τῶν ἡμερῶν. | And his mother made him a little doublet, and brought it to him from year to year, in her going up in company with her husband to offer the yearly sacrifice. |
|
20
|
20
|
| καὶ εὐλόγησεν ῾Ηλὶ τὸν ῾Ελκανὰ καὶ τὴν γυναῖκα αὐτοῦ λέγων· ἀποτίσαι σοι Κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. καὶ ἀπῆλθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτοῦ, | And Heli blessed Helcana and his wife, saying, The Lord recompense to thee seed of this woman, in return for the loan which thou hast lent to the Lord: and the man returned to his place. |
|
21
|
21
|
| καὶ ἐπεσκέψατο Κύριος τὴν ῎Ανναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο θυγατέρας. καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουὴλ ἐνώπιον Κυρίου. | And the Lord visited Anna, and she bore yet three sons, and two daughters. And the child Samuel grew before the Lord. |
|
22
|
22
|
| Καὶ ῾Ηλὶ πρεσβύτης σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς ᾿Ισραήλ, | And Heli was very old, and he heard what his sons did to the children of Israel. |
|
23
|
23
|
| καὶ εἶπεν αὐτοῖς· ἱνατί ποιεῖτε κατὰ τὸ ρῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ Κυρίου; | And he said to them, Why do ye according to this thing, which I hear from the mouth of all the people of the Lord? |
|
24
|
24
|
| μή, τέκνα, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν Θεῷ. | Nay my sons, for the report which I hear is not good; do not so, for the reports which I hear are not good, so that the people do not serve God. |
|
25
|
25
|
| ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς Κύριον· καὶ ἐὰν τῷ Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς φωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο Κύριος διαφθεῖραι αὐτούς. | If a man should at all sin against another, then shall they pray for him to the Lord; but if a man sin against the Lord, who shall intreat for him? But they hearkened not to the voice of their father, because the Lord would by all means destroy them. |
|
26
|
26
|
| καὶ τὸ παιδάριον Σαμουὴλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἦν ἀγαθὸν μετά Κυρίου καὶ μετὰ ἀνθρώπων. | And the child Samuel advanced, and was in favour with God and with men. |
|
27
|
27
|
| καὶ ἦλθεν ὁ ἄνθρωπος Θεοῦ πρὸς ῾Ηλὶ καὶ εἶπε· τάδε λέγει Κύριος· ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἶκον τοῦ πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραὼ | And a man of God came to Heli, and said, Thus says the Lord, I plainly revealed myself to the house of thy father, when they were servants in Egypt to the house of Pharao. |
|
28
|
28
|
| καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων ᾿Ισραὴλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμιᾶν θυμίαμα καὶ αἴρειν ἐφοὺδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν ᾿Ισραὴλ εἰς βρῶσιν· 29ἱνατί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδεῖ ὀφθαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσθαι ἀπαρχῆς πάσης θυσίας τοῦ ᾿Ισραὴλ ἔμπροσθέν μου; | And I chose the house of thy father out of all the tribes of Israel to minister to me in the priest's office, to go up to my altar, and to burn incense, and to wear an ephod. And I gave to the house of thy father all the offerings by fire of the children of Israel for food. |
|
30
|
30
|
| διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· εἶπα· ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν φησὶ Κύριος· μηδαμῶς ἐμοί, ὅτι ἀλλ᾿ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. | Therefore thus says the Lord God of Israel, I said, Thy house and the house of thy father shall pass before me for ever: but now the Lord says, That be far from me; for I will only honour them that honour me, and he that sets me at nought shall be despised. |
|
31
|
31
|
| ἰδοὺ ἔρχονται ἡμέραι καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου, | Behold, the days come when I will destroy thy seed and the seed of thy father's house. |
|
32
|
32
|
| καὶ οὐκ ἔσται σοι πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας· | And thou shalt not have an old man in my house for ever. |
|
33
|
33
|
| καὶ ἄνδρα οὐκ ἐξολοθρεύσω σοι ἀπὸ τοῦ θυσιαστηρίου μου ἐκλείπειν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ρομφαίᾳ ἀνδρῶν. | And if I do not destroy a man of thine from my altar, it shall be that his eyes may fail and his soul may perish; and every one that remains in thy house shall fall by the sword of men. |
|
34
|
34
|
| καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου, ᾿Οφνὶ καὶ Φινεές· ἐν μιᾷ ἡμέρᾳ ἀποθανοῦνται ἀμφότεροι. | And this which shall come upon thy two sons Ophni and Phinees shall be a sign to thee; in one day they shall both die. |
|
35
|
35
|
| καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἀνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας. | And I will raise up to myself a faithful priest, who shall do all that is in my heart and in my soul; and I will build him a sure house, and he shall walk before my Christ for ever. |
|
36
|
36
|
| καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων· παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου φαγεῖν ἄρτον. | And it shall come to pass that he that survives in thy house, shall come to do obeisance before him for a little piece of silver, saying, Put me into one of thy priests' offices to eat bread. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΚΑΙ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον ῾Ηλὶ τοῦ ἱερέως· καὶ ρῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. | And the child Samuel ministered to the Lord before Heli the priest: and the word of the Lord was precious in those days, there was no distinct vision. |
|
2
|
2
|
| καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ῾Ηλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν. | And it came to pass at that time that Heli was sleeping in his place; and his eyes began to fail, and could not see. |
|
3
|
3
|
| καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ. | And the lamp of God was burning before it was trimmed, and Samuel slept in the temple, where was the ark of God. |
|
4
|
4
|
| καὶ ἐκάλεσε Κύριος· Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν· ἰδοὺ ἐγώ. | And the Lord called, Samuel, Samuel; and he said, Behold, here am I. |
|
5
|
5
|
| καὶ ἔδραμε πρὸς ῾Ηλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε. | And he ran to Heli, and said, Here am I, for thou didst call me: and he said, I did not call thee; return, go to sleep; and he returned and went to sleep. |
|
6
|
6
|
| καὶ προσέθετο Κύριος καὶ ἐκάλεσε· Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς ῾Ηλὶ τὸ δεύτερον καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν· οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· | And the Lord called again, Samuel, Samuel: and he went to Heli the second time, and said, Behold here am I, for thou didst call me: and he said, I called thee not; return, go to sleep. |
|
7
|
7
|
| καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι Θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ρῆμα Κυρίου. | And it was before Samuel knew the Lord, and before the word of the Lord was revealed to him. |
|
8
|
8
|
| καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς ῾Ηλὶ καὶ εἶπεν· ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο ῾Ηλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον, | And the Lord called Samuel again for the third time: and he arose and went to Heli, and said, Behold, I am here, for thou didst call me: and Heli perceived that the Lord had called the child. |
|
9
|
9
|
| καὶ εἶπεν· ἀνάστρεφε, κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε καὶ ἐρεῖς· λάλει, Κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθῃ Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. | And he said, Return, child, go to sleep; and it shall come to pass if he shall call thee, that thou shalt say, Speak, for thy servant hears: and Samuel went and lay down in his place. |
|
10
|
10
|
| καὶ ἦλθε Κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπε Σαμουήλ· λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. | And the Lord came, and stood, and called him as before: and Samuel said, Speak, for thy servant hears. |
|
11
|
11
|
| καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἰδοὺ ἐγὼ ποιῶ τὰ ρήματά μου ἐν ᾿Ισραήλ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. | And the Lord said to Samuel, Behold, I execute my words in Israel; whoever hears them, both his ears shall tingle. |
|
12
|
12
|
| ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ ῾Ηλὶ πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. | In that day I will raise up against Heli all things that I have said against his house; I will begin, and I will make an end. |
|
13
|
13
|
| καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς | And I have told him that I will be avenged on his house perpetually for the iniquities of his sons, because his sons spoke evil against God, and he did not admonish them. |
|
14
|
14
|
| καὶ οὐδ᾿ οὕτως. ὤμοσα τῷ οἴκῳ ῾Ηλί· εἰ ἐξιλασθήσεται ἀδικία οἴκου ῾Ηλὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος. | And it shall not go on so; I have sworn to the house of Eli, the iniquity of the house of Eli shall not be atoned for with incense or sacrifices for ever. |
|
15
|
15
|
| καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωΐ καὶ ὤρθρισε τὸ πρωΐ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ ῾Ηλί. | And Samuel slept till morning, and rose early in the morning, and opened the doors of the house of the Lord; and Samuel feared to tell Heli the vision. |
|
16
|
16
|
| καὶ εἶπεν ῾Ηλὶ πρὸς Σαμουήλ· Σαμουὴλ τέκνον· καὶ εἶπεν· ἰδοὺ ἐγώ. | And Heli said to Samuel, Samuel, my son; and he said, Behold, here am I. |
|
17
|
17
|
| καὶ εἶπε· τί τὸ ρῆμα τὸ λαληθὲν πρός σε; μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ᾿ ἐμοῦ ρῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου. | And he said, What was the word that was spoken to thee? I pray thee hide it not from me: may God do these things to thee, and more also, if thou hide from me any thing of all the words that were spoken to thee in thine ears. |
|
18
|
18
|
| καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾿ αὐτοῦ. καὶ εἶπεν ῾Ηλί· Κύριος αὐτός, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει. | And Samuel reported all the words, and hid them not from him. And Heli said, He is the Lord, he shall do that which is good in his sight. |
|
19
|
19
|
| καὶ ἐμεγαλύνθη Σαμουήλ, καὶ ἦν Κύριος μετ᾿ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. | And Samuel grew, and the Lord was with him, and there did not fall one of his words to the ground. |
|
20
|
20
|
| καὶ ἔγνωσαν πᾶς ᾿Ισραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ὅτι πιστὸς Σαμουὴλ εἰς προφήτην τῷ Κυρίῳ. | And all Israel knew from Dan even to Bersabee, that Samuel was faithful as a prophet to the Lord. |
|
21
|
21
|
| καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα ᾿Ισραὴλ ἀπ᾿ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ ῾Ηλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου. | And the Lord manifested himself again in Selom, for the Lord revealed himself to Samuel; and Samuel was accredited to all Israel as a prophet to the Lord from one end of the land to the other: and Heli was very old, and his sons kept advancing in wickedness, and their way was evil before the Lord. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐπὶ ᾿Ισραὴλ εἰς πόλεμον· καὶ ἐξῆλθεν ᾿Ισραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ ᾿Αβενέζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν ᾿Αφέκ. | And it came to pass in those days that the Philistines gathered themselves together against Israel to war; and Israel went out to meet them and encamped at Aben-ezer, and the Philistines encamped in Aphec. |
|
2
|
2
|
| καὶ παρατάσσονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ ᾿Ισραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν. | And the Philistines prepare to fight with Israel, and the battle was turned against them; and the men of Israel fell before the Philistines, and there were smitten in the battle in the field four thousand men. |
|
3
|
3
|
| καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι ᾿Ισραήλ· κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν. | And the people came to the camp, and the elders of Israel said, Why has the Lord caused us to fall this day before the Philistines? let us take the ark of our God out of Selom, and let it proceed from the midst of us, and it shall save us from the hand of our enemies. |
|
4
|
4
|
| καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου Χερουβίμ· καὶ ἀμφότεροι οἱ υἱοὶ ῾Ηλὶ μετὰ τῆς κιβωτοῦ, ᾿Οφνὶ καὶ Φινεές. | And the people sent to Selom, and they take thence the ark of the Lord who dwells between the cherubs: and both the sons of Heli, Ophni and Phinees, were with the ark. |
|
5
|
5
|
| καὶ ἐγενήθη ὡς ἦλθεν ἡ κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξε πᾶς ᾿Ισραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ. | And it came to pass when the ark of the Lord entered into the camp, that all Israel cried out with a loud voice, and the earth resounded. |
|
6
|
6
|
| καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι· τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν τῇ παρεμβολῇ τῶν ῾Εβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν. | And the Philistines heard the cry, and the Philistines said, What is this great cry in the camp of the Hebrews: and they understood that the ark of the Lord was come into the camp. |
|
7
|
7
|
| καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον· οὗτοι οἱ θεοὶ ἥκασι πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονε τοιαύτη ἐχθὲς καὶ τρίτην. | And the Philistines feared, and said, These are the Gods that are come to them into the camp. |
|
8
|
8
|
| οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοί, οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ. | Woe to us, O Lord, deliver us to-day, for such a thing has not happened aforetime: woe to us, who shall deliver us out of the hand of these mighty Gods? these are the Gods that smote Egypt with every plague, and in the wilderness. |
|
9
|
9
|
| κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας ἀλλόφυλοι, ὅπως μὴ δουλεύσητε τοῖς ῾Εβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς. | Strengthen yourselves and behave yourselves like men, O ye Philistines, that ye may not serve the Hebrews as they have served us, but be ye men and fight with them. |
|
10
|
10
|
| καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ ᾿Ισραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγή μεγάλη σφόδρα, καὶ ἔπεσον ἐξ ᾿Ισραὴλ τριάκοντα χιλιάδες ταγμάτων. | And they fought with them; and the men of Israel fall, and they fled every man to his tent; and there was a very great slaughter; and there fell of Israel thirty thousand fighting men. |
|
11
|
11
|
| καὶ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ ῾Ηλὶ ἀπέθανον, ᾿Οφνὶ καὶ Φινεές. | And the ark of God was taken, and both the sons of Heli, Ophni and Phinees, died. |
|
12
|
12
|
| Καὶ ἔδραμεν ἀνὴρ ᾿Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. | And there ran a man of Benjamin out of the battle, and he came to Selom on that day: and his clothes were rent, and earth was upon his head. |
|
13
|
13
|
| καὶ ἦλθε, καὶ ἰδοὺ ῾Ηλὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλη σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις. | And he came, and behold, Heli was upon the seat by the gate looking along the way, for his heart was greatly alarmed for the ark of God: and the man entered into the city to bring tidings; and the city cried out. |
|
14
|
14
|
| καὶ ἤκουσεν ῾Ηλὶ τὴν φωνὴν τῆς βοῆς καὶ εἶπε· τίς ἡ φωνὴ τῆς βοῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθε καὶ ἀπήγγειλε τῷ ῾Ηλί. | And Heli heard the sound of the cry, and said, What is the voice of this cry? and the man hasted and went in, and reported to Heli. |
|
15
|
15
|
| καὶ ῾Ηλὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἐπέβλεπε· | Now Heli was ninety years old, and his eyes were fixed, and he saw not. |
|
16
|
16
|
| καὶ εἶπεν ῾Ηλὶ τοῖς ἀνδράσι τοῖς περιεστηκόσιν αὐτῷ· τίς ἡ φωνὴ τοῦ ἤχου τούτου; καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθε πρὸς ῾Ηλὶ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν ῾Ηλί· τί τὸ γεγονὸς ρῆμα, τέκνον; | And Heli said to them that stood round about him, What is the voice of this sound? And the man hasted and advanced to Heli, and said to him, I am he that is come out of the camp, and I have fled from the battle to-day: and Heli said, What is the event, my son? |
|
17
|
17
|
| καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπε· πέφευγεν ἀνὴρ ᾿Ισραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοὶ σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. | And the young man answered and said, The men of Israel fled from the face of the Philistines, and there was a great slaughter among the people, and both thy sons are dead, and the ark of God is taken. |
|
18
|
18
|
| καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινε τὸν ᾿Ισραὴλ εἴκοσιν ἔτη. | And it came to pass, when he mentioned the ark of God, that he fell from the seat backward near the gate, and his back was broken, and he died, for he was an old man and heavy: and he judged Israel twenty years. |
|
19
|
19
|
| Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀγγελίαν ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ᾿ αὐτὴν ὠδῖνες αὐτῆς. | And his daughter-in-law the wife of Phinees was with child, about to bring forth; and she heard the tidings, that the ark of God was taken, and that her father-in-law and her husband were dead; and she wept and was delivered, for her pains came upon her. |
|
20
|
20
|
| καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. | And in her time she was at the point of death; and the women that stood by her, said to her, Fear not, for thou hast born a son: but she answered not, and her heart did not regard it. |
|
21
|
21
|
| καὶ ἐκάλεσε τὸ παιδάριον Οὐαὶ Βαρχαβὼθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς. | And she called the child Uæbarchaboth, because of the ark of God, and because of her father-in-law, and because of her husband. |
|
22
|
22
|
| καὶ εἶπαν· ἀπῴκισται δόξα ᾿Ισραὴλ ἐν τῷ ληφθῆναι τὴν κιβωτὸν Κυρίου. | And they said, The glory of Israel is departed, forasmuch as the ark of the Lord is taken. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΚΑΙ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ ᾿Αβενέζερ εἰς ῎Αζωτον. | And the Philistines took the ark of God, and brought it from Abenezer to Azotus. |
|
2
|
2
|
| καί ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγὼν καὶ παρέστησαν αὐτὴν παρὰ Δαγών. | And the Philistines took the ark of the Lord, and brought it into the house of Dagon, and set it by Dagon. |
|
3
|
3
|
| καὶ ὤρθρισαν οἱ ᾿Αζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγὼν καὶ εἶδον καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἤγειραν τὸν Δαγὼν καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς ᾿Αζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν ῎Αζωτον καὶ τὰ ὅρια αὐτῆς. | And the people of Azotus rose early, and entered into the house of Dagon; and looked, and behold, Dagon had fallen on his face before the ark of the Lord: and they lifted up Dagon, and set him in his place. And the hand of the Lord was heavy upon the Azotians, and he plagued them, and he smote them in their secret parts, Azotus and her coasts. |
|
4
|
4
|
| καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωΐ, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης Κυρίου, καὶ ἡ κεφαλὴ Δαγὼν καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τά ἐμπρόσθια ἀμαφὲθ ἕκαστον, καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον, πλὴν ἡ ράχις Δαγὼν ὑπελείφθη. | And it came to pass when they rose early in the morning, behold, Dagon had fallen on his face before the ark of the covenant of the Lord; and the head of Dagon and both the palms of his hands were cut off each before the threshold, and both the wrists of his hands had fallen on the floor of the porch; only the stump of Dagon was left. |
|
5
|
5
|
| διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγὼν καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγὼν ἐπὶ βαθμὸν οἴκου Δαγὼν ἐν ᾿Αζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσι. | Therefore the priests of Dagon, and every one that enters into the house of Dagon, do not tread upon the threshold of the house of Dagon in Azotus until this day, for they step over. |
|
6
|
6
|
| καὶ ἐβαρύνθη ἡ χεὶρ Κυρίου ἐπὶ ῎Αζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες, καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει. | And the hand of the Lord was heavy upon Azotus, and he brought evil upon them, and it burst out upon them into the ships, and mice sprang up in the midst of their country, and there was a great and indiscriminate mortality in the city. |
|
7
|
7
|
| καὶ εἶδον οἱ ἄνδρες ᾿Αζώτου ὅτι οὕτως, καὶ λέγουσιν· ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ Θεοῦ ᾿Ισραὴλ μεθ᾿ ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ Δαγὼν θεὸν ἡμῶν. | And the men of Azotus saw that it was so, and they said, The ark of the God of Israel shall not abide with us, for his hand is heavy upon us and upon Dagon our god. |
|
8
|
8
|
| καὶ ἀποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσι· τί ποιήσωμεν τῇ κιβωτῷ Θεοῦ ᾿Ισραήλ; καὶ λέγουσιν οἱ Γεθαῖοι· μετελθέτω κιβωτὸς τοῦ Θεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ ᾿Ισραὴλ εἰς Γέθ. | And they send and gather the lords of the Philistines to them, and say, What shall we do to the ark of the God of Israel? and the Gittites say, Let the ark of God come over to us; and the ark of the God of Israel came to Geth. |
|
9
|
9
|
| καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα, καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας. | And it came to pass after it went about to Geth, that the hand of the Lord comes upon the city, a very great confusion; and he smote the men of the city small and great, and smote them in their secret parts: and the Gittites made to themselves images of emerods. |
|
10
|
10
|
| καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς ᾿Ασκάλωνα. καὶ ἐγενήθη ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ εἰς ᾿Ασκάλωνα, καὶ ἐβόησαν οἱ ᾿Ασκαλωνῖται λέγοντες· τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραὴλ πρὸς ἡμᾶς θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν; | And they send away the ark of God to Ascalon; and it came to pass when the ark of God went into Ascalon, that the men of Ascalon cried out, saying, Why have ye brought back the ark of the God of Israel to us, to kill us and our people? |
|
11
|
11
|
| καὶ ἐξαποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον· ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ Θεοῦ ᾿Ισραήλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν· | And they send and gather the lords of the Philistines, and they said, Send away the ark of the God of Israel, and let it lodge in its place; and let it not slay us and our people. |
|
12
|
12
|
| ὅτι ἐγενήθη σύγχυσις ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ ᾿Ισραὴλ ἐκεῖ, καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν. | For there was a very great confusion in all the city, when the ark of the God of Israel entered there; and those who lived and died not were smitten with emerods; and the cry of the city went up to heaven. |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΚΑΙ ἦν κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοφύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας. | And the ark was seven months in the country of the Philistines, and their land brought forth swarms of mice. |
|
2
|
2
|
| καὶ καλοῦσιν ἀλλόφυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες· τί ποιήσωμεν τῇ κιβωτῷ Κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς. | And the Philistines call their priests, and their prophets, and their enchanters, saying, What shall we do to the ark of the Lord? teach us wherewith we shall send it away to its place. |
|
3
|
3
|
| καὶ εἶπαν· εἰ ἐξαποστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου Θεοῦ ᾿Ισραήλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλ᾿ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαθήσεσθε, καὶ ἐξιλασθήσεται ὑμῖν, μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ᾿ ὑμῶν. | And they said, If ye send away the ark of the covenant of the Lord God of Israel, do not on any account send it away empty, but by all means render to it an offering for the plague; and then shall ye be healed, and an atonement shall be made for you: should not his hand be thus stayed from off you? |
|
4
|
4
|
| καὶ λέγουσι· τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν· κατ᾿ ἀριθμὸν τῶν σατραπῶν τῶν ἀλλοφύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἐν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ, | And they say, What is the offering for the plague which we shall return to it? and they said, |
|
5
|
5
|
| καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν· καὶ δώσετε τῷ Κυρίῳ δόξαν, ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ᾿ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν. | According to the number of the lords of the Philistines, five golden emerods, for the plague was on you, and on your rulers, and on the people; and golden mice, the likeness of the mice that destroy your land: and ye shall give glory to the Lord, that he may lighten his hand from off you, and from off your gods, and from off your land. |
|
6
|
6
|
| καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραὼ τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτούς, καὶ ἀπῆλθον; | And why do ye harden your hearts, as Egypt and Pharao hardened their hearts? was it not so when he mocked them, that they let the people go, and they departed? |
|
7
|
7
|
| καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισθεν αὐτῶν εἰς οἶκον· | And now take wood and make a new waggon, and take two cows, that have calved for the first time, without their calves; and do ye yoke the cows to the waggon, and lead away the calves from behind them home. |
|
8
|
8
|
| καὶ λήψεσθε τὴν κιβωτὸν καὶ θήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ θήσετε ἐν θέματι βερσεχθὰν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, καὶ ἀπελεύσεται· | And ye shall take the ark and put it on the waggon; and ye shall restore to it the golden articles for the trespass-offering in a coffer by the side of it: and ye shall let it go, and send it away, and ye shall depart. |
|
9
|
9
|
| καὶ ὄψεσθε, εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιθσαμύς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν τὴν μεγάλην ταύτην, καὶ ἐὰν μή, καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν. | And ye shall see, if it shall go the way of its coasts along by Bæthsamys, he has brought upon us this great affliction; and if not, then shall we know that his hand has not touched us, but this is a chance which has happened to us. |
|
10
|
10
|
| καὶ ἐποίησαν οἱ ἀλλόφυλοι οὕτω. καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον | And the Philistines did so; and they took two cows that had calved for the first time, and yoked them to the waggon, and shut up their calves at home. |
|
11
|
11
|
| καὶ ἔθεντο τὴν κιβωτὸν Κυρίου ἐπὶ τὴν ἅμαξαν καὶ τὸ θέμα ἐργὰβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς. | And they set the ark of the Lord, and the coffer, and the golden mice, on the waggon. |
|
12
|
12
|
| καὶ κατεύθυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιθσαμύς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεθίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιθσαμύς. | And the cows went straight on the way to the way of Bæthsamys, they went along one track; and laboured, and turned not aside to the right hand or to the left, and the lords of the Philistines went after it as far as the coasts of Bæthsamys. |
|
13
|
13
|
| καὶ οἱ ἐν Βαιθσαμὺς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι· καὶ ᾖραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν Κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς. | And the men of Bæthsamys were reaping the wheat harvest in the valley; and they lifted up their eyes, and saw the ark of the Lord, and rejoiced to meet it. |
|
14
|
14
|
| καὶ ἡ ἅμαξα εἰσῆλθεν εἰς ἀγρὸν ᾿Ωσηὲ τὸν ἐν Βαιθσαμύς, καὶ ἔστησαν ἐκεῖ παρ᾿ αὐτῇ λίθον μέγαν καὶ σχίζουσι τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ Κυρίῳ. | And the waggon entered into the field of Osee, which was in Bæthsamys, and they set there by it a great stone; and they split the wood of the waggon, and offered up the cows for a whole-burnt-offering to the Lord. |
|
15
|
15
|
| καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ Κυρίου καὶ τὸ θέμα ἐργὰβ μετ᾿ αὐτῆς καὶ τὰ ἐπ᾿ αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου, καὶ οἱ ἄνδρες Βαιθσαμὺς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Κυρίῳ. | And the Levites brought up the ark of the Lord, and the coffer with it, and the golden articles upon it, and placed them on the great stone, and the men of Bæthsamys offered whole-burnt-offerings and meat-offerings on that day to the Lord. |
|
16
|
16
|
| καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοφύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς ᾿Ασκάλωνα τῇ ἡμέρᾳ ἐκείνῃ. | And the five lords of the Philistines saw, and returned to Ascalon in that day. |
|
17
|
17
|
| καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόφυλοι τῆς βασάνου τῷ Κυρίῳ· τῆς ᾿Αζώτου μίαν, τῆςΓάζης μίαν, τῆς ᾿Ασκάλωνος μίαν, τῆς Γὲθ μίαν, τῆς ᾿Ακκαρὼν μίαν. | And these are the golden emerods which the lords of the Philistines gave as a trespass-offering to the Lord; for Azotus one, for Gaza one, for Ascalon one, for Geth one, for Accaron one. |
|
18
|
18
|
| καὶ μῦς οἱ χρυσοῖ κατ᾿ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου, οὗ ἐπέθηκαν ἐπ᾿ αὐτοῦ τὴν κιβωτὸν διαθήκης Κυρίου, τοῦ ἐν ἀγρῷ ᾿Ωσηὲ τοῦ Βαιθσαμυσίτου. | And the golden mice according to the number of all the cities of the Philistines, belonging to the five lords, from the fenced city to the village of the Pherezite, and to the great stone, on which they placed the ark of the covenant of the Lord, that was in the field of Osee the Bæthsamysite. |
|
19
|
19
|
| Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ ᾿Ιεχονίου ἐν τοῖς ἀνδράσι Βαιθσαμύς, ὅτι εἶδον κιβωτὸν Κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας, καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν, καὶ ἐπένθησεν ὁ λαός, ὅτι ἐπάταξε Κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα. | And the sons of Jechonias were not pleased with the men of Bæthsamys, because they saw the ark of the Lord; and the Lord smote among them seventy men, and fifty thousand men: and the people mourned, because the Lord had inflicted on the people a very great plague. |
|
20
|
20
|
| καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιθσαμύς· τίς δυνήσεται διελθεῖν ἐνώπιον Κυρίου τοῦ Θεοῦ τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς Κυρίου ἐφ᾿ ἡμῶν; | And the men of Bæthsamys said, Who shall be able to pass before this holy Lord God? and to whom shall the ark of the Lord go up from us? |
|
21
|
21
|
| καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαρὶμ λέγοντες· ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου· κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς. | And they send messengers to the inhabitants of Cariathiarim, saying, The Philistines have brought back the ark of the Lord, go down and take it home to yourselves. |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΚΑΙ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον ᾿Αμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν ᾿Ελεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου. | And the men of Cariathiarim come, and bring up the ark of the covenant of the Lord: and they bring it into the house of Aminadab in the hill; and they sanctified Eleazar his son to keep the ark of the covenant of the Lord. |
|
2
|
2
|
| Καὶ ἐγενήθη ἀφ᾿ ἦς ἡμέρας ἧν ἡ κιβωτὸς ἐν Καριαθιαρίμ, ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένετο εἴκοσι ἔτη, καὶ ἐπέβλεψε πᾶς οἶκος ᾿Ισραὴλ ὀπίσω Κυρίου. | And it came to pass from the time that the ark was in Cariathiarim, the days were multiplied, and the time was twenty years; and all the house of Israel looked after the Lord. |
|
3
|
3
|
| καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον ᾿Ισραὴλ λέγων· εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων. | And Samuel spoke to all the house of Israel, saying, If ye do with all your heart return to the Lord, take away the strange gods from the midst of you, and the groves, and prepare your hearts to serve the Lord, and serve him only; and he shall deliver you from the hand of the Philistines. |
|
4
|
4
|
| καὶ περιεῖλον οἱ υἱοὶ ᾿Ισραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση ᾿Ασταρὼθ καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ. | And the children of Israel took away Baalim and the groves of Astaroth, and served the Lord only. |
|
5
|
5
|
| καὶ εἶπε Σαμουήλ· ἀθροίσατε πάντα ᾿Ισραὴλ εἰς Μασσηφάθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον. | And Samuel said, Gather all Israel to Massephath, and I will pray for you to the Lord. |
|
6
|
6
|
| καὶ συνήχθησαν εἰς Μασσηφὰθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν. καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν· ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς ᾿Ισραὴλ εἰς Μασσηφάθ. | And they were gathered together to Massephath, and they drew water, and poured it out upon the earth before the Lord. And they fasted on that day, and said, We have sinned before the Lord. And Samuel judged the children of Israel in Massephath. |
|
7
|
7
|
| καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ ᾿Ισραὴλ εἰς Μασσηφάθ, καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ ᾿Ισραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων. | And the Philistines heard that all the children of Israel were gathered together to Massephath: and the lords of the Philistines went up against Israel: and the children of Israel heard, and they feared before the Philistines. |
|
8
|
8
|
| καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Σαμουήλ· μὴ παρασιωπήσῃς ἀφ᾿ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. | And the children of Israel said to Samuel, Cease not to cry to the Lord thy God for us, and he shall save us out of the hand of the Philistines. |
|
9
|
9
|
| καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ. καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ ᾿Ισραήλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος. | And Samuel took a sucking lamb, and offered it up as a whole-burnt-offering with all the people to the Lord: and Samuel cried to the Lord for Israel, and the Lord heard him. |
|
10
|
10
|
| καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ. καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον ᾿Ισραήλ. | And Samuel was offering the whole-burnt-offering; and the Philistines drew near to war against Israel; and the Lord thundered with a mighty sound in that day upon the Philistines, and they were confounded and overthrown before Israel. |
|
11
|
11
|
| καὶ ἐξῆλθαν ἄνδρες ᾿Ισραὴλ ἐκ Μασσηφὰθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ. | And the men of Israel went forth out of Massephath, and pursued the Philistines, and smote them to the parts under Bæthchor. |
|
12
|
12
|
| καὶ ἔλαβε Σαμουὴλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφὰθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Αβενέζερ, Λίθος τοῦ βοηθοῦ, καὶ εἶπεν· ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος. | And Samuel took a stone, and set it up between Massephath and the old city; and he called the name of it Abenezer, stone of the helper; and he said, Hitherto has the Lord helped us. |
|
13
|
13
|
| καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον ᾿Ισραήλ· καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ. | So the Lord humbled the Philistines, and they did not any more come into the border of Israel; and the hand of the Lord was against the Philistines all the days of Samuel. |
|
14
|
14
|
| καὶ ἀπεδόθησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν ᾿Ισραήλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ ᾿Ισραὴλ ἀπὸ ᾿Ασκάλωνος ἕως ᾿Αζόβ, καὶ τὸ ὅριον ᾿Ισραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον ᾿Ισραὴλ καὶ ἀνὰ μέσον τοῦ ᾿Αμορραίου. | And the cities which the Philistines took from the children of Israel were restored; and they restored them to Israel from Ascalon to Azob: and they took the coast of Israel out of the hand of the Philistines; and there was peace between Israel and the Amorite. |
|
15
|
15
|
| καὶ ἐδίκαζε Σαμουὴλ τὸν ᾿Ισραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. | And Samuel judged Israel all the days of his life. |
|
16
|
16
|
| καὶ ἐπορεύετο κατ᾿ ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφὰθ καὶ ἐδίκαζε τὸν ᾿Ισραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις· | And he went year by year, and went round Bæthel, and Galgala, and Massephath; and he judged Israel in all these consecrated places. |
|
17
|
17
|
| ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς ᾿Αρμαθαὶμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν ᾿Ισραὴλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ. | And his return was to Armathaim, because there was his house; and there he judged Israel, and built there an altar to the Lord. |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΚΑΙ ἐγένετο ὡς ἐγήρασε Σαμουήλ, καὶ κατέστησε τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ ᾿Ισραήλ. | And it came to pass when Samuel was old, that he made his sons judges over Israel. |
|
2
|
2
|
| καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος ᾿Ιωήλ, καὶ ὄνομα τοῦ δευτέρου ᾿Αβιά, δικασταὶ ἐν Βηρσαβεέ. | And these are the names of his sons; Joel the first-born, and the name of the second Abia, judges in Bersabee. |
|
3
|
3
|
| καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα. | And his sons did not walk in his way; and they turned aside after gain, and took gifts, and perverted judgments. |
|
4
|
4
|
| καὶ συναθροίζονται ἄνδρες ᾿Ισραὴλ καὶ παραγίνονται εἰς ᾿Αρμαθαὶμ πρὸς Σαμουὴλ | And the men of Israel gather themselves together, and come to Armathaim to Samuel, |
|
5
|
5
|
| καὶ εἶπαν αὐτῷ· ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐφ᾿ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη. | and they said to him, Behold, thou art grown old, and thy sons walk not in thy way; and now set over us a king to judge us, as also the other nations have. |
|
6
|
6
|
| καὶ πονηρὸν τὸ ρῆμα ἐν ὀφθαλμοῖς Σαμουήλ, ὡς εἶπαν, δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον. | And the thing was evil in the eyes of Samuel, when they said, Give us a king to judge us: and Samuel prayed to the Lord. |
|
7
|
7
|
| καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἄκουε τῆς φωνῆς τοῦ λαοῦ, καθὰ ἂν λαλῶσί σοι· ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾿ ἢ ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ᾿ αὐτῶν. | And the Lord said to Samuel, Hear the voice of the people, in whatever they shall say to thee; for they have not rejected thee, but they have rejected me from reigning over them. |
|
8
|
8
|
| κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀφ᾿ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσι καὶ σοί. | According to all their doings which they have done to me, from the day that I brought them out of Egypt until this day, even as they have deserted me, and served other gods, so they do also to thee. |
|
9
|
9
|
| καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐπ᾿ αὐτούς. | And now hearken to their voice; only thou shalt solemnly testify to them, and thou shalt describe to them the manner of the king who shall reign over them. |
|
10
|
10
|
| καὶ εἶπε Σαμουὴλ πᾶν τὸ ρῆμα τοῦ Κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ᾿ αὐτοῦ βασιλέα | And Samuel spoke every word of the Lord to the people who asked of him a king. |
|
11
|
11
|
| καὶ εἶπε· τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως, ὃςβασιλεύσει ἐφ᾿ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήψεται, καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἐν ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ | And he said, This shall be the manner of the king that shall rule over you: he shall take your sons, and put them in his chariots, and among his horsemen, and running before his chariots, |
|
12
|
12
|
| καὶ θέσθαι αὐτοὺς ἑαυτῷ ἑκατοντάρχους καὶ χιλιάρχους καὶ θερίζειν θερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ· | and his manner shall be to make them to himself captains of hundreds and captains of thousands; and to reap his harvest, and gather his vintage, and prepare his instruments of war, and the implements of his chariots. |
|
13
|
13
|
| καὶ τὰς θυγατέρας ὑμῶν λήψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας· | And he will take your daughters to be perfumers, and cooks, and bakers. |
|
14
|
14
|
| καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήψεται καὶ δώσει τοῖς δούλοις ἑαυτοῦ. | And he will take your fields, and your vineyards, and your good oliveyards, and give them to his servants. |
|
15
|
15
|
| καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ· | And he will take the tithe of your seeds and your vineyards, and give it to his eunuchs, and to his servants. |
|
16
|
16
|
| καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήψεται, καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ | And he will take your servants, and your handmaids, and your good herds and your asses, and will take the tenth of them for his works. |
|
17
|
17
|
| καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει· καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι. | And he will tithe your flocks; and ye shall be his servants. |
|
18
|
18
|
| καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν, οὗ ἐξελέξασθε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται Κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα. | And ye shall cry out in that day because of your king whom ye have chosen to yourselves, and the Lord shall not hear you in those days, because ye have chosen to yourselves a king. |
|
19
|
19
|
| καὶ οὐκ ἐβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουὴλ καὶ εἶπαν αὐτῷ· οὐχί, ἀλλ᾿ ἢ βασιλεὺς ἔσται ἐφ᾿ ἡμᾶς, | But the people would not hearken to Samuel; and they said to him, Nay, but there shall be a king over us. |
|
20
|
20
|
| καὶ ἐσόμεθα καὶ ἡμεῖς καθὰ πάντα τὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν. | And we also will be like all the nations; and our king shall judge us, and shall go out before us, and fight our battles. |
|
21
|
21
|
| καὶ ἤκουσε Σαμουὴλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα Κυρίου. | And Samuel heard all the words of the people, and spoke them in the ears of the Lord. |
|
22
|
22
|
| καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα. καὶ εἶπε Σαμουὴλ πρὸς ἄνδρας ᾿Ισραήλ· ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ. | And the Lord said to Samuel, Hearken to their voice, and appoint them a king. And Samuel said to the men of Israel, Let each man depart to his city. |
|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| ΚΑΙ ἀνὴρ ἐξ υἱῶν Βενιαμίν, καὶ ὄνομα αὐτῷ Κίς, υἱὸς ᾿Αβιήλ, υἱοῦ ᾿Ιαρέδ, υἱοῦ Βαχίρ, υἱοῦ ᾿Αφέκ, υἱοῦ ἀνδρὸς ᾿Ιεμιναίου, ἀνὴρ δυνατός. | And there was a man of the sons of Benjamin, and his name was Kis, the son of Abiel, the son of Jared, the son of Bachir, the son of Aphec, the son of a Benjamite, a man of might. |
|
2
|
2
|
| καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαούλ, εὐμεγέθης, ἀνὴρ ἀγαθός, καὶ οὐκ ἦν ἐν υἱοῖς ᾿Ισραὴλ ἀγαθὸς ὑπὲρ αὐτόν, ὑπερωμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν. | And this man had a son, and his name was Saul, of great stature, a goodly man; and there was not among the sons of Israel a goodlier than he, high above all the people from his shoulders and upward. |
|
3
|
3
|
| καὶ ἀπώλοντο αἱ ὄνοι Κὶς πατρὸς Σαούλ, καὶ εἶπε Κὶς πρὸς Σαοὺλ τὸν υἱὸν αὐτοῦ· λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους. | And the asses of Kis the father of Saul were lost; and Kis said to Saul his son, Take with thee one of the young men, and arise ye, and go and seek the asses. |
|
4
|
4
|
| καὶ διῆλθον δι᾿ ὄρους ᾿Εφραὶμ καὶ διῆλθον διὰ τῆς γῆς Σελχὰ καὶ οὐχ εὗρον· καὶ διῆλθον διὰ τῆς γῆς Σεγαλείμ, καὶ οὐκ ἦν· καὶ διῆλθον διὰ τῆς γῆς ᾿Ιαμὶν καὶ οὐχ εὗρον. | And they went through mount Ephraim, and they went through the land of Selcha, and found them not: and they passed through the land of Segalim, and they were not there: and they passed through the land of Jamin, and found them not. |
|
5
|
5
|
| αὐτῶν δὲ ἐλθόντων εἰς τὴν Σίφ, καὶ Σαοὺλ εἶπε τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ· δεῦρο καὶ ἀποστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζῃ τὰ περὶ ἡμῶν· | And when they came to Siph, then Saul said to his young man that was with him, Come and let us return, lest my father leave the asses, and take care for us. |
|
6
|
6
|
| καὶ εἶπεν αὐτῷ τὸ παιδάριον· ἰδοὺ δὴ ἄνθρωπος τοῦ Θεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνθρωπος ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται· καὶ νῦν πορευθῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐφ᾿ ἣν ἐπορεύθημεν ἐπ᾿ αὐτήν. | And the young man said to him, Behold now, there is a man of God in this city, and the man is of high repute; all that he shall speak will surely come to pass: now then let us go, that he may tell us our way on which we have set out. |
|
7
|
7
|
| καὶ εἶπε Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ· καὶ ἰδοὺ πορευσόμεθα, καὶ τὶ οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστι μεθ᾿ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ὑπάρχον ἡμῖν. | And Saul said to his young man that was with him, Lo, then, we will go; but what shall we bring the man of God? for the loaves are spent out of our vessels, and we have nothing more with us that belongs to us to bring to the man of God. |
|
8
|
8
|
| καὶ προσέθετο τὸ παιδάριον ἀποκριθῆναι τῷ Σαοὺλ καὶ εἶπεν· ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν. | And the young man answered Saul again, and said, Behold, there is found in my hand a fourth part of a shekel of silver; and thou shalt give it to the man of God, and he shall tell us our way. |
|
9
|
9
|
| καὶ ἔμπροσθεν ἐν ᾿Ισραὴλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσθαι ἐπερωτᾶν τὸν Θεόν· δεῦρο καὶ πορευθῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν ῾Ο βλέπων. | Now beforetime in Israel every one in going to enquire of God said, Come and let us go to the seer; for the people beforetime called the prophet, the seer. |
|
10
|
10
|
| καὶ εἶπε Σαοὺλ πρὸς τὸ παιδάριον αὐτοῦ· ἀγαθόν τὸ ρῆμα, δεῦρο καὶ πορευθῶμεν. καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν, οὗ ἦν ἐκεῖ ὁ ἄνθρωπος ὁ τοῦ Θεοῦ. | And Saul said to his servant, Well said, come and let us go: and they went to the city where the man of God was. |
|
11
|
11
|
| αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσι τὰ κοράσια ἐξεληλυθότα ὑδρεύεσθαι ὕδωρ καὶ λέγουσιν αὐταῖς· εἰ ἔστιν ἐνταῦθα ῾Ο βλέπων; | As they went up the ascent to the city, they find damsels come out to draw water, and they say to them, Is the seer here? |
|
12
|
12
|
| καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς· ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι θυσία σήμερον τῷ λαῷ ἐν Βαμᾷ· | And the virgins answered them, and they say to them, He is: behold, he is before you: now he is coming to the city, because of the day, for to-day there is a sacrifice for the people in Bama. |
|
13
|
13
|
| ὡς ἂν εἰσέλθητε εἰς τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμᾶ τοῦ φαγεῖν· ὅτι οὐ μὴ φάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελθεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν θυσίαν, καὶ μετὰ ταῦτα ἐσθίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν. | As soon as ye shall enter into the city, so shall ye find him in the city, before he goes up to Bama to eat; for the people will not eat until he comes in, for he blesses the sacrifice, and afterwards the guests eat; now then go up, for ye shall find him because of the holiday. |
|
14
|
14
|
| καὶ ἀναβαίνουσι τὴν πόλιν. αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουὴλ ἐξῆλθεν εἰς τὴν ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμᾶ. | And they go up to the city; and as they were entering into the midst of the city, behold, Samuel came out to meet them, to go up to Bama. |
|
15
|
15
|
| καὶ Κύριος ἀπεκάλυψε τὸ ὠτίον Σαμουὴλ ἡμέρᾳ μιᾷ ἔμπροσθεν τοῦ ἐλθεῖν πρὸς αὐτὸν Σαοὺλ λέγων· | And the Lord uncovered the ear of Samuel one day before Saul came to him, saying, |
|
16
|
16
|
| ὡς ὁ καιρός, αὔριον ἀποστελῶ πρός σε ἄνδρα ἐκ γῆς Βενιαμίν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου ᾿Ισραήλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλθε βοὴ αὐτῶν πρός με. | At this time to-morrow I will send to thee a man out of the land of Benjamin, and thou shalt anoint him to be ruler over my people Israel, and he shall save my people out of the hand of the Philistines; for I have looked upon the humiliation of my people, for their cry is come unto me. |
|
17
|
17
|
| καὶ Σαμουὴλ εἶδε τὸν Σαούλ· καὶ Κύριος ἀπεκρίθη αὐτῷ· ἰδοὺ ὁ ἄνθρωπος, ὃν εἶπά σοι, οὗτος ἄρξει ἐν τῷ λαῷ μου. | And Samuel looked upon Saul, and the Lord answered him, Behold the man of whom I spoke to thee, This one shall rule over my people. |
|
18
|
18
|
| καὶ προσήγαγε Σαοὺλ πρὸς Σαμουὴλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν· ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος. | And Saul drew near to Samuel into the midst of the city, and said, Tell me now which is the house of the seer? |
|
19
|
19
|
| καὶ ἀπεκρίθη Σαμουὴλ τῷ Σαοὺλ καὶ εἶπεν· ἐγώ εἰμι αὐτός· ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμᾶ καὶ φάγε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωΐ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι· | And Samuel answered Saul, and said, I am he: go up before me to Bama, and eat with me to-day, and I will send thee away in the morning, and I will tell thee all that is in thine heart. |
|
20
|
20
|
| καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ θῇς τὴνκαρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ ᾿Ισραήλ; οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου; | And concerning thine asses that have been lost now these three days, care not for them, for they are found. And to whom does the excellency of Israel belong? does it not to thee and to thy father's house? |
|
21
|
21
|
| καὶ ἀπεκρίθη Σαοὺλ καὶ εἶπεν· οὐχὶ ἀνδρὸς υἱὸς ᾿Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου φυλῆς ᾿Ισραὴλ καὶ τῆς φυλῆς τῆς ἐλαχίστης ἐξ ὅλους σκήπτρου Βενιαμίν; καὶ ἱνατί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ρῆμα τοῦτο; | And Saul answered and said, Am not I the son of a Benjamite, the least tribe of the people of Israel? and of the least family of the whole tribe of Benjamin? and why hast thou spoken to me according to this word? |
|
22
|
22
|
| καὶ ἔλαβε Σαμουὴλ τὸν Σαοὺλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοῖς ἐκεῖ τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν. | And Samuel took Saul and his servant, and brought them to the inn, and set them there a place among the chief of those that were called, about seventy men. |
|
23
|
23
|
| καὶ εἶπε Σαμουὴλ τῷ μαγείρῳ· δός μοι τὴν μερίδα, ἣν ἔδωκά σοι, ἣν εἶπά σοι θεῖναι αὐτὴν παρά σοι. | And Samuel said to the cook, Give me the portion which I gave thee, which I told thee to set by thee. |
|
24
|
24
|
| καὶ ἥψησεν ὁ μάγειρος τὴν κωλέαν, καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαούλ· καὶ εἶπε Σαμουὴλ τῷ Σαούλ· ἰδοὺ ὑπόλειμμα, παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε, ὅτι μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους· ἀπόκνιζε. καὶ ἔφαγε Σαοὺλ μετὰ Σαμουὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | Now the cook had boiled the shoulder, and he set it before Saul; and Samuel said to Saul, Behold that which is left: set it before thee, and eat; for it is set thee for a testimony in preference to the others; take of it: and Saul ate with Samuel on that day. |
|
25
|
25
|
| καὶ κατέβη ἐκ τῆς Βαμᾶ εἰς τὴν πόλιν· καὶ διέστρωσαν τῷ Σαοὺλ ἐπὶ τῷ δώματι, καὶ ἐκοιμήθη. | And he went down from Bama into the city; and they prepared a lodging for Saul on the roof, and he lay down. |
|
26
|
26
|
| καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος, καὶ ἐκάλεσε Σαμουὴλ τὸν Σαοὺλ ἐπὶ τῷ δώματι λέγων· ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαούλ, καὶ ἐξῆλθεν αὐτὸς καὶ Σαμουὴλ ἕως ἔξω. | And it came to pass when the morning dawned, that Samuel called Saul on the roof, saying, Rise up, and I will dismiss thee. And Saul arose, and he and Samuel went out. |
|
27
|
27
|
| αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουὴλ εἶπε τῷ Σαούλ· εἰπὸν τῷ νεανίσκῳ καὶ διελθέτω ἔμπροσθεν ἡμῶν, καὶ σὺ στῆθι ὡς σήμερον καὶ ἄκουσον ρῆμα Θεοῦ. | As they went down to a part of the city, Samuel said to Saul, Speak to the young man, and let him pass on before us; and do thou stand as to-day, and hearken to the word of God. |
|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΚΑΙ ἔλαβε Σαμουὴλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· οὐχὶ κέκχρικέ σε Κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ ᾿Ισραήλ; καὶ σὺ ἄρξεις ἐν λαῷ Κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν. | And Samuel took a vial of oil, and poured it on his head, and kissed him, and said to him, Has not the Lord anointed thee for a ruler over his people, over Israel? and thou shalt rule among the people of the Lord, and thou shalt save them out of the hand of their enemies; and this shall be the sign to thee that the Lord has anointed thee for a ruler over his inheritance. |
|
2
|
2
|
| καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέ σε Κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ᾿ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχὴλ ἐν τῷ ὄρει Βενιαμὶν ἁλλομένους μεγάλα, καὶ ἐροῦσί σοι· εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύθητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ρῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾿ ὑμᾶς λέγων· τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου; | As soon as thou shalt have departed this day from me, thou shalt find two men by the burial-place of Rachel on the mount of Benjamin, exulting greatly; and they shall say to thee, The asses are found which ye went to seek; and, behold, thy father has given up the matter of the asses, and he is anxious for you, saying, What shall I do for my son? |
|
3
|
3
|
| καὶ ἀπελεύσῃ ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβὼρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν Θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου. | And thou shalt depart thence, and shalt go beyond that as far as the oak of Thabor, and thou shalt find there three men going up to God to Bæthel, one bearing three kids, and another bearing three vessels of bread, and another bearing a bottle of wine. |
|
4
|
4
|
| καὶ ἐρωτήσουσί σε τὰ εἰς εἰρήνην καὶ δώσουσί σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήψῃ ἐκ τῆς χειρὸς αὐτῶν. | And they shall ask thee how thou doest, and shall give thee two presents of bread, and thou shalt receive them of their hand. |
|
5
|
5
|
| καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος. καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες· | And afterward thou shalt go to the hill of God, where is the encampment of the Philistines; there is Nasib the Philistine: and it shall come to pass when ye shall have entered into the city, that thou shalt meet a band of prophets coming down from the Bama; and before them will be lutes, and a drum, and a pipe, and a harp, and they shall prophesy. |
|
6
|
6
|
| καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου, καὶ προφητεύσεις μετ᾿ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον. | And the Spirit of the Lord shall come upon thee, and thou shalt prophesy with them, and shalt be turned into another man. |
|
7
|
7
|
| καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ. | And it shall come to pass when these signs shall come upon thee,—then do thou whatsoever thy hand shall find, because God is with thee. |
|
8
|
8
|
| καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγάλ, καὶ ἰδοὺ καταβαίνω πρός σε ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρός σε, καὶ γνωρίσω σοι ἃ ποιήσεις. | And thou shalt go down in front of Galgal, and behold, I come down to thee to offer a whole-burnt-offering and peace-offerings: seven days shalt thou wait until I shall come to thee, and I will make known to thee what thou shalt do. |
|
9
|
9
|
| καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουήλ, μετέστρεψεν αὐτῷ ὁ Θεὸς καρδίαν ἄλλην· καὶ ἦλθε πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | And it came to pass when he turned his back to depart from Samuel, God gave him another heart; and all these signs came to pass in that day. |
|
10
|
10
|
| καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξεναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Θεοῦ, καὶ προεφήτευσεν ἐν μέσῳ αὐτῶν. | And he comes thence to the hill, and behold a band of prophets opposite to him; and the Spirit of God came upon him, and he prophesied in the midst of them. |
|
11
|
11
|
| καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτης καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν. καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κίς; ἦ καὶ Σαοὺλ ἐν προφήταις; | And all that had known him before came, and saw, and, behold, he was in the midst of the prophets: and the people said every one to his neighbour, What is this that has happened to the son of Kis? is Saul also among the prophets? |
|
12
|
12
|
| καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπε· καὶ τίς πατὴρ αὐτοῦ; καὶ διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν, ἦ καὶ Σαοὺλ ἐν προφήταις; | And one of them answered and said, And who is his father? and therefore it became a proverb, Is Saul also among the prophets? |
|
13
|
13
|
| καὶ συνετέλεσε προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν. | And he ceased prophesying, and comes to the hill. |
|
14
|
14
|
| καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ· ποῦ ἐπορεύθητε; καὶ εἶπαν· ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσί, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ. | And his kinsman said to him and to his servant, Whither went ye? and they said, To seek the asses; and we saw that they were lost, and we went in to Samuel. |
|
15
|
15
|
| καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαούλ· ἀπάγγειλον δή μοι, τί εἶπέ σοι Σαμουήλ; | And his kinsman said to Saul, Tell me, I pray thee, What did Samuel say to thee? |
|
16
|
16
|
| καὶ εἶπε Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ· ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι. τὸ δὲ ρῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ. | And Saul said to his kinsman, He verily told me that the asses were found. But the matter of the kingdom he told him not. |
|
17
|
17
|
| Καὶ παρήγγειλε Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς Κύριον εἰς Μασσηφὰθ | And Samuel summoned all the people before the Lord to Massephath. |
|
18
|
18
|
| καὶ εἶπε πρὸς υἱοὺς ᾿Ισραήλ· τάδε εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραὴλ λέγων· ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς ᾿Ισραὴλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς· | And he said to the children of Israel, Thus has the Lord God of Israel spoken, saying, I brought up the children of Israel out of Egypt, and I rescued you out of the hand of Pharao king of Egypt, and out of all the kingdoms that afflicted you. |
|
19
|
19
|
| καὶ ὑμεῖς σήμερον ἐξουδενήκατε τὸν Θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλέα καταστήσεις ἐφ᾿ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον Κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν. | And ye have this day rejected God, who is himself your Deliverer out of all your evils and afflictions; and ye said, Nay, but thou shalt set a king over us: and now stand before the Lord according to your tribes, and according to your families. |
|
20
|
20
|
| καὶ προσήγαγε Σαμουὴλ πάντα τὰ σκῆπτρα ᾿Ισραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμίν· | And Samuel brought nigh all the tribes of Israel, and the tribe of Benjamin is taken by lot. |
|
21
|
21
|
| καὶ προσάγει σκῆπτρον Βενιαμὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρί· καὶ προσάγουσι τὴν φυλὴν Ματταρὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κίς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο. | And he brings near the tribe of Benjamin by families, and the family of Mattari is taken by lot: and they bring near the family of Mattari, man by man, and Saul the son of Kis is taken; and he sought him, but he was not found. |
|
22
|
22
|
| καὶ ἐπηρώτησε Σαμουὴλ ἔτι ἐν Κυρίῳ· εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπε Κύριος· ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι. | And Samuel asked yet again of the Lord, Will the man come hither? and the Lord said, Behold, he is hid among the stuff. |
|
23
|
23
|
| καὶ ἔδραμε καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω. | And he ran and took him thence, and he set him in the midst of the people; and he was higher than all the people by his shoulders and upwards. |
|
24
|
24
|
| καὶ εἶπε Σαμουὴλ πρὸς πάντα τὸν λαόν· εἰ ἑωράκατε ὃν ἐκλέλεκται ἑαυτῷ Κύριος, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν· ζήτω ὁ βασιλεύς. | And Samuel said to all the people, Have ye seen whom the Lord has chosen to himself, that there is none like to him among you all? And all the people took notice, and said, Let the king live! |
|
25
|
25
|
| καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον Κυρίου. καὶ ἐξαπέστειλε Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. | And Samuel told to the people the manner of the king, and wrote it in a book, and set it before the Lord: and Samuel sent away all the people, and each went to his place. |
|
26
|
26
|
| καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο Κύριος καρδίας αὐτῶν μετὰ Σαούλ. | And Saul departed to his house to Gabaa; and there went with Saul mighty men whose hearts God had touched. |
|
27
|
27
|
| καὶ υἱοὶ λοιμοὶ εἶπαν· τίς σώσει ὑμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα. | But evil men said, Who is this man that shall save us? and they despised him, and brought him no gifts. |
|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΚΑΙ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Νάας ὁ ᾿Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ ᾿Ιαβὶς Γαλαάδ. καὶ εἶπαν πάντες οἱ ἄνδρες ᾿Ιαβὶς πρὸς Νάας τὸν ᾿Αμμανίτην· διάθου ἡμῖν διαθήκην, καὶ δουλεύσομέν σοι. | And it came to pass about a month after this, that Naas the Ammanite went up, and encamped against Jabis Galaad: and all the men of Jabis said to Naas the Ammanite, Make a covenant with us, and we will serve thee. |
|
2
|
2
|
| καὶ εἶπε πρὸς αὐτοὺς Νάας ὁ ᾿Αμμανίτης· ἐν ταύτῃ διαθήσομαι διαθήκην ὑμῖν, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν, καὶ θήσομαι ὄνειδος ἐπὶ ᾿Ισραήλ. | And Naas the Ammanite said to them, On these terms will I make a covenant with you, that I should put out all your right eyes, and I will lay a reproach upon Israel. |
|
3
|
3
|
| καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες ᾿Ιαβίς· ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον ᾿Ισραήλ· ἐὰν μὴ ᾖ ὁ σώζων ἡμᾶς, ἐξελευσόμεθα πρὸς ὑμᾶς. | And the men of Jabis say to him, Allow us seven days, and we will send messengers into all the coasts of Israel: if there should be no one to deliver us, we will come out to you. |
|
4
|
4
|
| καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαοὺλ καὶ λαλοῦσι τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ᾖραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν. | And the messengers came to Gabaa to Saul, and they speak the words into the ears of the people; and all the people lifted up their voice, and wept. |
|
5
|
5
|
| καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωΐ ἐξ ἀγροῦ, καὶ εἶπε Σαούλ· τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ρήματα τῶν ἀνδρῶν ᾿Ιαβίς. | And, behold, Saul came after the early morning out of the field: and Saul said, Why does the people weep? and they tell him the words of the men of Jabis. |
|
6
|
6
|
| καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσε τὰ ρήματα ταῦτα, καὶ ἐθυμώθη ἐπ᾿ αὐτοὺς ὀργῇ αὐτοῦ σφόδρα. | And the Spirit of the Lord came upon Saul when he heard these words, and his anger was greatly kindled against them. |
|
7
|
7
|
| καὶ ἔλαβε δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον ᾿Ισραὴλ ἐν χειρὶ ἀγγέλων λέγων· ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουήλ, κατὰ τάδε ποιήσουσι τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλθεν ἔκστασις Κυρίου ἐπὶ τὸν λαὸν ᾿Ισραήλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς. | And he took two cows, and cut them in pieces, and sent them into all the coasts of Israel by the hand of messengers, saying, Whoso comes not forth after Saul and after Samuel, so shall they do to his oxen: and a transport from the Lord came upon the people of Israel, and they came out to battle as one man. |
|
8
|
8
|
| καὶ ἐπισκέπτεται αὐτοὺς ᾿Αβιεζὲκ ἐν Βαμᾷ, πάντα ἄνδρα ᾿Ισραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας ᾿Ιούδα ἑβδομήκοντα χιλιάδας. | And he reviews them at Bezec in Bama, every man of Israel six hundred thousand, and the men of Juda seventy thousand. |
|
9
|
9
|
| καὶ εἶπε τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις· τάδε ἐρεῖτε τοῖς ἀνδράσιν ᾿Ιαβίς· αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου. καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσι τοῖς ἀνδράσιν ᾿Ιαβίς, καὶ εὐφράνθησαν. | And he said to the messengers that came, Thus shall ye say to the men of Jabis, To-morrow ye shall have deliverance when the sun is hot; and the messengers came to the city, and told the men of Jabis, and they rejoiced. |
|
10
|
10
|
| καὶ εἶπον οἱ ἄνδρες ᾿Ιαβὶς πρὸς Νάας τὸν ᾿Αμμανίτην· αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν. | And the men of Jabis said to Naas the Ammanite, To-morrow we will come forth to you, and ye shall do to us what seems good in your sight. |
|
11
|
11
|
| καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς ᾿Αμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα, καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό. | And it came to pass on the morrow, that Saul divided the people into three companies, and they go into the midst of the camp in the morning watch, and they smote the children of Ammon until the day was hot; and it came to pass that those who were left were scattered, and there were not left among them two together. |
|
12
|
12
|
| καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουήλ· τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ θανατώσομεν αὐτούς. | And the people said to Samuel, Who has said that Saul shall not reign over us? Give up the men, and we will put them to death. |
|
13
|
13
|
| καὶ εἶπε Σαούλ· οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον ἐποίησε Κύριος σωτηρίαν ἐν ᾿Ισραήλ. | And Saul said, No man shall die this day, for to-day the Lord has wrought deliverance in Israel. |
|
14
|
14
|
| καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· πορευθῶμεν εἰς Γάλγαλα, καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν. | And Samuel spoke to the people, saying, Let us go to Galgala, and there renew the kingdom. |
|
15
|
15
|
| καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γάλγαλα, καὶ ἔχρισε Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον Κυρίου ἐν Γαλγάλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον Κυρίου· καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς ᾿Ισραὴλ ὥστε λίαν. | And all the people went to Galgala, and Samuel anointed Saul there to be king before the Lord in Galgala, and there he offered meat-offerings and peace-offerings before the Lord: and Samuel and all Israel rejoiced exceedingly. |
|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Σαμουὴλ πρὸς πάντα ᾿Ισραήλ· ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφ᾿ ὑμᾶς βασιλέα. | And Samuel said to all Israel, Behold, I have hearkened to your voice in all things that ye have said to me, and I have set a king over you. |
|
2
|
2
|
| καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης. | And now, behold, the king goes before you; and I am grown old and shall rest; and, behold, my sons are among you; and, behold, I have gone about before you from my youth to this day. |
|
3
|
3
|
| ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ᾿ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ᾿ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν. | Behold, here am I, answer against me before the Lord and before his anointed: whose calf have I taken? or whose ass have I taken? or whom of you have I oppressed? or whom have I been violent with? or from whose hand have I taken a bribe, even to a sandal? bear witness against me, and I will make restitution to you. |
|
4
|
4
|
| καὶ εἶπαν πρὸς Σαμουήλ· οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας ἡμᾶς καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν. | And they said to Samuel, Thou hast not injured us, and thou hast not oppressed us; and thou hast not afflicted us, and thou hast not taken anything from any one's hand. |
|
5
|
5
|
| καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μάρτυς Κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν. καὶ εἶπαν· μάρτυς. | And Samuel said to the people, The Lord is witness among you, and his anointed is witness this day, that ye have not found anything in my hand: and they said, He is witness. |
|
6
|
6
|
| καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν ᾿Ααρών, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου. | And Samuel spoke to the people, saying, The Lord who appointed Moses and Aaron is witness, who brought our fathers up out of Egypt. |
|
7
|
7
|
| καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν· | And now stand still, and I will judge you before the Lord; and I will relate to you all the righteousness of the Lord, the things which he has wrought among you and your fathers. |
|
8
|
8
|
| ὡς εἰσῆλθεν ᾿Ιακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν ᾿Ααρὼν καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ. | When Jacob and his sons went into Egypt, and Egypt humbled them, then our fathers cried to the Lord, and the Lord sent Moses and Aaron; and they brought our fathers out of Egypt, and he made them to dwell in this place. |
|
9
|
9
|
| καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισάρᾳ ἀρχιστρατήγῳ ᾿Ιαβὶν βασιλέως ᾿Ασὼρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς. | And they forgot the Lord their God, and he sold them into the hands of Sisara captain of the host of Jabis king of Asor, and into the hands of the Philistines, and into the hands of the king of Moab; and he fought with them. |
|
10
|
10
|
| καὶ ἐβόησαν πρὸς Κύριον καὶ ἔλεγον· ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν Κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι. | And they cried to the Lord, and said, We have sinned, for we have forsaken the Lord, and have served Baalim and the groves: and now deliver us out of the hand of our enemies, and we will serve thee. |
|
11
|
11
|
| καὶ ἀπέστειλε Κύριος τὸν ῾Ιεροβάαλ καὶ τὸν Βαρὰκ καὶ τὸν ᾿Ιεφθάε καὶ τὸν Σαμουὴλ καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες. | And he sent Jerobaal, and Barac, and Jephthae, and Samuel, and rescued us out of the hand of our enemies round about, and ye dwelt in security. |
|
12
|
12
|
| καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν ᾿Αμμὼν ἦλθεν ἐφ᾿ ὑμᾶς, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ᾿ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν. | And ye saw that Naas king of the children of Ammon came against you, and ye said, Nay, none but a king shall reign over us; whereas the Lord our God is our king. |
|
13
|
13
|
| καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκε Κύριος ἐφ᾿ ὑμᾶς βασιλέα. | And now behold the king whom ye have chosen; and behold, the Lord has set a king over you. |
|
14
|
14
|
| ἐὰν φοβηθῆτε τὸν Κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ᾿ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι· | If ye should fear the Lord, and serve him, and hearken to his voice, and not resist the mouth of the Lord, and ye and your king that reigns over you should follow the Lord, well. |
|
15
|
15
|
| ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφ᾿ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν. | But if ye should not hearken to the voice of the Lord, and ye should resist the mouth of the Lord, then shall the hand of the Lord be upon you and upon your king. |
|
16
|
16
|
| καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ρῆμα τό μέγα τοῦτο, ὃ ὁ Κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν. | And now stand still, and see this great thing, which the Lord will do before your eyes. |
|
17
|
17
|
| οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον Κυρίου, αἰτήσαντες ἑαυτοῖς βασιλέα. | Is it not wheat-harvest to-day? I will call upon the Lord, and he shall send thunder and rain; and know ye and see, that your wickedness is great which ye have wrought before the Lord, having asked for yourselves a king. |
|
18
|
18
|
| καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν Κύριον, καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν Κύριον σφόδρα καὶ τὸν Σαμουήλ. | And Samuel called upon the Lord, and the Lord sent thunders and rain in that day; and all the people feared greatly the Lord and Samuel. |
|
19
|
19
|
| καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουήλ· πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα. | And all the people said to Samuel, Pray for thy servants to the Lord thy God, and let us not die; for we have added to all our sins this iniquity, in asking for us a king. |
|
20
|
20
|
| καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπό ὄπισθεν Κυρίου καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν | And Samuel said to the people, Fear not: ye have indeed wrought all this iniquity; only turn not from following the Lord, and serve the Lord with all your heart. |
|
21
|
21
|
| καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν. | And turn not aside after the gods that are nothing, who will do nothing, and will not deliver you, because they are nothing. |
|
22
|
22
|
| ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς εἰς λαόν. | For the Lord will not cast off his people for his great name's sake, because the Lord graciously took you to himself for a people. |
|
23
|
23
|
| καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ Κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν· | And far be it from me to sin against the Lord in ceasing to pray for you: but I will serve the Lord, and shew you the good and the right way. |
|
24
|
24
|
| πλὴν φοβεῖσθε τὸν Κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι ἴδετε ἃ ἐμεγάλυνε μεθ᾿ ὑμῶν, | Only fear the Lord, and serve him in truth and with all your heart, for ye see what great things he has wrought with you. |
|
25
|
25
|
| καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε. | But if ye continue to do evil, then shall ye and your king be consumed. |
|
Κεφάλαιο 13
|
Chapter 13
|
|
2
|
2
|
| ΚΑΙ ἐκλέγεται ἑαυτῷ Σαοὺλ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν ᾿Ισραήλ, καὶ ἦσαν μετὰ Σαοὺλ δισχίλιοι οἱ ἐν Μαχμάς, καὶ ἐν τῷ ὄρει Βαιθήλ, καὶ χίλιοι ἦσαν μετὰ ᾿Ιωνάθαν ἐν Γαβαὰ τοῦ Βενιαμίν, καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ. | And Saul chooses for himself three thousand men of the men of Israel: and there were with Saul two thousand who were in Machmas, and in mount Bæthel, and a thousand were with Jonathan in Gabaa of Benjamin: and he sent the rest of the people every man to his tent. |
|
3
|
3
|
| καὶ ἐπάταξεν ᾿Ιωνάθαν τὸν Νασὶβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι. καὶ Σαοὺλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων· ἠθετήκασιν οἱ δοῦλοι. | And Jonathan smote Nasib the Philistine that dwelt in the hill; and the Philistines hear of it, and Saul sounds the trumpet through all the land, saying, The servants have despised us. |
|
4
|
4
|
| καὶ πᾶς ᾿Ισραὴλ ἤκουσε λεγόντων· πέπαικε Σαοὺλ τὸν Νασὶβ τὸν ἀλλόφυλον, καὶ ᾐσχύνθησαν ᾿Ισραὴλ ἐν τοῖς ἀλλοφύλοις. καὶ ἀνέβησαν οἱ υἱοὶ ᾿Ισραὴλ ὀπίσω Σαοὺλ ἐν Γαλγάλοις. | And all Israel heard say, Saul has smitten Nasib the Philistine; now Israel had been put to shame before the Philistines; and the children of Israel went up after Saul in Galgala. |
|
5
|
5
|
| καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ ᾿Ισραήλ, καὶ ἀναβαίνουσιν ἐπὶ ᾿Ισραὴλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσι καὶ παρεμβάλλουσιν ἐν Μαχμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νότου. | And the Philistines gather together to war with Israel; and then come up against Israel thirty thousand chariots, and six thousand horsemen, and people as the sand by the seashore for multitude: and they come up, and encamp in Machmas, opposite Bæthoron southward. |
|
6
|
6
|
| καὶ ἀνὴρ ᾿Ισραὴλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις, | And the men of Israel saw that they were in a strait so that they could not draw nigh, and the people hid themselves in caves, and sheepfolds, and rocks, and ditches, and pits. |
|
7
|
7
|
| καὶ οἱ διαβαίνοντες διέβησαν τὸν ᾿Ιορδάνην εἰς γῆν Γὰδ καὶ Γαλαάδ. καὶ Σαοὺλ ἔτι ἦν ἐν Γαλγάλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ. | And they that went over went over Jordan to the land of Gad and Galaad: and Saul was yet in Galgala, and all the people followed after him in amazement. |
|
8
|
8
|
| καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπε Σαμουὴλ, καὶ οὐ παρεγένετο Σαμουὴλ εἰς Γάλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ᾿ αὐτοῦ. | And he continued seven days for the appointed testimony, as Samuel told him, and Samuel came not to Galgala, and his people were dispersed from him. |
|
9
|
9
|
| καὶ εἶπε Σαούλ· προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκε τὴν ὁλοκαύτωσιν. | And Saul said, Bring hither victims, that I may offer whole-burnt-offerings and peace-offerings: and he offered the whole-burnt-offering. |
|
10
|
10
|
| καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουὴλ παραγίνεται· καὶ ἐξῆλθε Σαοὺλ εἰς ἀπάντησιν αὐτοῦ εὐλογῆσαι αὐτόν. | And it came to pass when he had finished offering the whole-burnt-offering, that Samuel arrived, and Saul went out to meet him, and to bless him. |
|
11
|
11
|
| καὶ εἶπε Σαμουήλ· τί πεποίηκας; καὶ εἶπε Σαούλ· ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾿ ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχμάς, | And Samuel said, What hast thou done? and Saul said, Because I saw how the people were scattered from me, and thou wast not present as thou purposedst according to the set time of the days, and the Philistines were gathered to Machmas. |
|
12
|
12
|
| καὶ εἶπα· νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γάλγαλα καὶ τοῦ προσώπου τοῦ Κυρίου οὐκ ἐδεήθην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν. | Then I said, Now will the Philistines come down to me to Galgala, and I have not sought the face of the Lord: so I forced myself and offered the whole-burnt-offering. |
|
13
|
13
|
| καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ ᾿Ισραὴλ ἕως αἰῶνος· | And Samuel said to Saul, Thou hast done foolishly; for thou hast not kept my command, which the Lord commanded thee, as now the Lord would have confirmed thy kingdom over Israel for ever. |
|
14
|
14
|
| καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεταί σοι, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι Κύριος. | But now thy kingdom shall not stand to thee, and the Lord shall seek for himself a man after his own heart; and the Lord shall appoint him to be a ruler over his people, because thou hast not kept all that the Lord commanded thee. |
|
15
|
15
|
| καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν ἐκ Γαλγάλων εἰς ὁδὸν αὐτοῦ, καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαοὺλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγάλων εἰς Γαβαὰ Βενιαμὶν καὶ ἐπεσκέψατο Σαοὺλ τὸν λαὸν τὸν εὑρεθέντα μετ᾿ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας. | And Samuel arose, and departed from Galgala, and the remnant of the people went after Saul to meet him after the men of war, when they had come out of Galgala to Gabaa of Benjamin. And Saul numbered the people that were found with him, about six hundred men. |
|
16
|
16
|
| καὶ Σαοὺλ καὶ ᾿Ιωνάθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ᾿ αὐτῶν ἐκάθισαν ἐν Γαβαὰ Βενιαμὶν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν ἐν Μαχμάς. | And Saul and Jonathan his son, and the people that were found with them, halted in Gabaa of Benjamin; and they wept: and the Philistines had encamped in Machmas. |
|
17
|
17
|
| καὶ ἐξῆλθε διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερὰ ἐπὶ γῆν Σωγάλ, | And men came forth to destroy out of the land of the Philistines in three companies; one company turning by the way of Gophera toward the land of Sogal, |
|
18
|
18
|
| καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Βαιθωρών, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβαὲ τὴν εἰσκύπτουσαν ἐπὶ Γαὶ τὴν Σαβίμ. | and another company turning the way of Bæthoron, and another company turning by the way of Gabae that turns aside to Gai of Sabim. |
|
19
|
19
|
| καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ ᾿Ισραήλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι· μὴ ποιήσωσιν οἱ ῾Εβραῖοι ρομφαίαν καὶ δόρυ. | And there was not found a smith in all the land of Israel, for the Philistines said, Lest the Hebrews make themselves sword or spear. |
|
20
|
20
|
| καὶ κατέβαινον πᾶς ᾿Ισραὴλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ. | And all Israel went down to the land of the Philistines to forge every one his reaping-hook and his tool, and every one his axe and his sickle. |
|
21
|
21
|
| καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή. | And it was near the time of vintage: and their tools were valued at three shekels for a ploughshare, and there was the same rate for the axe and the sickle. |
|
22
|
22
|
| καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχμὰς καὶ οὐχ εὑρέθη ρομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαοὺλ καὶ μετὰ ᾿Ιωνάθαν, καὶ εὑρέθη τῷ Σαοὺλ καὶ τῷ ᾿Ιωνάθαν υἱῷ αὐτοῦ. | And it came to pass in the days of the war of Machmas, that there was not a sword or spear found in the hand of all the people, that were with Saul and Jonathan; but with Saul and Jonathan his son was there found. |
|
23
|
23
|
| καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχμάς. | And there went out some from the camp of the Philistines to the place beyond Machmas. |
|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| ΚΑΙ γίνεται ἡ ἡμέρα καὶ εἶπεν ᾿Ιωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε. | And when a certain day arrived, Jonathan the son of Saul said to the young man that bore his armour, Come, and let us go over to Messab of the Philistines that is on the other side yonder; but he told not his father. |
|
2
|
2
|
| καὶ Σαοὺλ ἐκάθητο ἐπ᾿ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ροὰν τὴν ἐν Μαγδών, καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες· | And Saul sat on the top of the hill under the pomegranate tree that is in Magdon, and there were with him about six hundred men. |
|
3
|
3
|
| καὶ ᾿Αχιὰ υἱὸς ᾿Αχιτὼβ ἀδελφοῦ ᾿Ιωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ ῾Ηλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται ᾿Ιωνάθαν. | And Achia son of Achitob, the brother of Jochabed the son of Phinees, the son of Heli, was the priest of God in Selom wearing an ephod: and the people knew not that Jonathan was gone. |
|
4
|
4
|
| καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει ᾿Ιωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ὁδοὺς πέτρας ἐκ τούτου καὶ ὁδοὺς πέτρας ἐκ τούτου, ὄνομα τῷ ἑνὶ Βασὲς καὶ ὄνομα τῷ ἄλλῳ Σεννά· | And in the midst of the passage whereby Jonathan sought to pass over to the encampment of the Philistines, there was both a sharp rock on this side, and a sharp rock on the other side: the name of the one was Bases, and the name of the other Senna. |
|
5
|
5
|
| ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβαέ. | The one way was northward to one coming to Machmas, and the other way was southward to one coming to Gabae. |
|
6
|
6
|
| καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ· δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν· ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις. | And Jonathan said to the young man that bore his armour, Come, let us go over to Messab of these uncircumcised, if peradventure the Lord may do something for us; for the Lord is not straitened to save by many or by few. |
|
7
|
7
|
| καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ· ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκλίνῃ, ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σου καρδία μου. | And his armour-bearer said to him, Do all that thine heart inclines toward: behold, I am with thee, my heart is as thy heart. |
|
8
|
8
|
| καὶ εἶπεν ᾿Ιωνάθαν· ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς· | And Jonathan said, Behold, we will go over to the men, and will come down suddenly upon them. |
|
9
|
9
|
| ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ᾿ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾿ αὐτούς· | If they should say thus to us, Stand aloof there until we shall send you word; then we will stand still by ourselves, and will not go up against them. |
|
10
|
10
|
| ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον. | But if they should say thus to us, Come up to us; then will we go up, for the Lord has delivered them into our hands; this shall be a sign to us. |
|
11
|
11
|
| καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι· ἰδοὺ ῾Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ. | And they both went in to Messab of the Philistines; and the Philistines said, Behold, the Hebrews come forth out of their caves, where they had hidden themselves. |
|
12
|
12
|
| καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς ᾿Ιωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν· ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ρῆμα. καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ᾿Ισραήλ. | And the men of Messab answered Jonathan and his armour-bearer, and said, Come up to us, and we will shew you a thing: and Jonathan said to his armour-bearer, Come up after me, for the Lord has delivered them into the hands of Israel. |
|
13
|
13
|
| καὶ ἀνέβη ᾿Ιωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον ᾿Ιωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ. | And Jonathan went up on his hands and feet, and his armour-bearer with him; and they looked on the face of Jonathan, and he smote them, and his armour-bearer did smite them after him. |
|
14
|
14
|
| καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν ᾿Ιωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου. | And the first slaughter which Jonathan and his armour-bearer effected was twenty men, with darts and slings, and pebbles of the field. |
|
15
|
15
|
| καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου. | And there was dismay in the camp, and in the field; and all the people in Messab, and the spoilers were amazed; and they would not act, and the land was terror-struck, and there was dismay from the Lord. |
|
16
|
16
|
| καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν. | And the watchmen of Saul beheld in Gabaa of Benjamin, and, behold, the army was thrown into confusion on every side. |
|
17
|
17
|
| καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο ᾿Ιωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ. | And Saul said to the people with him, Number yourselves now, and see who has gone out from you: and they numbered themselves, and behold, Jonathan and his armour-bearer were not found. |
|
18
|
18
|
| καὶ εἶπε Σαοὺλ τῷ ᾿Αχιᾷ· προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον ᾿Ισραήλ. | And Saul said to Achia, Bring the ephod; for he wore the ephod in that day before Israel. |
|
19
|
19
|
| καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα· συνάγαγε τὰς χεῖράς σου. | And it came to pass while Saul was speaking to the priest, that the sound in the camp of the Philistines continued to increase greatly; and Saul said to the priest, Withdraw thy hands. |
|
20
|
20
|
| καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα. | And Saul went up and all the people that were with him, and they come to the battle: and, behold, every man's sword was against his neighbour, a very great confusion. |
|
21
|
21
|
| καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ ᾿Ισραὴλ τῶν μετὰ Σαοὺλ καὶ ᾿Ιωνάθαν. | And the servants who had been before with the Philistines, who had gone up to the army, turned themselves also to be with the Israelites who were with Saul and Jonathan. |
|
22
|
22
|
| καὶ πᾶς ᾿Ισραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει ᾿Εφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον. | And all the Israelites who were hidden in mount Ephraim heard also that the Philistines fled; and they also gather themselves after them to battle: and the Lord saved Israel in that day; and the war passed through Bamoth; and all the people with Saul were about ten thousand men. |
|
23
|
23
|
| καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν ᾿Ισραήλ. Καὶ ὁ πόλεμος διῆλθε τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει ᾿Εφραίμ. | And the battle extended itself to every city in the mount Ephraim. |
|
24
|
24
|
| καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. καὶ πᾶσα ἡ γῆ ἠρίστα. | And Saul committed a great trespass of ignorance in that day, and he lays a curse on the people, saying, Cursed is the man who shall eat bread before the evening; so I will avenge myself on my enemy: and none of the people tasted bread, though all the land was dining. |
|
25
|
25
|
| καὶ ᾿Ιάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ, | And Jaal was a wood abounding in swarms of bees on the face of the ground. |
|
26
|
26
|
| καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον Κυρίου. | And the people went into the place of the bees, and, behold, they continued speaking; and, behold, there was none that put his hand to his mouth, for the people feared the oath of the Lord. |
|
27
|
27
|
| καὶ ᾿Ιωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. | And Jonathan had not heard when his father adjured the people; and he reached forth the end of the staff that was in his hand, and dipped it into the honeycomb, and returned his hand to his mouth, and his eyes recovered their sight. |
|
28
|
28
|
| καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν· ὁρκίσας ὥρκισε τὸν λαὸν ὁ πατήρ σου λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός. | And one of the people answered and said, Thy father solemnly adjured the people, saying, Cursed is the man who shall eat bread to-day. And the people were very faint, |
|
29
|
29
|
| καὶ ἔγνω ᾿Ιωνάθαν καὶ εἶπεν· ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου· | and Jonathan knew it, and said, My father has destroyed the land: see how my eyes have received sight now that I have tasted a little of this honey. |
|
30
|
30
|
| ἀλλ᾿ ὅτι εἰ ἔφαγεν ἔσθων σήμερον ὁ λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις. | Surely if the people had this day eaten freely of the spoils of their enemies which they found, the slaughter among the Philistines would have been greater. |
|
31
|
31
|
| καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα. | And on that day he smote some of the Philistines in Machmas; and the people were very weary. |
|
32
|
32
|
| καὶ ἐκλήθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι. | And the people turned to the spoil; and the people took flocks, and herds, and calves, and slew them on the ground, and the people ate with the blood. |
|
33
|
33
|
| καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες· ἡμάρτηκεν ὁ λαὸς τῷ Κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπε Σαοὺλ ἐκ Γεθθαίμ· κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν. | And it was reported to Saul, saying, The people have sinned against the Lord, eating with the blood: and Saul said, Out of Getthaim roll a great stone to me hither. |
|
34
|
34
|
| καὶ εἶπε Σαούλ· διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν ὁ λαὸς ἕκαστος τὸἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ. | And Saul said, Disperse yourselves among the people, and tell them to bring hither every one his calf, and every one his sheep: and let them slay it on this stone and sin not against the Lord in eating with the blood: and the people brought each one that which was in his hand, and they slew them there. |
|
35
|
35
|
| καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ. | And Saul built an altar there to the Lord: this was the first altar that Saul built to the Lord. |
|
36
|
36
|
| Καὶ εἶπε Σαούλ· καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν· πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς· προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν. | And Saul said, Let us go down after the Philistines this night, and let us plunder among them till the day break, and let us not leave a man among them. And they said, Do all that is good in thy sight: and the priest said, Let us draw nigh hither to God. |
|
37
|
37
|
| καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας ᾿Ισραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. | And Saul enquired of God, If I go down after the Philistines, wilt thou deliver them into the hands of Israel? And he answered him not in that day. |
|
38
|
38
|
| καὶ εἶπε Σαούλ· προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ ᾿Ισραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον· | And Saul said, Bring hither all the chiefs of Israel, and know and see by whom this sin has been committed this day. |
|
39
|
39
|
| ὅτι ζῇ Κύριος ὁ σώσας τὸν ᾿Ισραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ ᾿Ιωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ. | For as the Lord lives who has saved Israel, if answer should be against my son Jonathan, he shall surely die. And there was no one that answered out of all the people. |
|
40
|
40
|
| καὶ εἶπε παντὶ ἀνδρὶ ᾿Ισραήλ· ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ ᾿Ιωνάθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. | And he said to all the men of Israel, Ye shall be under subjection, and I and Jonathan my son will be under subjection: and the people said to Saul, Do that which is good in thy sight. |
|
41
|
41
|
| καὶ εἶπε Σαούλ· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν ᾿Ιωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς ᾿Ισραὴλ δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς, ἐν τῷ λαῷ σου ᾿Ισραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται ᾿Ιωνάθαν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθε. | And Saul said, O Lord God of Israel, why hast thou not answered thy servant this day? is the iniquity in me, or in Jonathan my son? Lord God of Israel, give clear manifestations; and if the lot should declare this, give, I pray thee, to thy people Israel, give, I pray, holiness. And Jonathan and Saul are taken, and the people escaped. |
|
42
|
42
|
| καὶ εἶπε Σαούλ· βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· οὐκ ἔστι τὸ ρῆμα τοῦτο. καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται ᾿Ιωνάθαν. | And Saul said, Cast lots between me and my son Jonathan: whomsoever the Lord shall cause to be taken by lot, let him die: and the people said to Saul, This thing is not to be done: and Saul prevailed against the people, and they cast lots between him and Jonathan his son, and Jonathan is taken by lot. |
|
43
|
43
|
| καὶ εἶπε Σαοὺλ πρὸς ᾿Ιωνάθαν· ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ ᾿Ιωνάθαν καὶ εἶπε· γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω. | And Saul said to Jonathan, Tell me what thou hast done: and Jonathan told him, and said, I did indeed taste a little honey, with the end of my staff that was in my hand, and, lo! I am to die. |
|
44
|
44
|
| καὶ εἶπεν αὐτῷ Σαούλ· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. | And Saul said to him, God do so to me, and more also, thou shalt surely die to-day. |
|
45
|
45
|
| καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν ᾿Ισραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ ᾿Ιωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε. | And the people said to Saul, Shall he that has wrought this great salvation in Israel be put to death this day? As the Lord lives, there shall not fall to the ground one of the hairs of his head; for the people of God have wrought successfully this day. And the people prayed for Jonathan in that day, and he died not. |
|
46
|
46
|
| καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν. | And Saul went up from following the Philistines; and the Philistines departed to their place. |
|
47
|
47
|
| Καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ ᾿Ισραήλ. καὶ ἐπολέμει κύκλῳ πάντας τούς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς ᾿Αμμὼν καὶ εἰς τοὺς υἱοὺς ᾿Εδὼμ καὶ εἰς τὸν Βαιθεὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσώζετο. | And Saul received the kingdom, by lot he inherits the office of ruling over Israel: and he fought against all his enemies round about, against Moab, and against the children of Ammon, and against the children of Edom, and against Bæthæor, and against the king of Suba, and against the Philistines: whithersoever he turned, he was victorious. |
|
48
|
48
|
| καὶ ἐποίησε δύναμιν καὶ ἐπάταξε τὸν ᾿Αμαλὴκ καὶ ἐξείλατο τὸν ᾿Ισραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν. | And he wrought valiantly, and smote Amalec, and rescued Israel out of the hand of them that trampled on him. |
|
49
|
49
|
| καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ ᾿Ιωνάθαν καὶ ᾿Ιεσσιοὺ καὶ Μελχισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ· | And the sons of Saul were Jonathan, and Jessiu, and Melchisa: and these were the names of his two daughters, the name of the first-born Merob, and the name of the second Melchol. |
|
50
|
50
|
| καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ ᾿Αχινοὸμ θυγάτηρ ᾿Αχιμάας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ ᾿Αβεννήρ, υἱὸς Νήρ, υἱοῦ οἰκείου Σαούλ· | And the name of his wife was Achinoom, the daughter of Achimaa: and the name of his captain of the host was Abenner, the son of Ner, son of a kinsman of Saul. |
|
51
|
51
|
| καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ ᾿Αβεννὴρ υἱὸς ᾿Ιαμὶν υἱοῦ ᾿Αβιήλ. | And Kis was the father of Saul, and Ner, the father of Abenner, was son of Jamin, son of Abiel. |
|
52
|
52
|
| καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ. καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν. | And the war was vehement against the Philistines all the days of Saul; and when Saul saw any mighty man, and any valiant man, then he took them to himself. |
|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἐμὲ ἀπέστειλε Κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ, καὶ νῦν ἄκουε τῆς φωνῆς Κυρίου· | And Samuel said to Saul, The Lord sent me to anoint thee king over Israel: and now hear the voice of the Lord. |
|
2
|
2
|
| τάδε εἶπε Κύριος Σαβαώθ· νῦν ἐκδικήσω ἃ ἐποίησεν ᾿Αμαλὴκ τῷ ᾿Ισραήλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου· | Thus said the Lord of hosts, Now will I take vengeance for what Amalec did to Israel, when he met him in the way as he came up out of Egypt. |
|
3
|
3
|
| καὶ νῦν πορεύου καὶ πατάξεις τὸν ᾿Αμαλὴκ καὶ ῾Ιερὶμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολοθρεύσεις αὐτὸν καὶ ἀναθεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ φείσῃ ἀπ᾿ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου. | And now go, and thou shalt smite Amalec and Hierim and all that belongs to him, and thou shalt not save anything of him alive, but thou shalt utterly destroy him: and thou shalt devote him and all his to destruction, and thou shalt spare nothing belonging to him; and thou shalt slay both man and woman, and infant and suckling, and calf and sheep, and camel and ass. |
|
4
|
4
|
| καὶ παρήγγειλε Σαοὺλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγάλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν ᾿Ιούδαν τριάκοντα χιλιάδας ταγμάτων. | And Saul summoned the people, and he numbered them in Galgala, four hundred thousand regular troops, and Juda thirty thousand regular troops. |
|
5
|
5
|
| καὶ ἦλθε Σαοὺλ ἕως τῶν πόλεων ᾿Αμαλὴκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ. | And Saul came to the cities of Amalec, and laid wait in the valley. |
|
6
|
6
|
| καὶ εἶπε Σαοὺλ πρὸς τὸν Κιναῖον· ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου τοῦ ᾿Αμαληκίτου, μὴ προσθῶ σε μετ᾿ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν ᾿Ισραὴλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου ᾿Αμαλήκ. | And Saul said to the Kinite, Go, and depart out of the midst of the Amalekites, lest I put thee with them; for thou dealedst mercifully with the children of Israel when they went up out of Egypt. So the Kinite departed from the midst of Amalec. |
|
7
|
7
|
| καὶ ἐπάταξε Σαοὺλ τὸν ᾿Αμαλὴκ ἀπὸ Εὐιλὰτ ἕως Σοὺρ ἐπὶ προσώπου Αἰγύπτου. | And Saul smote Amalec from Evilat to Sur fronting Egypt. |
|
8
|
8
|
| καὶ συνέλαβε τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλὴκ ζῶντα καὶ πάντα τὸν λαὸν καὶ ῾Ιερὶμ ἀπέκτεινεν ἐν στόματι ρομφαίας. | And he took Agag the king of Amalec alive, and he slew all the people and Hierim with the edge of the sword. |
|
9
|
9
|
| καὶ περιεποιήσατο Σαοὺλ καὶ πᾶς ὁ λαὸς τὸν ᾿Αγὰγ ζῶντα καὶ τὰ ἀγαθὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαθῶν καὶ οὐκ ἐβούλοντο ἐξολοθρεῦσαι αὐτά· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλόθρευσαν. | And Saul and all the people saved Agag alive, and the best of the flocks, and of the herds, and of the fruits, of the vineyards, and of all the good things; and they would not destroy them: but every worthless and refuse thing they destroyed. |
|
10
|
10
|
| Καὶ ἐγενήθη ρῆμα Κυρίου πρὸς Σαμουὴλ λέγων· | And the word of the Lord came to Samuel, saying, |
|
11
|
11
|
| παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαοὺλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησε. καὶ ἠθύμησε Σαμουὴλ καὶ ἐβόησε πρὸς Κύριον ὅλην τὴν νύκτα. | I have repented that I have made Saul to be king: for he has turned back from following me, and has not kept my word. And Samuel was grieved, and cried to the Lord all night. |
|
12
|
12
|
| καὶ ὤρθρισε Σαμουὴλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν ᾿Ισραὴλ τὸ πρωΐ. καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἥκει Σαμουὴλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψε τὸ ἅρμα. καὶ κατέβη εἰς Γάλγαλα πρὸς Σαούλ, καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τῷ Κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ ᾿Αμαλήκ. | And Samuel rose early and went to meet Israel in the morning, and it was told Saul, saying, Samuel has come to Carmel, and he has raised up help for himself: and he turned his chariot, and came down to Galgala to Saul; and, behold, he was offering up a whole-burnt-offering to the Lord, the chief of the spoils which he brought out of Amalec. |
|
13
|
13
|
| καὶ παρεγένετο Σαμουὴλ πρὸς Σαούλ, καὶ εἶπεν αὐτῷ Σαούλ· εὐλογητὸς σὺ τῷ Κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησε Κύριος. | And Samuel came to Saul: and Saul said to him, Blessed art thou of the Lord: I have performed all that the Lord said. |
|
14
|
14
|
| καὶ εἶπε Σαμουήλ· καὶ τίς ἡ φωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσί μου καὶ φωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω; | And Samuel said, What then is the bleating of this flock in my ears, and the sound of the oxen which I hear? |
|
15
|
15
|
| καὶ εἶπε Σαούλ· ἐξ ᾿Αμαλὴκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαὸς τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυθῇ Κυρίῳ τῷ Θεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλόθρευσα. | And Saul said, I have brought them out of Amalec, that which the people preserved, even the best of the sheep, and of the cattle, that it might be sacrificed to the Lord thy God, and the rest have I utterly destroyed. |
|
16
|
16
|
| καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησε Κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ· λάλησον. | And Samuel said to Saul, Stay, and I will tell thee what the Lord has said to me this night: and he said to him, Say on. |
|
17
|
17
|
| καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐχὶ μικρὸς εἶ σὺ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου φυλῆς ᾿Ισραήλ; καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ ᾿Ισραήλ. | And Samuel said to Saul, Art thou not little in his eyes, though a leader of one of the tribes of Israel? and yet the Lord anointed thee to be king over Israel. |
|
18
|
18
|
| καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ καὶ εἶπέ σοι· πορεύθητι καὶ ἐξολόθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν ᾿Αμαλήκ, καὶ πολεμήσεις αὐτοὺς ἕως συντελέσῃς αὐτούς. | And the Lord sent thee on a journey, and said to thee, Go, and utterly destroy: thou shalt slay the sinners against me, even the Amalekites; and thou shalt war against them until thou have consumed them. |
|
19
|
19
|
| καὶ ἱνατί οὐκ ἤκουσας φωνῆς Κυρίου, ἀλλ᾿ ὥρμησας τοῦ θέσθαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον Κυρίου; | And why didst not thou hearken to the voice of the Lord, but didst haste to fasten upon the spoils, and didst that which was evil in the sight of the Lord? |
|
20
|
20
|
| καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· διὰ τὸ ἀκοῦσαί με τῆς φωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύθην τῇ ὁδῷ, ᾗ ἀπέστειλέ με Κύριος, καὶ ἤγαγον τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλὴκ καὶ τὸν ᾿Αμαλὴκ ἐξωλόθρευσα· | And Saul said to Samuel, Because I listened to the voice of the people: yet I went the way by which the Lord sent me, and I brought Agag the king of Amalec, and I destroyed Amalec. |
|
21
|
21
|
| καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολοθρεύματος, θῦσαι ἐνώπιον Κυρίου Θεοῦ ἡμῶν ἐν Γαλγάλοις. | But the people took of the spoils the best flocks and herds out of that which was destroyed, to sacrifice before the Lord our God in Galgal. |
|
22
|
22
|
| καὶ εἶπε Σαμουήλ· εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴν καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν· | And Samuel said, Does the Lord take pleasure in whole-burnt-offerings and sacrifices, as in hearing the words of the Lord? behold, obedience is better than a good sacrifice, and hearkening than the fat of rams. |
|
23
|
23
|
| ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους θεραφὶν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος μὴ εἶναι βασιλέα ἐπὶ ᾿Ισραήλ. | For sin is as divination; idols bring on pain and grief. Because thou hast rejected the word of the Lord, the Lord also shall reject thee from being king over Israel. |
|
24
|
24
|
| καὶ εἶπε Σαοὺλ πρὸς Σαμουήλ· ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον Κυρίου καὶ τὸ ρῆμά σου, ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τῆς φωνῆς αὐτῶν· | And Saul said to Samuel, I have sinned, in that I have transgressed the word of the Lord and thy direction; for I feared the people, and I hearkened to their voice. |
|
25
|
25
|
| καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. | And now remove, I pray thee, my sin, and turn back with me, and I will worship the Lord thy God. |
|
26
|
26
|
| καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· οὐκ ἀναστρέφω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ρῆμα Κυρίου, καί ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν ᾿Ισραήλ. | And Samuel said to Saul, I will not turn back with thee, for thou hast rejected the word of the Lord, and the Lord will reject thee from being king over Israel. |
|
27
|
27
|
| καὶ ἐπέστρεψε Σαμουὴλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελθεῖν. καὶ ἐκράτησε Σαοὺλ τοῦ πτερυγίου τῆς διπλοΐδος αὐτοῦ καὶ διέρρηξεν αὐτό· | And Samuel turned his face to depart, and Saul caught hold of the skirt of his garment, and tore it. |
|
28
|
28
|
| καὶ εἶπε πρὸς αὐτὸν Σαμουήλ· διέρρηξε Κύριος τὴν βασιλείαν σου ἀπὸ ᾿Ισραὴλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ· | And Samuel said to him, The Lord has rent thy kingdom from Israel out of thy hand this day, and will give it to thy neighbour who is better than thou. |
|
29
|
29
|
| καὶ διαιρεθήσεται ᾿Ισραὴλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστι τοῦ μετανοῆσαι αὐτός. | And Israel shall be divided to two: and God will not turn nor repent, for he is not as a man to repent. |
|
30
|
30
|
| καὶ εἶπε Σαούλ· ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων ᾿Ισραὴλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾿ ἐμοῦ, καὶ προσκυνήσω Κυρίῳ τῷ Θεῷ σου. | And Saul said, I have sinned; yet honour me, I pray thee, before the elders of Israel, and before my people; and turn back with me, and I will worship the Lord thy God. |
|
31
|
31
|
| καὶ ἀνέστρεψε Σαμουὴλ ὀπίσω Σαοὺλ καὶ προσεκύνησε τῷ Κυρίῳ. | So Samuel turned back after Saul, and he worshipped the Lord. |
|
32
|
32
|
| καὶ εἶπε Σαμουήλ· προσαγάγετέ μοι τὸν ᾿Αγὰγ βασιλέα ᾿Αμαλήκ. καὶ προσῆλθε πρὸς αὐτὸν ᾿Αγὰγ τρέμων, καὶ εἶπεν ᾿Αγάγ· εἰ οὕτω πικρὸς ὁ θάνατος; | And Samuel said, Bring me Agag the king of Amalec: and Agag came to him trembling; and Agag said, Is death thus bitter? |
|
33
|
33
|
| καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Αγάγ· καθότι ἠτέκνωσε γυναῖκας ἡ ρομφαία σου, οὕτως ἀτεκνωθήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου, καὶ ἔσφαξε Σαμουὴλ τὸν ᾿Αγὰγ ἐνώπιον Κυρίου ἐν Γαλγάλ. | And Samuel said to Agag, As thy sword has bereaved women of their children, so shall thy mother be made childless among women: and Samuel slew Agag before the Lord in Galgal. |
|
34
|
34
|
| καὶ ἀπῆλθε Σαμουὴλ εἰς ᾿Αρμαθαίμ, καὶ Σαοὺλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά. | And Samuel departed to Armathaim, and Saul went up to his house at Gabaa. |
|
35
|
35
|
| καὶ οὐ προσέθετο ἔτι Σαμουὴλ ἰδεῖν τὸν Σαοὺλ ἕως ἠμέρας θανάτου αὐτοῦ, ὅτι ἐπένθει Σαμουὴλ ἐπὶ Σαούλ· καὶ Κύριος μετεμελήθη ὅτι ἐβασίλευσε τὸν Σαοὺλ ἐπὶ ᾿Ισραήλ. | And Samuel did not see Saul again till the day of his death, for Samuel mourned after Saul, and the Lord repented that he had made Saul king over Israel. |
|
Κεφάλαιο 16
|
Chapter 16
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ ᾿Ισραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς ᾿Ιεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα. | And the Lord said to Samuel, How long dost thou mourn for Saul, whereas I have rejected him from reigning over Israel? Fill thy horn with oil, and come, I will send thee to Jessæ, to Bethleem; for I have seen among his sons a king for me. |
|
2
|
2
|
| καὶ εἶπε Σαμουήλ· πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος· δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς· θῦσαι τῷ Κυρίῳ ἥκω· | And Samuel said, How can I go? whereas Saul will hear of it, and slay me: and the Lord said, Take a heifer in thine hand and thou shalt say, I am come to sacrifice to the Lord. |
|
3
|
3
|
| καὶ καλέσεις τὸν ᾿Ιεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε. | And thou shalt call Jessæ to the sacrifice, and I will make known to thee what thou shalt do; and thou shalt anoint him whom I shall mention to thee. |
|
4
|
4
|
| καὶ ἐποίησε Σαμουὴλ πάντα, ἃ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλεέμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν· εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων; | And Samuel did all that the Lord told him; and he came to Bethleem: and the elders of the city were amazed at meeting him, and said, Dost thou come peaceably, thou Seer? |
|
5
|
5
|
| καὶ εἶπεν· εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἡγίασε τὸν ᾿Ιεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν. | And he said, Peaceably: I am come to sacrifice to the Lord. Sanctify yourselves, and rejoice with me this day: and he sanctified Jessæ and his sons, and he called them to the sacrifice. |
|
6
|
6
|
| καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς καὶ εἶδε τὸν ᾿Ελιὰβ καὶ εἶπεν· ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ. | And it came to pass when they came in, that he saw Eliab, and said, Surely the Lord's anointed is before him. |
|
7
|
7
|
| καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν. | But the Lord said to Samuel, Look not on his appearance, nor on his stature, for I have rejected him; for God sees not as a man looks; for man looks at the outward appearance, but God looks at the heart. |
|
8
|
8
|
| καὶ ἐκάλεσεν ᾿Ιεσσαὶ τὸν ᾿Αμιναδάβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν· οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός. | And Jessæ called Aminadab, and he passed before Samuel: and he said, Neither has God chosen this one. |
|
9
|
9
|
| καὶ παρήγαγεν ᾿Ιεσσαὶ τὸν Σαμά· καὶ εἶπε· καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος. | And Jessæ caused Sama to pass by: and he said, Neither has God chosen this one. |
|
10
|
10
|
| καὶ παρήγαγεν ᾿Ιεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουήλ· οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις. | And Jessæ caused his seven sons to pass before Samuel: and Samuel said, The Lord has not chosen these. |
|
11
|
11
|
| καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Ιεσσαί· ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν· ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Ιεσσαί· ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν. | And Samuel said to Jessæ, Hast thou no more sons? And Jessæ said, There is yet a little one; behold, he tends the flock. And Samuel said to Jessæ, Send and fetch him, for we may not sit down till he comes. |
|
12
|
12
|
| καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός. | And he sent and fetched him: and he was ruddy, with beauty of eyes, and very goodly to behold. And the Lord said to Samuel, Arise, and anoint David, for he is good. |
|
13
|
13
|
| καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς ᾿Αρμαθαίμ. | And Samuel took the horn of oil, and anointed him in the midst of his brethren: and the Spirit of the Lord came upon David from that day forward: and Samuel arose, and departed to Armathaim. |
|
14
|
14
|
| Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου. | And the Spirit of the Lord departed from Saul, and an evil spirit from the Lord tormented him. |
|
15
|
15
|
| καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν· ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε· | And Saul's servants said to him, Behold now, an evil spirit from the Lord torments thee. |
|
16
|
16
|
| εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοι καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε. | Let now thy servants speak before thee, and let them seek for our lord a man skilled to play on the harp; and it shall come to pass when an evil spirit comes upon thee and he shall play on his harp, that thou shalt be well, and he shall refresh thee. |
|
17
|
17
|
| καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρός με. | And Saul said to his servants, Look now out for me a skilful player, and bring him to me. |
|
18
|
18
|
| καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν· ἰδοὺ ἑώρακα υἱὸν τῷ ᾿Ιεσσαὶ Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετὸς καὶ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετ᾿ αὐτοῦ. | And one of his servants answered and said, Behold, I have seen a son of Jessæ the Bethleemite, and he understands playing on the harp, and the man is prudent, and a warrior, and wise in speech, and the man is handsome, and the Lord is with him. |
|
19
|
19
|
| καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς ᾿Ιεσσαὶ λέγων· ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου. | And Saul sent messengers to Jessæ, saying, Send to me thy son David who is with thy flock. |
|
20
|
20
|
| καὶ ἔλαβεν ᾿Ιεσσαὶ γομὸρ ἄρτων καὶ ἀσκὸν οἶνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ. | And Jessæ took a homer of bread, and a bottle of wine, and one kid of the goats, and sent them by the hand of his son David to Saul. |
|
21
|
21
|
| καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ. | And David went in to Saul, and stood before him; and he loved him greatly; and he became his armour-bearer. |
|
22
|
22
|
| καὶ ἀπέστειλε Σαοὺλ πρὸς ᾿Ιεσσαὶ λέγων· παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου. | And Saul sent to Jessæ, saying, Let David, I pray thee, stand before me, for he has found grace in my eyes. |
|
33
|
|
| καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ. καὶ ἀνέψυχε Σαούλ, καὶ ἀγαθὸν αὐτῷ. καὶ ἀφίστατο ἀπ᾿ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν. | |
|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΚΑΙ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχὼθ τῆς ᾿Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον ᾿Αζηκὰ ᾿Εφερμέμ. | And the Philistines gather their armies to battle, and gather themselves to Socchoth of Judæa, and encamp between Socchoth and Azeca Ephermen. |
|
2
|
2
|
| καὶ Σαοὺλ καὶ οἱ ἄνδρες ᾿Ισραὴλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι αὐτοὶ καὶ παρατάσσονται εἰς πόλεμον ἐξεναντίας τῶν ἀλλοφύλων. | And Saul and the men of Israel gather together, and they encamp in the valley, and set the battle in array against the Philistines. |
|
3
|
3
|
| καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ᾿Ισραὴλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν. | And the Philistines stand on the mountain on one side, and Israel stands on the mountain on the other side, and the valley was between them. |
|
4
|
4
|
| καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων Γολιὰθ ὄνομα αὐτῶν ἐκ Γέθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς· | And there went forth a mighty man out of the army of the Philistines, Goliath by name, out of Geth, his height was four cubits and a span. |
|
5
|
5
|
| καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου· | And he had a helmet upon his head, and he wore a breastplate of chain armour; and the weight of his breastplate was five thousand shekels of brass and iron. |
|
6
|
6
|
| καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ· | And greaves of brass were upon his legs, and a brazen target was between his shoulders. |
|
7
|
7
|
| καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων, καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ. | And the staff of his spear was like a weavers' beam, and the spear's head was formed of six hundred shekels of iron; and his armour-bearer went before him. |
|
8
|
8
|
| καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν ᾿Ισραὴλ καὶ εἶπεν αὐτοῖς· τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξεναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς ῾Εβραῖοι τοῦ Σαούλ; ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με, | And he stood and cried to the army of Israel, and said to them, Why are ye come forth to set yourselves in battle array against us? Am not I a Philistine, and ye Hebrews of Saul? choose for yourselves a man, and let him come down to me. |
|
9
|
9
|
| καὶ ἐὰν δυνηθῇ πολεμῆσαι πρός με καὶ ἐὰν πατάξῃ με, καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους· ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν. | And if he shall be able to fight against me, and shall smite me, then will we be your servants: but if I should prevail and smite him, ye shall be our servants, and serve us. |
|
10
|
10
|
| καὶ εἶπεν ὁ ἀλλόφυλος· ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν ᾿Ισραὴλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι. | And the Philistine said, Behold, I have defied the armies of Israel this very day: give me a man, and we will both of us fight in single combat. |
|
11
|
11
|
| καὶ ἤκουσε Σαοὺλ καὶ πᾶς ᾿Ισραὴλ τὰ ρήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα*. | And Saul and all Israel heard these words of the Philistine, and they were dismayed, and greatly terrified. |
|
32
|
32
|
| Καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· μὴ δὴ συμπεσέτω καρδία τοῦ Κυρίου μου ἐπ᾿ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. | And David said to Saul, Let not, I pray thee, the heart of my lord be dejected within him: thy servant will go, and fight with this Philistine. |
|
33
|
33
|
| καὶ εἶπε Σαοὺλ πρὸς τὸν Δαυὶδ· οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ᾿ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ. | And Saul said to David, Thou wilt not in anywise be able to go against this Philistine to fight with him, for thou art a mere youth, and he a man of war from his youth. |
|
34
|
34
|
| καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, | And David said to Saul, Thy servant was tending the flock for his father; and when a lion came and a she-bear, and took a sheep out of the flock, |
|
35
|
35
|
| καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ᾿ ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν. | then I went forth after him, and smote him, and drew the spoil out of his mouth: and as he rose up against me, then I caught hold of his throat, and smote him, and slew him. |
|
36
|
36
|
| καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτόν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ ᾿Ισραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; | Thy servant smote both the lion and the bear, and the uncircumcised Philistine shall be as one of them: shall I not go and smite him, and remove this day a reproach from Israel? for who is this uncircumcised one, who has defied the army of the living God? |
|
37
|
37
|
| Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· πορεύου, καὶ ἔσται Κύριος μετὰ σοῦ. | The Lord who delivered me out of the paw of the lion and out of the paw of the bear, he will deliver me out of the hand of this uncircumcised Philistine. And Saul said to David, Go, and the Lord shall be with thee. |
|
38
|
38
|
| καὶ ἐνέδυσε Σαοὺλ τὸν Δαυὶδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλήν αὐτοῦ | And Saul clothed David with a military coat, and put his brazen helmet on his head. |
|
39
|
39
|
| καὶ ἔζωσε τὸν Δαυὶδ τὴν ρομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ᾿ αὐτοῦ. | And he girt David with his sword over his coat: and he made trial walking with them once and again: and David said to Saul, I shall not be able to go with these, for I have not proved them: so they remove them from him. |
|
40
|
40
|
| καὶ ἔλαβε τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμαινικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴ καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθε πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον.* | And he took his staff in his hand, and he chose for himself five smooth stones out of the brook, and put them in the shepherd's scrip which he had for his store, and his sling was in his hand; and he approached the Philistine. |
|
42
|
42
|
| καὶ εἶδε Γολιὰθ τὸν Δαυὶδ καὶ ἐξητίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν. | And Goliath saw David, and despised him; for he was a lad, and ruddy, with a fair countenance. |
|
43
|
43
|
| καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ· ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ᾿ ἐμὲ ἐν ράβδῳ καὶ λίθοις; καὶ εἶπε Δαυίδ· οὐχί, ἀλλ᾿ ἢ χείρων κυνός. καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ. | And the Philistine said to David, Am I as a dog, that thou comest against me with a staff and stones? and David said, Nay, but worse than a dog. And the Philistine cursed David by his gods. |
|
44
|
44
|
| καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ· δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσι τῆς γῆς. | And the Philistine said to David, Come to me, and I will give thy flesh to the birds of the air, and to the beasts of the earth. |
|
45
|
45
|
| καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον· σὺ ἔρχῃ πρός με ἐν ρομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρός σε ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαὼθ παρατάξεως ᾿Ισραήλ, ἣν ὠνείδισας σήμερον· | And David said to the Philistine, Thou comest to me with sword, and with spear, and with shield; but I come to thee in the name of the Lord God of hosts of the army of Israel, which thou hast defied |
|
46
|
46
|
| καὶ ἀποκλείσει σε Κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ, ὅτι ἔστι Θεὸς ἐν ᾿Ισραήλ· | this day. And the Lord shall deliver thee this day into my hand; and I will slay thee, and take away thy head from off thee, and will give thy limbs and the limbs of the army of the Philistines this day to the birds of the sky, and to the wild beasts of the earth; and all the earth shall know that there is a God in Israel. |
|
47
|
47
|
| καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ρομφαίᾳ καὶ δόρατι σῴζει Κύριος, ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν. | And all this assembly shall know that the Lord delivers not by sword or spear, for the battle is the Lord's, and the Lord will deliver you into our hands. |
|
48
|
48
|
| καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυίδ. | And the Philistine arose and went to meet David. |
|
49
|
49
|
| καὶ ἐξέτεινε Δαυὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνισε καὶ ἐπάταξε τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέθυ ὁ λίθος διά τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπί πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.* | And David stretched out his hand to his scrip, and took thence a stone, and slang it, and smote the Philistine on his forehead, and the stone penetrated through the helmet into his forehead, and he fell upon his face to the ground. |
|
51
|
51
|
| καὶ ἔδραμε Δαυὶδ καὶ ἐπέστη ἐπ᾿ αὐτὸν καὶ ἔλαβε τὴν ρομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλε τὴν κεφαλήν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον. | And David ran, and stood upon him, and took his sword, and slew him, and cut off his head: and the Philistines saw that their champion was dead, and they fled. |
|
52
|
52
|
| καὶ ἀνίστανται ἄνδρες ᾿Ισραὴλ καὶ ᾿Ιούδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ καὶ ἕως τῆς πύλης ᾿Ασκάλωνος, καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ καὶ ἕως ᾿Ακκαρών. | And the men of Israel and Juda arose, and shouted and pursued them as far as the entrance to Geth, and as far as the gate of Ascalon: and the slain men of the Philistines fell in the way of the gates, both to Geth, and to Accaron. |
|
53
|
53
|
| καὶ ἀνέστρεψαν ἄνδρες ᾿Ισραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν. | And the men of Israel returned from pursuing after the Philistines, and they destroyed their camp. |
|
54
|
54
|
| καὶ ἔλαβε Δαυὶδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου, καὶ ἤνεγκεν αὐτὴν εἰς ῾Ιερουσαλὴμ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.** —————————————— * | And David took the head of the Philistine, and brought it to Jerusalem; but he put his armour in his tent. |
|
12
|
12
|
| Καὶ εἶπε Δαυὶδ υἱὸς ἀνθρώπου ᾿Εφραθαίου· οὗτος ἐκ Βηθλεὲμ ᾿Ιούδα, καὶ ὄνομα αὐτῷ ᾿Ιεσσαί, καὶ αὐτῷ ὀκτῲ υἱοί· καὶ ὁ ἀνὴρ ἐν ταῖς ἡμέραις Σαοὺλ πρεσβύτερος ἐληλυθὼς ἐν ἀνδράσι. | And David son of an Ephrathite said, this Ephrathite was of Bethleem Juda, and his name was Jessae, and he had eight sons. And the man passed for an old man among men in the days of Saul. |
|
13
|
13
|
| καὶ ἐπορεύθησαν οἱ τρεῖς υἱοὶ ᾿Ιεσσαὶ οἱ μείζονες ὀπίσω Σαοὺλ εἰς πόλεμον, καὶ ὄνομα τῶν υἱῶν αὐτοῦ τῶν πορευθέντων εἰς τὸν πόλεμον, ᾿Ελιὰβ ὁ πρωτότοκος αὐτοῦ καὶ ὁ δεύτερος αὐτοῦ ᾿Αμιναδὰβ καὶ ὁ τρίτος αὐτοῦ Σαμμά. | And the three elder sons of Jessae went and followed Saul to the war, and the names of his sons that went to the war were, Eliab his first-born, and his second Aminadab, and his third son Samma. |
|
14
|
14
|
| καὶ Δαυὶδ αὐτός ἐστιν ὁ νεώτερος καὶ οἱ τρεῖς οἱ μείζονες ἐπορεύθησαν ὀπίσω Σαούλ. | And David himself was the younger son, and the three elder followed Saul. |
|
15
|
15
|
| Καὶ Δαυὶδ ἀπῆλθε καὶ ἀνέστρεψεν ἀπὸ τοῦ Σαούλ, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. | And David departed and returned from Saul, to feed his father’s sheep in Bethleem; |
|
16
|
16
|
| καὶ προῆγεν ὁ ἀλλόφυλος ὀρθρίζων καὶ ὀψίζων καὶ ἐστηλώθη τεσσαράκοντα ἡμέρας. | And the Philistine advanced morning and evening, and stood up forty days. |
|
17
|
17
|
| καὶ εἶπεν ᾿Ιεσσαὶ πρὸς Δαυίδ· λαβὲ δὴ τοῖς ἀδελφοῖς σου οἰφὶ τοῦ ἀλφίτου καὶ δέκα ἄρτους τούτους καὶ διάδραμε εἰς τὴν παρεμβολὴν καὶ δὸς τοῖς ἀδελφοῖς σου, | And Jessae said to David, Take now to thy brethren an ephah of this meal, and these ten loaves, and run to the camp and give them to thy brothers. |
|
18
|
18
|
| καὶ τὰς δέκα τρυφαλίδας τοῦ γάλακτος τούτου εἰσοίσεις τῷ χιλιάρχῳ, καὶ τοὺς ἀδελφούς σου ἐπισκέψῃ εἰς εἰρήνην, καὶ ὅσα ἂν χρῄζωσι γνώσῃ. | And thou shalt carry to the captain of the thousand these ten cheeses of milk, and thou shalt see how thy brethren fare, and learn what they want. |
|
19
|
19
|
| καὶ Σαοὺλ αὐτὸς καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐν τῇ κοιλάδι τῆς δρυὸς πολεμοῦντες μετὰ τῶν ἀλλοφύλων. | And Saul himself and all the men of Israel were in the valley of the Oak, warring with the Philistines. |
|
20
|
20
|
| καὶ ὤρθρισε Δαυὶδ τὸ πρωΐ, καὶ ἀφῆκε τὰ πρόβατα φύλακι, καὶ ἔλαβε καὶ ἀπῆλθε, καθὰ ἐνετείλατο αὐτῷ ᾿Ιεσσαί· καὶ ἦλθεν εἰς τὴν στρογγύλωσιν καὶ δύναμιν τὴν ἐκπορευομένην εἰς τὴν παράταξιν· καὶ ἠλάλαξαν ἐν τῷ πολέμῳ. | And David rose early in the morning, and left the sheep to a keeper, and took and went as Jessae commanded him, and he came to the trench and to the army as it was going out to fight, and they shouted for the battle. |
|
21
|
21
|
| καὶ παρετάξαντο ᾿Ισραὴλ καὶ οἱ ἀλλόφυλοι παράταξιν ἐξεναντίας παρατάξεως. | And Israel and the Philistines formed their lines one opposite the other. |
|
22
|
22
|
| καὶ ἀφῆκε Δαυὶδ τὰ σκεύη αὐτοῦ ἀφ᾿ ἑαυτοῦ ἐπὶ χεῖρα φύλακος καὶ ἔδραμεν εἰς τὴν παράταξιν καὶ ἦλθε καὶ ἠρώτησε τοὺς ἀδελφοὺς αὐτοῦ εἰς εἰρήνην. | And David deposited his burden in the hand of a keeper, and ran to the line, and went and asked his brethren how they Were. |
|
23
|
23
|
| καὶ αὐτοῦ λαλοῦντος μετ᾿ αὐτῶν, ἰδοὺ ἀνὴρ ὁ μεσαῖος ἀνέβαινε, Γολιὰθ ὁ Φιλισταῖος ὄνομα αὐτῷ ἐκ Γέθ, ἐκ τῶν παρατάξεων τῶν ἀλλοφύλων, καὶ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα καὶ ἤκουσε Δαυίδ. | And while he was speaking with them, behold the Amessaean advanced, Goliath by name, the Philistine of Geth, of the armies of the Philistines, and he spoke as before, and David heard. |
|
24
|
24
|
| Καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς τὸν ἄνδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα. | And all the men of Israel when they saw the man fled from before him, and they were greatly terrified. |
|
25
|
25
|
| καὶ εἶπεν ἀνὴρ ᾿Ισραήλ· εἰ ἑωράκατε τὸν ἄνδρα τὸν ἀναβαίνοντα τοῦτον, ὅτι ὀνειδῖσαι τὸν ᾿Ισραὴλ ἀνέβη; καὶ ἔσται ἀνήρ, ὃς ἂν πατάξῃ αὐτόν, πλουτίσει αὐτὸν ὁ βασιλεὺς πλοῦτον μέγαν καὶ τὴν θυγατέρα αὐτοῦ δώσει αὐτῷ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ποιήσει ἐλεύθερον ἐν τῷ ᾿Ισραήλ. | And the men of Israel said, Have ye seen this man that comes up? for he has reproached Israel and has come up; and it shall be that the man who shall smite him, the king shall enrich him with great wealth and shall give him his daughter, and shall make his father’s house free in Israel. |
|
26
|
26
|
| καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετ᾿ αὐτοῦ λέγων· ἢ ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον, καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ ᾿Ισραήλ; ὅτι τίς ἀλλόφυλος ὁ ἀπερίτμητος αὐτός, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; | and David spoke to the men who stood with him saying, Shall it indeed be done thus to the man who shall smite that Philistine, and take away reproach from Israel? for who is this uncircumcised Philistine that he has defied the army of the living God? |
|
27
|
27
|
| καὶ εἶπεν αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦτο λέγων· οὕτως ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει αὐτόν. | And the people spoke to him according to this Word, saying Thus shall it be done to the man Who shall smite him. |
|
28
|
28
|
| καὶ ἤκουσεν ᾿Ελιὰβ ὁ ἀδελφὸς αὐτοῦ ὁ μείζων ἐν τῷ λαλεῖν αὐτὸν πρὸς τοὺς ἄνδρας καὶ ὠργίσθη θυμῷ ᾿Ελιὰβ ἐν τῷ Δαυὶδ καὶ εἶπεν· ἱνατί τοῦτο κατέβης καὶ ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα ἐν τῇ ἐρήμῳ; ἐγὼ οἶδα τὴν ὑπερηφανίαν σου καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης. | And Eliab his elder brother heard as he spoke to the men, and Eliab was very angry with David and said, Why hast thou thus come down, and with whom hast thou left those few sheep in the wilderness? I know thy pride and the naughtiness of thine heart, for thou art come down to see the battle. |
|
29
|
29
|
| καὶ εἶπε Δαυίδ· τί ἐποίησα νῦν; οὐχί ρῆμά ἐστι; | And David said what have I done now? Have I no business here? |
|
30
|
30
|
| καὶ ἐπέστρεψε παρ᾿ αὐτοῦ εἰς ἐναντίον ἑτέρου καὶ εἶπε κατὰ τὸ ρῆμα τοῦτο, καὶ ἀπεκρίθη αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦ πρώτου. | And he turned from him towards another, and he spoke after the same manner; and the people answered him after the former manner. |
|
31
|
31
|
| καὶ ἠκούσθησαν οἱ λόγοι, οὓς ἐλάλησε Δαυίδ, καὶ ἀνηγγέλησαν ὀπίσω Σαοὺλ καὶ παρέλαβεν αὐτόν. * | And the Words which David spoke were heard and were reported to Saul. And he took him to himself. |
|
41
|
|
| Καὶ ἐπορεύθη ὁ ἀλλόφυλος πορευόμενος καὶ ἐγγίζων πρὸς Δαυίδ, καὶ ἀνὴρ ὁ αἴρων τὸν θυρεὸν ἔμπροσθεν αὐτοῦ, καὶ ἐπέβλεψεν ὁ ἀλλόφυλος * | |
|
50
|
|
| Καὶ ἐκραταίωσε Δαυὶδ ὑπὲρ τὸν ἀλλόφυλον ἐν τῇ σφενδόνῃ καὶ ἐν τῷ λίθῳ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· καὶ ρομφαία οὐκ ἦν ἐν χειρὶ Δαυίδ. * | |
|
55
|
|
| Καὶ ὡς εἶδε Σαοὺλ τὸν Δαυὶδ ἐκπορευόμενον εἰς ἀπάντησιν τοῦ ἀλλοφύλου, εἶπε πρὸς ᾿Αβεννὴρ τὸν ἄρχοντα τῆς δυνάμεως· Υἱὸς τίνος ὁ νεανίσκος οὗτος; καὶ εἶπεν ᾿Αβεννήρ· ζῇ ἡ ψυχή σου, βασιλεῦ, εἰ οἶδα. | |
|
56
|
|
| καὶ εἶπεν ὁ βασιλεύς· ἐπερώτησον σύ, υἱὸς τίνος ὁ νεανίσκος οὗτος. | |
|
57
|
|
| καὶ ὡς ἐπέστρεψε Δαυὶδ τοῦ πατάξαι τὸν ἀλλόφυλον, καὶ παρέλαβεν αὐτὸν ᾿Αβεννὴρ καὶ εἰσήγαγεν αὐτὸν ἐνώπιον Σαούλ, καὶ ἡ κεφαλὴ τοῦ ἀλλοφύλου ἐν τῇ χειρὶ αὐτοῦ. | |
|
58
|
|
| καὶ εἶπε πρὸς αὐτὸν Σαούλ· υἱὸς τίνος εἶ, παιδάριον, καὶ εἶπε Δυαίδ· υἱὸς δούλου σου ᾿Ιεσσαὶ τοῦ Βηθλεεμείτου. | |
|
Κεφάλαιο 18
|
Chapter 18
|
|
6
|
6
|
| *ΚΑΙ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυὶδ ἐκ πασῶν πόλεων ᾿Ισραὴλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις. | And there came out women in dances to meet David out of all the cities of Israel, with timbrels, and with rejoicing, and with cymbals. |
|
7
|
7
|
| καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ. | And the women began the strain, and said, Saul has smitten his thousands, and David his ten thousands. |
|
8
|
8
|
| καὶ πονηρὸν ἐφάνη τὸ ρῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπε· τῷ Δαυὶδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.** | And it seemed evil in the eyes of Saul concerning this matter, and he said, To David they have given ten thousands, and to me they have given thousands. |
|
12
|
12
|
| καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυίδ, | And Saul was alarmed on account of David. |
|
13
|
13
|
| καὶ ἀπέστησεν αὐτὸν ἀπ᾿ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ. | And he removed him from him, and made him a captain of a thousand for himself; and he went out and came in before the people. |
|
14
|
14
|
| καὶἦν Δαυὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνιῶν, καὶ Κύριος ἦν μετ᾿ αὐτοῦ. | And David was prudent in all his ways, and the Lord was with him. |
|
15
|
15
|
| καὶ εἶδε Σαοὺλ ὡς αὐτὸς συνιεῖ σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ. | And Saul saw that he was very wise, and he was afraid of him. |
|
16
|
16
|
| καὶ πᾶς ᾿Ισραὴλ καὶ ᾿Ιούδας ἠγάπα τὸν Δαυίδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.*** | And all Israel and Juda loved David, because he came in and went out before the people. |
|
20
|
20
|
| Καὶ ἠγάπησε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυίδ, καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ. | And Melchol the daughter of Saul loved David; and it was told Saul, and the thing was pleasing in his eyes. |
|
21
|
21
|
| καὶ εἶπε Σαούλ· δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων. | And Saul said, I will give her to him, and she shall be a stumbling-block to him. Now the hand of the Philistines was against Saul. |
|
22
|
22
|
| καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ λέγων· λαλήσετε ὑμεῖς λάθρᾳ τῷ Δαυὶδ λέγοντες· ἰδοὺ θέλει ἐν σοὶ ὁ βασιλεύς, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσί σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. | And Saul charged his servants, saying, Speak ye privately to David, saying, Behold, the king delights in thee, and all his servants love thee, and do thou become the king's son-in-law. |
|
23
|
23
|
| καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ εἶπε Δαυίδ· εἰ κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος. | And the servants of Saul spoke these words in the ears of David; and David said, Is it a light thing in your eyes to become son-in-law to the king? whereas I am an humble man, and not honourable? |
|
24
|
24
|
| καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ρήματα ταῦτα, ἃ ἐλάλησε Δαυίδ. | And the servants of Saul reported to him according to these words, which David spoke. |
|
25
|
25
|
| καὶ εἶπε Σαούλ· τάδε ἐρεῖτε τῷ Δαυίδ· οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι, ἀλλ᾿ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων ἐκδικῆσαι ἐχθροὺς τοῦ βασιλέως· καὶ Σαοὺλ ἐλογίσατο ἐμβαλεῖν αὐτὸν εἰς χεῖρας τῶν ἀλλοφύλων. | And Saul said, Thus shall ye speak to David, The king wants no gift but a hundred foreskins of the Philistines, to avenge himself on the king's enemies. Now Saul thought to cast him into the hands of the Philistines. |
|
26
|
26
|
| καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῷ Δαυὶδ τὰ ρήματα ταῦτα, καὶ ηὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ. | And the servants of Saul report these words to David, and David was well pleased to become the son-in-law to the king. |
|
27
|
27
|
| καὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν. καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. | And David arose, and went, he and his men, and smote among the Philistines a hundred men: and he brought their foreskins, and he becomes the king's son-in-law, and Saul gives him Melchol his daughter to wife. |
|
28
|
28
|
| καὶ εἶδε Σαοὺλ ὅτι Κύριος μετὰ Δαυὶδ καὶ πᾶς ᾿Ισραήλ ἠγάπα αὐτόν, | And Saul saw that the Lord was with David, and that all Israel loved him. |
|
29
|
29
|
| καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυὶδ ἔτι. —————————————— * | And he was yet more afraid of David. |
|
1
|
|
| Καὶ ἐγένετο ὡς συνετέλεσε λαλῶν πρὸς Σαούλ, καὶ ἡ ψυχὴ ᾿Ιωνάθαν συνεδέθη τῇ ψυχῇ Δαυὶδ καὶ ἠγάπησεν αὐτὸν ᾿Ιωνάθαν κατὰ τὴν ψυχὴν αὐτοῦ. | |
|
2
|
|
| καὶ ἔλαβεν αὐτὸν Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐκ ἔδωκεν αὐτὸν ἐπιστρέψαι ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. | |
|
3
|
|
| καὶ διέθετο ᾿Ιωνάθαν καὶ Δαυὶδ ἐν τῷ ἀγαπᾶν αὐτὸν κατὰ τὴν ψυχὴν αὐτοῦ. | |
|
4
|
|
| καὶ ἐξεδύσατο ᾿Ιωνάθαν τὸν ἐπενδύτην τὸν ἐπάνω καὶ ἔδωκεν αὐτὸν τῷ Δαυὶδ καὶ τὸν μανδύαν αὐτοῦ καὶ ἕως τῆς ρομφαίας αὐτοῦ καὶ ἕως τοῦ τόξου αὐτοῦ καὶ ἕως τῆς ζώνης αὐτοῦ. | |
|
5
|
|
| καὶ ἐξεπορεύετο Δαυίδ, ἐν πᾶσιν, οἷς ἀπέστειλεν αὐτὸν Σαούλ, συνῆκε· καὶ κατέστησεν αὐτὸν Σαοὺλ ἐπὶ τοὺς ἄνδρας τοῦ πολέμου, καὶ ἤρεσεν ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ καί γε ἐν ὀφθαλμοῖς δούλων Σαούλ. ** | |
|
9
|
|
| Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. | |
|
10
|
|
| καὶ ἐγενήθη ἀπὸ τῆς ἐπαύριον καὶ ἔπεσε πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ προεφήτευσεν ἐν μέσῳ οἴκου αὐτοῦ. Καὶ Δαυὶδ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ ὡς καθ᾿ ἑκάστην ἡμέραν, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ. | |
|
11
|
|
| καὶ ἦρε Σαοὺλ τὸ δόρυ καὶ εἶπε· πατάξω ἐν Δαυὶδ καὶ ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε Δαυὶδ ἀπὸ προσώπου αὐτοῦ δίς. *** | |
|
17
|
|
| Καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· ἰδοὺ ἡ θυγάτηρ μου ἡ μείζων Μερόβ, αὐτὴν δώσω σοι εἰς γυναῖκα, καὶ πλὴν γίνου μοι εἰς υἱὸν δυνάμεως καὶ πολέμει τοὺς πολέμους Κυρίου. καὶ Σαοὺλ εἶπε· μὴ ἔστω χείρ μου ἐπ᾿ αὐτῷ, καὶ ἔσται ἐπ᾿ αὐτὸν χεὶρ ἀλλοφύλων. | |
|
18
|
|
| καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· τίς ἐγώ εἰμι καὶ τίς ἡ ζωὴ τῆς συγγενείας τοῦ πατρός μου ἐν ᾿Ισραήλ, ὅτι ἔσομαι γαμβρὸς τοῦ βασιλέως; | |
|
19
|
|
| καὶ ἐγενήθη ἐν τῷ καιρῷ τοῦ δοθῆναι τὴν Μερὸβ θυγατέρα Σαοὺλ τῷ Δαυίδ, καὶ αὕτη ἐδόθη τῷ ᾿Ισραὴλ τῷ Μοθυλαθείτῃ εἰς γυναῖκα. | |
|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| ΚΑΙ ἐλάλησε Σαοὺλ πρὸς ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυίδ. | And Saul spoke to Jonathan his son, and to all his servants, to slay David. |
|
2
|
2
|
| καὶ ᾿Ιωνάθαν ὁ υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα, καὶ ἀπήγγειλεν ᾿Ιωνάθαν τῷ Δαυὶδ λέγων· Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωΐ καὶ κρύβηθι καὶ κάθισον κρυφῇ, | And Jonathan, Saul's son, loved David much: and Jonathan told David, saying, Saul seeks to kill thee: take heed to thyself therefore to-morrow morning, and hide thyself, and dwell in secret. |
|
3
|
3
|
| καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ,τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι. | And I will go forth, and stand near my father in the field where thou shalt be, and I will speak concerning thee to my father; and I will see what his answer may be, and I will tell thee. |
|
4
|
4
|
| καὶ ἐλάλησεν ᾿Ιωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ καὶ εἶπε πρὸς αὐτόν· μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυίδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα, | And Jonathan spoke favourably concerning David to Saul his father, and said to him, Let not the king sin against thy servant David, for he has not sinned against thee, and his deeds are very good. |
|
5
|
5
|
| καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξε τὸν ἀλλόφυλον, καὶ ἐποίησε Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς ᾿Ισραὴλ εἶδον καὶ ἐχάρησαν· καὶ ἱνατί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν; | And he put his life in his hand, and smote the Philistine, and the Lord wrought a great deliverance; and all Israel saw, and rejoiced: why then dost thou sin against innocent blood, to slay David without a cause? |
|
6
|
6
|
| καὶ ἤκουσε Σαοὺλ τῆς φωνῆς ᾿Ιωνάθαν, καὶ ὤμοσε Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀποθανεῖται. | And Saul hearkened to the voice of Jonathan; and Saul swore, saying, As the Lord lives, he shall not die. |
|
7
|
7
|
| καὶ ἐκάλεσεν ᾿Ιωνάθαν τὸν Δαυίδ, καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ρήματα ταῦτα, καὶ εἰσήγαγεν ᾿Ιωνάθαν τὸν Δαυὶδ πρὸς Σαούλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν. | And Jonathan called David, and told him all these words; and Jonathan brought David in to Saul, and he was before him as in former times. |
|
8
|
8
|
| καὶ προσέθετο ὁ πόλεμος γενέσθαι πρὸς Σαούλ, καὶ κατίσχυσε Δαυὶδ καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ. | And there was again war against Saul; and David did valiantly, and fought against the Philistines, and smote them with a very great slaughter, and they fled from before him. |
|
9
|
9
|
| Καὶ ἐγένετο πνεῦμα Θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυὶδ ἔψαλλε ταῖς χερσὶν αὐτοῦ· | And an evil spirit from God was upon Saul, and he was resting in his house, and a spear was in his hand, and David was playing on the harp with his hands. |
|
10
|
10
|
| καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυίδ, καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαοὺλ καὶ ἐπάταξε τὸ δόρυ εἰς τόν τοῖχον, καὶ Δαυὶδ ἀνεχώρησε καὶ διεσώθη. | And Saul sought to smite David with the spear; and David withdrew suddenly from the presence of Saul; and he drove the spear into the wall; and David retreated and escaped. |
|
11
|
11
|
| καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωΐ· καὶ ἀπήγγειλε τῷ Δαυὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ λέγουσα· ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. | And it came to pass in that night, that Saul sent messengers to the house of David to watch him, in order to slay him in the morning; and Melchol David's wife told him, saying, Unless thou save thy life this night, to-morrow thou shalt be slain. |
|
12
|
12
|
| καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε καὶ σώζεται. | So Melchol lets David down by the window, and he departed, and fled, and escaped. |
|
13
|
13
|
| καὶ ἔλαβεν ἡ Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ. | And Melchol took images, and laid them on the bed, and she put the liver of a goat by his head, and covered them with clothes. |
|
14
|
14
|
| καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν· | And Saul sent messengers to take David; and they say that he is sick. |
|
15
|
15
|
| καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ λέγων· ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν. | And he sends to David, saying, Bring him to me on the bed, that I may slay him. |
|
16
|
16
|
| καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ. | And the messengers come, and, behold, the images were on the bed, and the goat's liver at his head. |
|
17
|
17
|
| καὶ εἶπε Σαοὺλ τῇ Μελχόλ· ἱνατί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη; καὶ εἶπε Μελχὸλ τῷ Σαούλ· αὐτὸς εἶπεν· ἐξαπόστειλόν με, εἰ δὲ μή, θανατώσω σε. | And Saul said to Melchol, Why hast thou thus deceived me, and suffered my enemy to depart, and he has escaped? and Melchol said to Saul, He said, Let me go, and if not, I will slay thee. |
|
18
|
18
|
| Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς ᾿Αρμαθαὶμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαούλ, καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ραμά. | So David fled, and escaped, and comes to Samuel to Armathaim, and tells him all that Saul had done to him: and Samuel and David went, and dwelt in Navath in Rama. |
|
19
|
19
|
| καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· ἰδοὺ Δαυὶδ ἐν Ναυὰθ ἐν Ραμά. | And it was told Saul, saying, Behold, David is in Navath in Rama. |
|
20
|
20
|
| καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυίδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ᾿ αὐτῶν, καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα Θεοῦ, καὶ προφητεύουσι. | And Saul sent messengers to take David, and they saw the assembly of the prophets, and Samuel stood as appointed over them; and the Spirit of God came upon the messengers of Saul, and they prophesy. |
|
21
|
21
|
| καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί. καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καί ἐπροφήτευσαν καὶ αὐτοί. | And it was told Saul, and he sent other messengers, and they also prophesied: and Saul sent again a third set of messengers, and they also prophesied. |
|
22
|
22
|
| καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς ᾿Αρμαθαὶμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφὶ καὶ ἠρώτησε καὶ εἶπε· ποῦ Σαμουὴλ καὶ Δαυίδ; καὶ εἶπαν· ἰδοὺ ἐν Ναυὰθ ἐν Ραμά. | And Saul was very angry, and went himself also to Armathaim, and he comes as far as the well of the threshing-floor that is in Sephi; and he asked and said, Where are Samuel and David? and they said, Behold, in Navath in Rama. |
|
23
|
23
|
| καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυὰθ ἐν Ραμά, καὶ ἐγενήθη καὶ ἐπ᾿ αὐτῷ πνεῦμα Θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυὰθ ἐν Ραμά. | And he went thence to Navath in Rama: and there came the Spirit of God upon him also, and he went on prophesying till he came to Navath in Rama. |
|
24
|
24
|
| καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσε γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον· εἰ καὶ Σαοὺλ ἐν προφήταις; | And he took off his clothes, and prophesied before them; and lay down naked all that day and all that night: therefore they said, Is Saul also among the prophets? |
|
Κεφάλαιο 20
|
Chapter 20
|
|
1
|
1
|
| ΚΑΙ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ραμὰ καὶ ἔρχεται ἐνώπιον ᾿Ιωνάθαν καὶ εἶπε· τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου; | And David fled from Navath in Rama, and comes into the presence of Jonathan; and he said, What have I done, and what is my fault, and wherein have I sinned before thy father, that he seeks my life? |
|
2
|
2
|
| καὶ εἶπεν αὐτῷ ᾿Ιωνάθαν· μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσει ὁ πατήρ μου ρῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπ᾿ ἐμοῦ τὸ ρῆμα τοῦτο; οὐκ ἔστι τοῦτο. | And Jonathan said to him, Far be it from thee: thou shalt not die: behold, my father will not do any thing great or small without discovering it to me; and why should my father hide this matter from me? this thing is not so. |
|
3
|
3
|
| καὶ ἀπεκρίθη Δαυὶδ τῷ ᾿Ιωνάθαν καὶ εἶπε· γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε· μὴ γνώτω τοῦτο ᾿Ιωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι, καθὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ θανάτου. | And David answered Jonathan, and said, Thy father knows surely that I have found grace in thy sight, and he said, Let not Jonathan know this, lest he refuse his consent: but as the Lord lives and thy soul lives, as I said, the space is filled up between me and death. |
|
4
|
4
|
| καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· τὶ ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι; | And Jonathan said to David, What does thy soul desire, and what shall I do for thee? |
|
5
|
5
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωνάθαν· ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης. | And David said to Jonathan, Behold, to-morrow is the new moon, and I shall not on any account sit down to eat, but thou shalt let me go, and I will hide in the plain till the evening. |
|
6
|
6
|
| καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατὴρ σου, καὶ ἐρεῖς· παραιτούμενος παρῃτήσατο ἀπ᾿ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ. | And if thy father do in anywise enquire for me, then shalt thou say, David earnestly asked leave of me to run to Bethleem his city, for there is there a yearly sacrifice for all the family. |
|
7
|
7
|
| ἐὰν τάδε εἴπῃ· ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ᾿ αὐτοῦ. | If he shall say thus, Well,— all is safe for thy servant: but if he shall answer harshly to thee, know that evil is determined by him. |
|
8
|
8
|
| καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με; | And thou shalt deal mercifully with thy servant; for thou hast brought thy servant into a covenant of the Lord with thyself: and if there is iniquity in thy servant, slay me thyself; but why dost thou thus bring me to thy father? |
|
9
|
9
|
| καὶ εἶπεν ᾿Ιωνάθαν· μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι. | And Jonathan said, That be far from thee: for if I surely know that evil is determined by my father to come upon thee, although it should not be against thy cities, I will tell thee. |
|
10
|
10
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Ιωνάθαν· τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς; | And David said to Jonathan, Who can tell me if thy father should answer roughly? |
|
11
|
11
|
| καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν. | And Jonathan said to David, Go, and abide in the field. And they went out both into the field. |
|
12
|
12
|
| καὶ εἶπεν ᾿Ιωνάθαν πρὸς Δαυίδ· Κύριος ὁ Θεὸς ᾿Ισραὴλ εἶδεν, ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυίδ, καὶ οὐ μὴ ἀποστείλω πρός σε εἰς ἀγρόν· | And Jonathan said to David, The Lord God of Israel knows that I will sound my father as I have an opportunity, three several times, and, behold, if good should be determined concerning David, and I do not send to thee to the field, |
|
13
|
13
|
| τάδε ποιήσαι ὁ Θεὸς τῷ ᾿Ιωνάθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην· καὶ ἔσται Κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου. | God do so to Jonathan and more also: as I shall also report the evil to thee, and make it known to thee, and I will let thee go; and thou shalt depart in peace, and the Lord shall be with thee, as he was with my father. |
|
14
|
14
|
| καὶ ἐὰν μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ᾿ ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω, | And if indeed I continue to live, then shalt thou deal mercifully with me; and if I indeed die, |
|
15
|
15
|
| οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἕκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς εὑρεθῆναι τὸ ὄνομα τοῦ ᾿Ιωνάθαν ἀπὸ τοῦ οἴκου Δαυίδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ. | thou shalt not withdraw thy mercy from my house for ever: and if thou doest not, when the Lord cuts off the enemies of David each from the face of the earth, |
|
17
|
17
|
| καὶ προσέθετο ἔτι ᾿Ιωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν. | And Jonathan swore yet again to David, because he loved the soul of him that loved him. |
|
18
|
18
|
| καὶ εἶπεν ᾿Ιωνάθαν· αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου. | And Jonathan said, To-morrow is the new moon, and thou wilt be enquired for, because thy seat will be observed as vacant. |
|
19
|
19
|
| καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο. | And thou shalt stay three days, and watch an opportunity, and shalt come to thy place where thou mayest hide thyself in the day of thy business, and thou shalt wait by that ergab. |
|
20
|
20
|
| καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ἀματταρί. | And I will shoot three arrows, aiming them at a mark. |
|
21
|
21
|
| καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον λέγων· δεῦρο εὑρέ μοι τὴν σχίζαν· | And behold, I will send a lad, saying, Go find me the arrow. |
|
22
|
22
|
| ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος· ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ· ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου ὅτι ἐξαπέσταλκέ σε Κύριος. | If I should expressly say to the lad, The arrow is here, and on this side of thee, take it; then come, for it is well with thee, and there is no reason for fear, as the Lord lives: but if I should say thus to the young man, The arrow is on that side of thee, and beyond; go, for the Lord hath sent thee away. |
|
23
|
23
|
| καὶ τὸ ρῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος. | And as for the word which thou and I have spoken, behold, the Lord is witness between me and thee for ever. |
|
24
|
24
|
| Καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μήν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν. | So David hides himself in the field, and the new month arrives, and the king comes to the table to eat. |
|
25
|
25
|
| καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν ᾿Ιωνάθαν, καὶ ἐκάθισεν ᾿Αβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυίδ. | And he sat upon his seat as in former times, even on his seat by the wall, and he went before Jonathan; and Abenner sat on one side of Saul, and the place of David was empty. |
|
26
|
26
|
| καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε· σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται. | And Saul said nothing on that day, for he said, It seems to have fallen out that he is not clean, because he has not purified himself. |
|
27
|
27
|
| καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ, καὶ εἶπε Σαοὺλ πρὸς ᾿Ιωνάθαν τὸν υἱὸν αὐτοῦ· τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς ᾿Ιεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν; | And it came to pass on the morrow, on the second day of the month, that the place of David was empty; and Saul said to Jonathan his son, Why has not the son of Jessæ attended both yesterday and to-day at the table? |
|
28
|
28
|
| καὶ ἀπεκρίθη ᾿Ιωνάθαν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ· παρῄτηται παρ᾿ ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι. | And Jonathan answered Saul, and said to him, David asked leave of me to go as far as Bethleem his city; |
|
29
|
29
|
| καὶ εἶπεν· ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελφοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως. | and he said, Let me go, I pray thee, for we have a family sacrifice in the city, and my brethren have sent for me; and now, if I have found grace in thine eyes, I will even go over and see my brethren: therefore he is not present at the table of the king. |
|
30
|
30
|
| καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ ᾿Ιωνάθαν σφόδρα καὶ εἶπεν αὐτῷ· υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ ᾿Ιεσσαὶ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου; | And Saul was exceedingly angry with Jonathan, and said to him, Thou son of traitorous damsels! for do I not know that thou art an accomplice with the son of Jessæ to thy shame, and to the shame of thy mother's nakedness? |
|
31
|
31
|
| ὅτι πάσας τὰς ἡμέρας, ἃς ὁ υἱὸς ᾿Ιεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος. | For so long as the son of Jessæ lives upon the earth, thy kingdom shall not be established: now then send and take the young man, for he shall surely die. |
|
32
|
32
|
| καὶ ἀπεκρίθη ᾿Ιωνάθαν τῷ Σαούλ· ἱνατί ἀποθνήσκει; τί πεποίηκε; | And Jonathan answered Saul, Why is he to die? what has he done? |
|
33
|
33
|
| καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ ᾿Ιωνάθαν τοῦ θανατῶσαι αὐτόν. καὶ ἔγνω ᾿Ιωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ, | And Saul lifted up his spear against Jonathan to slay him: so Jonathan knew that this evil was determined on by his father to slay David. |
|
34
|
34
|
| καὶ ἀνεπήδησεν ᾿Ιωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυίδ, ὅτι συνετέλεσεν ἐπ᾿ αὐτὸν ὁ πατὴρ αὐτοῦ. | And Jonathan sprang up from the table in great anger, and did not eat bread on the second day of the month, for he grieved bitterly for David, because his father determined on mischief against him. |
|
35
|
35
|
| Καὶ ἐγενήθη πρωΐ καὶ ἐξῆλθεν ᾿Ιωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετ᾿ αὐτοῦ. | And morning came, and Jonathan went out to the field, as he appointed to do for a signal to David, and a little boy was with him. |
|
36
|
36
|
| καὶ εἶπε τῷ παιδαρίῳ· δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ ἀκοντίζω. καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν. | And he said to the boy, Run, find me the arrows which I shoot: and the boy ran, and Jonathan shot an arrow, and sent it beyond him. |
|
37
|
37
|
| καὶ ἦλθε τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης, οὗ ἠκόντιζεν ᾿Ιωνάθαν, καὶ ἀνεβόησεν ᾿Ιωνάθαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν· ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· | And the boy came to the place where the arrow was which Jonathan shot; and Jonathan cried out after the lad, and said, The arrow is on that side of thee and beyond thee. |
|
38
|
38
|
| καὶ ἀνεβόησεν ᾿Ιωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων· ταχύνας σπεῦσον καὶ μὴ στῇς. καὶ ἀνέλεξε τὸ παιδάριον ᾿Ιωνάθαν τὰς σχίζας καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ. | And Jonathan cried out after his boy, saying, Make all speed, and stay not. And Jonathan's boy gathered up the arrows, and brought the arrows to his master. |
|
39
|
39
|
| καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθέν, πάρεξ ᾿Ιωνάθαν καὶ Δαυὶδ ἔγνωσαν τὸ ρῆμα. | And the boy knew nothing, only Jonathan and David knew. |
|
40
|
40
|
| καὶ ᾿Ιωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ· πορεύου, εἴσελθε εἰς τὴν πόλιν. | And Jonathan gave his weapons to his boy, and said to his boy, Go, enter into the city. |
|
41
|
41
|
| καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἐργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης. | And when the lad went in, then David arose from the argab, and fell upon his face, and did obeisance to him three times, and they kissed each other, and wept for each other, for a great while. |
|
42
|
42
|
| καὶ εἶπεν ᾿Ιωνάθαν τῷ Δαυίδ· πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου λέγοντες· Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καί σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος. | And Jonathan said to David, Go in peace, and as we have both sworn in the name of the Lord, saying, The Lord shall be witness between me and thee, and between my seed and thy seed for ever—even so let it be. |
|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΚΑΙ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ ᾿Ιωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν. | And David arose and departed, and Jonathan went into the city. |
|
2
|
2
|
| καὶ ἔρχεται Δαυὶδ εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη ᾿Αβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ; | And David comes to Nomba to Abimelech the priest: and Abimelech was amazed at meeting him, and said to him, Why art thou alone, and nobody with thee? |
|
3
|
3
|
| καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ· ὁ βασιλεὺς ἐντέταλταί μοι ρῆμα σήμερον καὶ εἶπέ μοι· μηδεὶς γνώτω τὸ ρῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανὶ ᾿Αλεμωνί· καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεθέν. | And David said to the priest, The king gave me a command to-day, and said to me, Let no one know the matter on which I send thee, and concerning which I have charged thee: and I have charged my servants to be in the place that is called, The faithfulness of God, phellani maemoni. |
|
4
|
4
|
| καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυίδ, καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾿ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται. | And now if there are under thy hand five loaves, give into my hand what is ready. |
|
5
|
5
|
| καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον διὰ τὰ σκεύη μου. | And the priest answered David, and said, There are no common loaves under my hand, for I have none but holy loaves: if the young men have been kept at least from women, then they shall eat them. |
|
6
|
6
|
| καὶ ἔδωκεν αὐτῷ ᾿Αβιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ᾿ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. | And David answered the priest, and said to him, Yea, we have been kept from women for three days: when I came forth for the journey all the young men were purified; but this expedition is unclean, wherefore it shall be sanctified this day because of my weapons. |
|
7
|
7
|
| καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα αὐτῷ Δωὴκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ. | So Abimelech the priest gave him the shewbread; for there were no loaves there, but only the presence loaves which had been removed from the presence of the Lord, in order that hot bread should be set on, on the day on which he took them. |
|
8
|
8
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιμέλεχ· ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ρομφαία, ὅτι τὴν ρομφαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ρῆμα τοῦ βασιλέως κατὰ σπουδήν. | And there was there on that day one of Saul's servants detained before the Lord, and his name was Doec the Syrian, tending the mules of Saul. |
|
9
|
9
|
| καὶ εἶπεν ὁ ἱερεύς· ἰδοὺ ἡ ρομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι ᾿Ηλά, καὶ αὐτὴν ἐνειλημμένη ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ· ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν. | And David said to Abimelech, See if there is here under thy hand spear or sword, for I have not brought in my hand my sword or my weapons, for the word of the king was urgent. |
|
10
|
10
|
| καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. Καὶ ἦλθε Δαυὶδ πρὸς ᾿Αγχοῦς βασιλέα Γέθ. | And the priest said, Behold the sword of Goliath the Philistine, whom thou smotest in the valley of Ela; and it is wrapt in a cloth: if thou wilt take it, take it for thyself, for there is no other except it here. And David said, Behold, there is none like it; give it me. |
|
11
|
11
|
| καὶ εἶπον οἱ παῖδες ᾿Αγχοῦς πρὸς αὐτόν· οὐχὶ οὗτος Δαυὶδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; | And he gave it him; and David arose, and fled in that day from the presence of Saul: and David came to Anchus king of Geth. |
|
12
|
12
|
| καὶ ἔθετο Δαυὶδ τὰ ρήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου ᾿Αγχοῦς βασιλέως Γέθ. | And the servants of Anchus said to him, Is not this David the king of the land? Did not the dancing women begin the song to him, saying, Saul has smitten his thousands, and David his ten thousands? |
|
13
|
13
|
| καὶ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ. | And David laid up the words in his heart, and was greatly afraid of Anchus king of Geth. |
|
14
|
14
|
| καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ἴδετε ἄνδρα ἐπίληπτον, ἱνατί εἰσηγάγετε αὐτὸν πρός με; | And he changed his appearance before him, and feigned himself a false character in that day; and drummed upon the doors of the city, and used extravagant gestures with his hands, and fell against the doors of the gate, and his spittle ran down upon his beard. |
|
15
|
15
|
| μὴ ἐλαττοῦμαι ἐπιλήπτων ἐγώ, ὅτι εἰσαγηόχατε αὐτὸν ἐπιληπτεύεσθαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν. | And Anchus said to his servants, Lo! ye see the man is mad: why have ye brought him in to me? |
|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΚΑΙ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ ᾿Οδολλάμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσι πρὸς αὐτὸν ἐκεῖ. | And David departed thence, and escaped; and he comes to the cave of Odollam, and his brethren hear, and the house of his father, and they go down to him there. |
|
2
|
2
|
| καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾿ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. | And there gathered to him every one that was in distress, and every one that was in debt, and every one that was troubled in mind; and he was a leader over them, and there were with him about four hundred men. |
|
3
|
3
|
| καὶ ἀπῆλθε Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰθ τῆς Μωὰβ καὶ εἶπε πρὸς βασιλέα Μωάβ· γινέσθωσαν δὴ ὁ πατὴρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ Θεός. | And David departed thence to Massephath of Moab, and said to the king of Moab, Let, I pray thee, my father and my mother be with thee, until I know what God will do to me. |
|
4
|
4
|
| καὶ παρεκάλεσε τὸ πρόσωπον τοῦβασιλέως Μωάβ, καὶ κατῴκουν μετ᾿ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ. | And he persuaded the king of Moab, and they dwelt with him continually, while David was in the hold. |
|
5
|
5
|
| καὶ εἶπε Γὰδ ὁ προφήτης πρὸς Δαυίδ· μὴ κάθου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν ᾿Ιούδα. καὶ ἐπορεύθη Δαυὶδ καὶ ἦλθε καὶ ἐκάθισεν ἐν πόλει Σαρίχ. | And Gad the prophet said to David, Dwell not in the hold: go, and thou shalt enter the land of Juda. So David went, and came and dwelt in the city of Saric. |
|
6
|
6
|
| Καὶ ἤκουσε Σαούλ, ὅτι ἔγνωσται Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ· καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμά, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ. | And Saul heard that David was discovered, and his men with him: now Saul dwelt in the hill below the field that is in Rama, and his spear was in his hand, and all his servants stood near him. |
|
7
|
7
|
| καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ· ἀκούσατε δὴ υἱοὶ Βενιαμίν· εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς ᾿Ιεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους; | And Saul said to his servants that stood by him, Hear now, ye sons of Benjamin, will the son of Jessæ indeed give all of you fields and vineyards, and will he make you all captains of hundreds and captains of thousands? |
|
8
|
8
|
| ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ ᾿Ιεσσαί, καὶ οὐκ ἔστι πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου, ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη. | that ye are all conspiring against me, and there is no one that informs me, whereas my son has made a covenant with the son of Jessæ, and there is no one of you that is sorry for me, or informs me that my son has stirred up my servant against me for an enemy, as it is this day? |
|
9
|
9
|
| καὶ ἀποκρίνεται Δωὴκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν· ἑώρακα τὸν υἱὸν ᾿Ιεσσαὶ παραγινόμενον εἰς Νομβὰ πρὸς ᾿Αβιμέλεχ υἱὸν ᾿Αχιτὼβ τὸν ἱερέα, | And Doec the Syrian who was over the mules of Saul answered and said, I saw the son of Jessæ as he came to Nomba to Abimelech son of Achitob the priest. |
|
10
|
10
|
| καὶ ἠρώτα αὐτῷ διά τοῦ Θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ρομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ. | And the priest enquired of God for him, and gave him provisions, and gave him the sword of Goliath the Philistine. |
|
11
|
11
|
| καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν ᾿Αβιμέλεχ υἱὸν ᾿Αχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβά, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα. | And the king sent to call Abimelech son of Achitob and all his father's sons, the priests that were in Nomba; and they all came to the king. |
|
12
|
12
|
| καὶ εἶπε Σαούλ· ἄκουε δή, υἱὲ ᾿Αχιτώβ· καὶ εἶπεν· ἰδοὺ ἐγώ, λάλει κύριε. | And Saul said, Hear now, thou son of Achitob. And he said, Lo! I am here, speak, my lord. |
|
13
|
13
|
| καὶ εἶπεν αὐτῷ Σαούλ· ἱνατί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ ὁ υἱὸς ᾿Ιεσσαὶ δοῦναί σε αὐτῷ ἄρτον καὶ ρομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρόν, ὡς ἡ ἡμέρα αὕτη; | And Saul said to him, Why have thou and the son of Jessæ conspired against me, that thou shouldest give him bread and a sword, and shouldest enquire of God for him, to raise him up against me as an enemy, as he is this day? |
|
14
|
14
|
| καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπε· καὶ τίς ἐν πᾶσι τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; | And he answered the king, and said, And who is there among all thy servants faithful as David, and he is a son-in-law of the king, and he is executor of all thy commands, and is honourable in thy house? |
|
15
|
15
|
| ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ Θεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλός σου ἐν πᾶσι τούτοις ρῆμα μικρὸν ἢ μέγα. | Have I begun to-day to enquire of God for him? by no means: let not the king bring a charge against his servant, and against the whole of my father's house; for thy servant knew not in all these matters anything great or small. |
|
16
|
16
|
| καὶ εἶπεν ὁ βασιλεὺς Σαούλ· θανάτῳ ἀποθανῇ, ᾿Αβιμέλεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. | And king Saul said, Thou shalt surely die, Abimelech, thou, and all thy father's house. |
|
17
|
17
|
| καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσι τοῖς ἐφεστηκόσι πρὸς αὐτόν· προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ Κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυίδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς Κυρίου. | And the king said to the footmen that attended on him, Draw nigh and slay the priests of the Lord, because their hand is with David, and because they knew that he fled, and they did not inform me. But the servants of the king would not lift their hands to fall upon the priests of the Lord. |
|
18
|
18
|
| καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωήκ· ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωὴκ ὁ Σύρος καὶ ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας ἐφούδ. | And the king said to Doec, Turn thou, and fall upon the priests: and Doec the Syrian turned, and slew the priests of the Lord in that day, three hundred and five men, all wearing an ephod. |
|
19
|
19
|
| καὶ τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ρομφαίας ἀπ᾿ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. | And he smote Nomba the city of the priests with the edge of the sword, both man and woman, infant and suckling, and calf, and ox, and sheep. |
|
20
|
20
|
| καὶ διασώζεται υἱὸς εἷς τῷ ᾿Αβιμέλεχ υἱῷ ᾿Αχιτώβ, καὶ ὄνομα αὐτῷ ᾿Αβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ. | And one son of Abimelech son of Achitob escapes, and his name was Abiathar, and he fled after David. |
|
21
|
21
|
| καὶ ἀπήγγειλεν ᾿Αβιάθαρ τῷ Δαυίδ, ὅτι ἐθανάτωσε Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου. | And Abiathar told David that Saul had slain all the priests of the Lord. |
|
22
|
22
|
| καὶ εἶπε Δαυὶδ τῷ ᾿Αβιάθαρ· ᾔδειν ὅτι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαούλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου· | And David said to Abiathar, I knew it in that day, that Doec the Syrian would surely tell Saul: I am guilty of the death of the house of thy father. |
|
23
|
23
|
| κάθου μετ᾿ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ᾿ ἐμοί. | Dwell with me; fear not, for wherever I shall seek a place of safety for my life, I will also seek a place for thy life, for thou art safely guarded while with me. |
|
Κεφάλαιο 23
|
Chapter 23
|
|
1
|
1
|
| ΚΑΙ ἀπηγγέλη τῷ Δαυὶδ λέγοντες· ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλά, καὶ αὐτοὶ διαρπάζουσι, καταπατοῦσι τοὺς ἅλω. | And it was told David, saying, Behold, the Philistines war in Keila, and they rob, they trample on the threshing-floors. |
|
2
|
2
|
| καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου λέγων· εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους; καὶ εἶπε Κύριος· πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλά. | And David enquired of the Lord, saying, Shall I go and smite these Philistines? And the Lord said, Go, and thou shalt smite these Philistines, and shalt save Keila. |
|
3
|
3
|
| καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ ᾿Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλά; εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα; | And the men of David said to him, Behold, we are afraid here in Judea; and how shall it be if we go to Keila? shall we go after the spoils of the Philistines? |
|
4
|
4
|
| καὶ προσέθετο Δαυὶδ ἔτι ἐπερωτῆσαι διὰ τοῦ Κυρίου, καὶ ἀπεκρίθη αὐτῷ Κύριος καὶ εἶπεν αὐτῷ· ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλά, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. | And David enquired yet again of the Lord; and the Lord answered him, and said to him, Arise and go down to Keila, for I will deliver the Philistines into thy hands. |
|
5
|
5
|
| καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ εἰς Κεϊλὰ καὶ ἐπολέμησε τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγε τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσε Δαυὶδ τούς κατοικοῦντας Κεϊλά. | So David and his men with him went to Keila, and fought with the Philistines; and they fled from before him, and he carried off their cattle, and smote them with a great slaughter, and David rescued the inhabitants of Keila. |
|
6
|
6
|
| Καὶ ἐγένετο ἐν τῷ φεύγειν ᾿Αβιάθαρ υἱὸν ᾿Αβιμέλεχ πρὸς Δαυὶδ καὶ αὐτὸς μετὰ Δαυὶδ εἰς Κεϊλὰ κατέβη ἔχων ἐφοὺδ ἐν τῇ χειρὶ αὐτοῦ. | And it came to pass when Abiathar the son of Achimelech fled to David, that he went down with David to Keila, having an ephod in his hand. |
|
7
|
7
|
| καὶ ἀπηγγέλη τῷ Σαοὺλ ὅτι ἥκει ὁ Δαυὶδ εἰς Κεϊλά, καὶ εἶπε Σαούλ· πέπρακεν αὐτὸν ὁ Θεὸς εἰς τὰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν. | And it was told Saul that David was come to Keila: and Saul said, God has sold him into my hands, for he is shut up, having entered into a city that has gates and bars. |
|
8
|
8
|
| καὶ παρήγγειλε Σαοὺλ παντὶ τῷ λαῷ καταβαίνειν εἰς πόλεμον εἰς Κεϊλὰ συνέχειν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ. | And Saul charged all the people to go down to war to Keila, to besiege David and his men. |
|
9
|
9
|
| καὶ ἔγνω Δαυὶδ ὅτι οὐ παρασιωπᾷ Σαοὺλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα· προσάγαγε τὸ ἐφοὺδ Κυρίου. | And David knew that Saul spoke openly of mischief against him: and David said to Abiathar the priest, Bring the ephod of the Lord. |
|
10
|
10
|
| καὶ εἶπε Δαυίδ· Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαοὺλ ἐλθεῖν ἐπὶ Κεϊλὰ διαφθεῖραι τὴν πόλιν δι᾿ ἐμέ. | And David said, Lord God of Israel, thy servant has indeed heard, that Saul seeks to come against Keila to destroy the city on my account. |
|
11
|
11
|
| εἰ ἀποκλεισθήσεται; καὶ νῦν εἰ καταβήσεται Σαούλ, καθὼς ἤκουσεν ὁ δοῦλός σου; Κύριε ὁ Θεὸς ᾿Ισραήλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπε Κύριος· ἀποκλεισθήσεται.* | Will the place be shut up? and now will Saul come down, as thy servant has heard? Lord God of Israel, tell thy servant. And the Lord said, It will be shut up. |
|
13
|
13
|
| καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλὰ καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύοντο· καὶ τῷ Σαοὺλ ἀπηγγέλη ὅτι, διασέσωσται Δαυὶδ ἐκ Κεϊλά, καὶ ἀνῆκε τοῦ ἐλθεῖν. | And David arose, and the men with him, in number about four hundred, and they went forth from Keila, and went whithersoever they could go: and it was told Saul that David had escaped from Keila, and he forbore to come. |
|
14
|
14
|
| Καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ ἐρήμῳ, ἐν Μασερὲμ ἐν τοῖς στενοῖς, καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζίφ, ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ. | And he dwelt in Maserem in the wilderness, in the narrow passes; and dwelt in the wilderness in mount Ziph, in the dry country. And Saul sought him continually, but the Lord delivered him not into his hands. |
|
15
|
15
|
| καὶ εἶδε Δαυὶδ ὅτι ἐξέρχεται Σαοὺλ τοῦ ζητεῖν τὸν Δαυίδ· καὶ Δαυὶδ ἦν ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζίφ. | And David perceived that Saul went forth to seek David; and David was in the dry mountain in the New Ziph. |
|
16
|
16
|
| καὶ ἀνέστη ᾿Ιωνάθαν υἱὸς Σαοὺλ καὶ ἐπορεύθη πρὸς Δαυὶδ εἰς Καινὴν καὶ ἐκραταίωσε τὰς χεῖρας αὐτοῦ ἐν Κυρίῳ. | And Jonathan son of Saul rose, and went to David to Cæne, and strengthened his hands in the Lord. |
|
17
|
17
|
| καὶ εἶπε πρὸς αὐτόν· μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ ᾿Ισραήλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. | And he said to him, Fear not, for the hand of Saul my father shall not find thee; and thou shalt be king over Israel, and I shall be second to thee; and Saul my father knows it. |
|
18
|
18
|
| καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου. καὶ ἀκάθητο Δαυὶδ ἐν Καινῇ, καὶ ᾿Ιωνάθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ. | So they both made a covenant before the Lord; and David dwelt in Cæne, and Jonathan went to his home. |
|
19
|
19
|
| Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν λέγοντες· οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρ᾿ ἡμῖν ἐν Μεσσαρά, ἐν τοῖς στενοῖς, ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν; | And the Ziphites came up out of the dry country to Saul to the hill, saying, Behold, is not David hidden with us in Messara, in the narrows in Cæne in the hill of Echela, which is on the right of Jessæmon? |
|
20
|
20
|
| καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς χεῖρας τοῦ βασιλέως. | And now according to all the king's desire to come down, let him come down to us; they have shut him up into the hands of the king. |
|
21
|
21
|
| καὶ εἶπεν αὐτοῖς Σαούλ· εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· | And Saul said to them, Blessed be ye of the Lord, for ye have been grieved on my account. |
|
22
|
22
|
| πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ, οὗ εἴπατε, μή ποτε πανουργεύσηται· | Go, I pray you, and make preparations yet, and notice his place where his foot shall be, quickly, in that place which ye spoke of, lest by any means he should deal craftily. |
|
23
|
23
|
| καὶ ἴδετε καὶ γνῶτε, καὶ πορεύσομαι μεθ᾿ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν ᾿Ιούδα. | Take notice, then, and learn, and I will go with you; and it shall come to pass that if he is in the land, I will search him out among all the thousands of Juda. |
|
24
|
24
|
| καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαούλ· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μαὰν καθ᾿ ἑσπέραν ἐκ δεξιῶν τοῦ ᾿Ιεσσαιμοῦν. | And the Ziphites arose, and went before Saul: and David and his men were in the wilderness of Maon, westward, to the right of Jessæmon. |
|
25
|
25
|
| καὶ ἐπορεύθη Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυίδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μαάν. καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυὶδ εἰς τὴν ἔρημον Μαάν. | And Saul and his men went to seek him: and they brought word to David, and he went down to the rock that was in the wilderness of Maon: and Saul heard, and followed after David to the wilderness of Maon. |
|
26
|
26
|
| καὶ πορεύονται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυὶδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ, καὶ Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. | And Saul and his men go on one side of the mountain, and David and his men are on the other side of the mountain: and David was hiding himself to escape from Saul: and Saul and his men encamped against David and his men, in order to take them. |
|
27
|
27
|
| καὶ πρὸς Σαοὺλ ἦλθεν ἄγγελος λέγων· σπεῦδε καὶ δεῦρο, ὅτι ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὴν γῆν. | And there came a messenger to Saul, saying, Haste thee, and come hither, for the Philistines have invaded the land. |
|
28
|
28
|
| καὶ ἀνέστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυὶδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα. —————————————— * | So Saul returned from following after David, and went to meet the Philistines: therefore that place was called The divided Rock. |
|
12
|
|
| Καὶ εἶπε Δαυίδ· εἰ παραδώσουσι παρὰ τῆς Κεϊλὰ ἐμὲ καὶ τοὺς ἄνδρας μου εἰς χεῖρας Σαούλ; καὶ εἶπε Κύριος· παραδώσουσι. | |
|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΚΑΙ ἀνέστη Δαυὶδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς ᾿Εγγαδδί. | And David rose up from thence, and dwelt in the narrow passes of Engaddi. |
|
2
|
2
|
| καὶ ἐγενήθη ὡς ἐνέστρεψε Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων, ὅτι Δαυὶδ ἐν τῇ ἐρήμῳ ᾿Εγγαδδί. | And it came to pass when Saul returned from pursuing after the Philistines, that it was reported to him, saying, David is in the wilderness of Engaddi. |
|
3
|
3
|
| καὶ ἔλαβε μεθ᾿ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς ᾿Ισραὴλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυὶδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιέμ. | And he took with him three thousand men, chosen out of all Israel, and went to seek David and his men in front of Saddæem. |
|
4
|
4
|
| καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι· καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο. | And he came to the flocks of sheep that were by the way, and there was a cave there; and Saul went in to make preparation, and David and his men were sitting in the inner part of the cave. |
|
5
|
5
|
| καὶ εἶπον οἱ ἄνδρες Δαυὶδ πρὸς αὐτόν· ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρός σε παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυὶδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος τοῦ Σαοὺλ λαθραίως. | And the men of David said to him, Behold, this is the day of which the Lord spoke to thee, that he would deliver thine enemy into thy hands; and thou shalt do to him as it is good in thy sight. So David arose and cut off the skirt of Saul's garment secretly. |
|
6
|
6
|
| καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτόν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ, | And it came to pass after this that David's heart smote him, because he had cut off the skirt of his garment. |
|
7
|
7
|
| καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ρῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾿ αὐτόν, ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος· | And David said to his men, The Lord forbid it me, that I should do this thing to my lord the anointed of the Lord, to lift my hand against him; for he is the anointed of the Lord. |
|
8
|
8
|
| καὶ ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη τὴν ὁδόν. | So David persuaded his men by his words, and did not suffer them to arise and slay Saul: and Saul arose and went his way. |
|
9
|
9
|
| καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ λέγων· κύριε βασιλεῦ· καὶ ἐπέβλεψε Σαοὺλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. | And David rose up and went after him out of the cave: and David cried after Saul, saying, My lord, O king! and Saul looked behind him, and David bowed with his face to the ground, and did obeisance to him. |
|
10
|
10
|
| καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· ἰδοὺ Δαυὶδ ζητεῖ τὴν ψυχήν σου; | And David said to Saul, Why dost thou hearken to the words of the people, saying, Behold, David seeks thy life? |
|
11
|
11
|
| ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα· οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστι. | Behold, thine eyes have seen this day how that the Lord has delivered thee this day into my hands in the cave; and I would not slay thee, but spared thee, and said, I will not lift up my hand against my lord, for he is the Lord's anointed. |
|
12
|
12
|
| καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. | And behold, the skirt of thy mantle is in my hand, I cut off the skirt, and did not slay thee: know then and see to-day, there is no evil in my hand, nor impiety, nor rebellion; and I have not sinned against thee, yet thou layest snares for my soul to take it. |
|
13
|
13
|
| δικάσαι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με Κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, | The Lord judge between me and thee, and the Lord requite thee on thyself: but my hand shall not be upon thee. |
|
14
|
14
|
| καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία· ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. | As the old proverb says, Transgression will proceed from the wicked ones: but my hand shall not be upon thee. |
|
15
|
15
|
| καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ ᾿Ισραήλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός; | And now after whom dost thou come forth, O king of Israel? after whom dost thou pursue? after a dead dog, and after a flea? |
|
16
|
16
|
| γένοιτο Κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι Κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου. | The Lord be judge and umpire between me and thee, the Lord look upon and judge my cause, and rescue me out of thy hand. |
|
17
|
17
|
| καὶ ἐγένετο ὡς συνετέλεσε Δαυὶδ τὰ ρήματα ταῦτα λαλῶν πρὸς Σαούλ, καὶ εἶπε Σαούλ· ἡ φωνή σου αὕτη τέκνον Δαυίδ; καὶ ᾖρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσε. | And it came to pass when David had finished speaking these words to Saul, that Saul said, Is this thy voice, son David? and Saul lifted up his voice, and wept. |
|
18
|
18
|
| καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. | And Saul said to David, Thou art more righteous than I, for thou hast recompensed me good, but I have recompensed thee evil. |
|
19
|
19
|
| καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέ με Κύριος εἰς χεῖράς σου σήμερον καὶ οὐκ ἀπέκτεινάς με· | And thou hast told me to-day what good thou hast done me, how the Lord shut me up into thy hands to-day, and thou didst not slay me. |
|
20
|
20
|
| καὶ ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀποτίσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον. | And if any one should find his enemy in distress, and should send him forth in a good way, then the Lord will reward him good, as thou hast done this day. |
|
21
|
21
|
| καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χειρί σου ἡ βασιλεία ᾿Ισραήλ. | And now, behold, I know that thou shalt surely reign, and the kingdom of Israel shall be established in thy hand. |
|
22
|
22
|
| καὶ νῦν ὄμοσόν μοι ἐν Κυρίῳ ὅτι οὐκ ἐξολοθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου, οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. | Now then swear to me by the Lord, that thou wilt not destroy my seed after me, that thou wilt not blot out my name from the house of my father. |
|
23
|
23
|
| καὶ ὤμοσε Δαυὶδ τῷ Σαούλ. καὶ ἀπῆλθε Σαοὺλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρὰ στενήν. | So David swore to Saul: and Saul departed to his place, and David and his men went up to the strong-hold of Messera. |
|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΚΑΙ ἀπέθανε Σαμουήλ, καὶ συναθροίζονται πᾶς ᾿Ισραὴλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν ᾿Αρμαθαίμ. καὶ ἀνέστη Δαυὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν. | And Samuel died, and all Israel assembled, and bewailed him, and they bury him in his house in Armathaim: and David arose, and went down to the wilderness of Maon. |
|
2
|
2
|
| καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ. | And there was a man in Maon, and his flocks were in Carmel, and he was a very great man; and he had three thousand sheep, and a thousand she-goats: and he happened to be shearing his flock in Carmel. |
|
3
|
3
|
| καὶ ὄνομα τῷ ἀνθρώπῳ Νάβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ ᾿Αβιγαία· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασι, καὶ ὁ ἄνθρωπος κυνικός. | And the man's name was Nabal, and his wife's name was Abigaia: and his wife was of good understanding and very beautiful in person: but the man was harsh and evil in his doings, and the man was churlish. |
|
4
|
4
|
| καὶ ἤκουσε Δαυὶδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Νάβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ, | And David heard in the wilderness, that Nabal the Carmelite was shearing his sheep. |
|
5
|
5
|
| καὶ ἀπέστειλε Δαυὶδ δέκα παιδάρια καὶ εἶπε τοῖς παιδαρίοις· ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Νάβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην | And David sent ten young men, and he said to the young men, Go up to Carmel, and go to Nabal, and ask him in my name how he is. |
|
6
|
6
|
| καὶ ἐρεῖτε τάδε· εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ ὁ οἶκός σου, καὶ πάντα τὰ σὰ ὑγιαίνοντα. | And thus shall ye say, May thou and thy house seasonably prosper, and all thine be in prosperity. |
|
7
|
7
|
| καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσί σοι νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεθ᾿ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ· | And now, behold, I have heard that thy shepherds who were with us in the wilderness are shearing thy sheep, and we hindered them not, neither did we demand any thing from them all the time they were in Carmel. |
|
8
|
8
|
| ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελοῦσί σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ᾿ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυίδ. | Ask thy servants, and they will tell thee. Let then thy servants find grace in thine eyes, for we are come on a good day; give, we pray thee, whatsoever thy hand may find, to thy son David. |
|
9
|
9
|
| καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσι τοὺς λόγους τούτους πρὸς Νάβαλ κατὰ πάντα τὰ ρήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυίδ. καὶ ἀνεπήδησε | So the servants come and speak these words to Nabal, according to all these words in the name of David. |
|
10
|
10
|
| καὶ ἀπεκρίθη Νάβαλ τοῖς παισὶ Δαυὶδ καὶ εἶπε· τίς ὁ Δαυὶδ καὶ τίς ὁ υἱὸς ᾿Ιεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ. | And Nabal sprang up, and answered the servants of David, and said, Who is David? and who is the son of Jessæ? now-a-days there is abundance of servants who depart every one from his master. |
|
11
|
11
|
| καὶ λήψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου, ἃ τέθυκα τοῖς κείρουσί μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόθεν εἰσί; | And shall I take my bread, and my wine, and my beasts that I have slain for my shearers, and shall I give them to men of whom I know not whence they are? |
|
12
|
12
|
| καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυὶδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυὶδ κατὰ τὰ ρήματα ταῦτα. | So the servants of David turned back, and returned, and came and reported to David according to these words. |
|
13
|
13
|
| καὶ εἶπε Δαυὶδ τοῖς ἀνδράσιν αὐτοῦ· ζώσασθε ἕκαστος τὴν ρομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυὶδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν. | And David said to his men, Gird on every man his sword. And they went up after David, about four hundred men: and two hundred abode with the stuff. |
|
14
|
14
|
| καὶ τῇ ᾿Αβιγαίᾳ γυναικὶ Νάβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων· ἰδοὺ Δαυὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ᾿ αὐτῶν. | And one of the servants reported to Abigaia the wife of Nabal, saying, Behold, David sent messengers out of the wilderness to salute our lord; but he turned away from them. |
|
15
|
15
|
| καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα· οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν οὐδὲν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ᾿ αὐτοῖς· | And the men were very good to us; they did not hinder us, neither did they demand from us any thing all the days that we were with them. |
|
16
|
16
|
| καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας, ἃς ἤμεθα παρ᾿ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον. | And when we were in the field, they were as a wall round about us, both by night and by day, all the days that we were with them feeding the flock. |
|
17
|
17
|
| καὶ νῦν γνῶθι καὶ ἰδὲ σὺ τί ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμός, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν. | And now do thou consider, and see what thou wilt do; for mischief is determined against our lord and against his house; and he is a vile character, and one cannot speak to him. |
|
18
|
18
|
| καὶ ἔσπευσεν ᾿Αβιγαία καὶ ἔλαβε διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γόμορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους | And Abigaia hasted, and took two hundred loaves, and two vessels of wine, and five sheep ready dressed, and five ephahs of fine flour, and one homer of dried grapes, and two hundred cakes of figs, and put them upon asses. |
|
19
|
19
|
| καὶ εἶπε τοῖς παιδαρίοις αὐτῆς· προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλε. | And she said to her servants, Go on before me, and behold I come after you: but she told not her husband. |
|
20
|
20
|
| καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς· | And it came to pass when she had mounted her ass and was going down by the covert of the mountain, behold, David and his men came down to meet her, and she met them. |
|
21
|
21
|
| καὶ Δαυὶδ εἶπεν· ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν· | And David said, Perhaps I have kept all his possessions in the wilderness that he should wrong me, and we did not order the taking any thing of all his goods; yet he has rewarded me evil for good. |
|
22
|
22
|
| τάδε ποιήσαι ὁ Θεὸς τῷ Δαυὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Νάβαλ ἕως πρωΐ οὐροῦντα πρὸς τοῖχον. | So God do to David and more also, if I leave one male of all that belong to Nabal until the morning. |
|
23
|
23
|
| καὶ εἶδεν ᾿Αβιγαία τὸν Δαυὶδ καὶ ἔσπευσε καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυὶδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν | And Abigaia saw David, and she hasted, and alighted from her ass; and she fell before David on her face, and did obeisance to him, bowing to the ground |
|
24
|
24
|
| ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν· ἐν ἐμοὶ κύριέ μου ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον λόγων τῆς δούλης σου. | even to his feet, and said, On me, my lord, be my wrong: let, I pray thee, thy servant speak in thine ears, and hear thou the words of thy servant. |
|
25
|
25
|
| μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστι· Νάβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετ᾿ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάρια τοῦ κυρίου μου, ἃ ἀπέστειλας. | Let not my lord, I pray thee, take to heart this pestilent man, for according to his name, so is he; Nabal is his name, and folly is with him: but I thy handmaid saw not the servants of my lord whom thou didst send. |
|
26
|
26
|
| καὶ νῦν, κύριέ μου, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου,καθὼς ἐκώλυσέ σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σώζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Νάβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά. | And now, my lord, as the Lord lives, and thy soul lives, as the Lord has kept thee from coming against innocent blood, and from executing vengeance for thyself, now therefore let thine enemies, and those that seek evil against my lord, become as Nabal. |
|
27
|
27
|
| καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσι τῷ κυρίῳ μου. | And now accept this token of goodwill, which thy servant has brought to my lord, and thou shalt give it to the servants that wait on my lord. |
|
28
|
28
|
| ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ Κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε. | Remove, I pray thee, the trespass of thy servant; for the Lord will surely make for my lord a sure house, for the Lord fights the battles of my lord, and there shall no evil be ever found in thee. |
|
29
|
29
|
| καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ Θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης. | And if a man shall rise up persecuting thee and seeking thy life, yet shall the life of my lord be bound up in the bundle of life with the Lord God, and thou shalt whirl the life of thine enemies as in the midst of a sling. |
|
30
|
30
|
| καὶ ἔσται ὅτι ποιήσῃ Κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ ᾿Ισραήλ, | And it shall be when the Lord shall have wrought for my lord all the good things he has spoken concerning thee, and shall appoint thee to be ruler over Israel; |
|
31
|
31
|
| καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίῳ μου αὐτῷ, καὶ ἀγαθώσει Κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ. | then this shall not be an abomination and offence to my lord, to have shed innocent blood without cause, and for my lord to have avenged himself: and so may the Lord do good to my lord, and thou shalt remember thine handmaid to do her good. |
|
32
|
32
|
| καὶ εἶπε Δαυὶδ τῇ ᾿Αβιγαίᾳ· εὐλογητὸς Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἀπέστειλέ σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μοι. | And David said to Abigaia, Blessed be the Lord God of Israel, who sent thee this very day to meet me: |
|
33
|
33
|
| καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί. | and blessed be thy conduct, and blessed be thou, who hast hindered me this very day from coming to shed blood, and from avenging myself. |
|
34
|
34
|
| πλὴν ὅτι ζῇ Κύριος ὁ Θεὸς ᾿Ισραήλ, ὃς ἀπεκώλυσέ με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα· εἰ ὑπολειφθήσεται τῷ Νάβαλ ἕως φωτὸς τοῦ πρωΐ οὐρῶν πρὸς τοῖχον. | But surely as the Lord God of Israel lives, who hindered me this day from doing thee harm, if thou hadst not hasted and come to meet me, then I said, There shall surely not be left to Nabal till the morning one male. |
|
35
|
35
|
| καὶ ἔλαβε Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα, ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ· ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ἠρέτισα τὸ πρόσωπόν σου. | And David took of her hand all that she brought to him, and said to her, Go in peace to thy house: see, I have hearkened to thy voice, and accepted thy petition. |
|
36
|
36
|
| καὶ παρεγενήθη ᾿Αβιγαία πρὸς Νάβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ ἡ καρδία Νάβαλ ἀγαθὴ ἐπ᾿ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ρῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωΐ. | And Abigaia came to Nabal: and, behold, he had a banquet in his house, as the banquet of a king, and the heart of Nabal was merry within him, and he was very drunken: and she told him nothing great or small till the morning light. |
|
37
|
37
|
| καὶ ἐγένετο πρωΐ, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Νάβαλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ρήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος. | And it came to pass in the morning, when Nabal recovered from his wine, his wife told him these words; and his heart died within him, and he became as a stone. |
|
38
|
38
|
| καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξε Κύριος τὸν Νάβαλ, καὶ ἀπέθανε. | And it came to pass after about ten days, that the Lord smote Nabal, and he died. |
|
39
|
39
|
| καὶ ἤκουσε Δαυὶδ καὶ εἶπεν· εὐλογητὸς Κύριος, ὃς ἔκρινε τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Νάβαλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Νάβαλ ἀπέστρεψε Κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐλάλησε περὶ ᾿Αβιγαίας, λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα. | And David heard it and said, Blessed be the Lord, who has judged the cause of my reproach at the hand of Nabal, and has delivered his servant from the power of evil; and the Lord has returned the mischief of Nabal upon his own head. And David sent and spoke concerning Abigaia, to take her to himself for a wife. |
|
40
|
40
|
| καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς ᾿Αβιγαίαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες· Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρός σε λαβεῖν σε αὐτῷ εἰς γυναῖκα. | So the servants of David came to Abigaia to Carmel, and spoke to her, saying, David has sent us to thee, to take thee to himself for a wife. |
|
41
|
41
|
| καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν· ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου. | And she arose, and did reverence with her face to the earth, and said, Behold, thy servant is for an handmaid to wash the feet of thy servants. |
|
42
|
42
|
| καὶ ἀνέστη ᾿Αβιγαία καὶ ἐπέβη ἐπί τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυίδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα. | And Abigaia arose, and mounted her ass, and five damsels followed her: and she went after the servants of David, and became his wife. |
|
43
|
43
|
| καὶ τὴν ᾿Αχινόομ ἔλαβε Δαυὶδ ἐξ ᾿Ιεζραέλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες. | And David took Achinaam out of Jezrael, and they were both his wives. |
|
44
|
44
|
| καὶ Σαοὺλ ἔδωκε Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυὶδ τῷ Φαλτὶ υἱῷ ᾿Αμὶς τῷ ἐκ Ρομμά. | And Saul gave Melchol his daughter, David's wife, to Phalti the son of Amis who was of Romma. |
|
Κεφάλαιο 26
|
Chapter 26
|
|
1
|
1
|
| ΚΑΙ ἔρχονται οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν λέγοντες· ἰδοὺ Δαυὶδ σκεπάζεται μεθ᾿ ἡμῶν ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τοῦ κατὰ πρόσωπον τοῦ ᾿Ιεσσαιμοῦν. | And the Ziphites come out of the dry country to Saul to the hill, saying, Behold, David hides himself with us in the hill Echela, opposite Jessemon. |
|
2
|
2
|
| καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζίφ καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ ᾿Ισραὴλ ζητεῖν τὸν Δαυὶδ ἐν τῇ ἐρήμῳ Ζίφ. | And Saul arose, and went down to the wilderness of Ziph, and with him went three thousand men chosen out of Israel, to seek David in the wilderness of Ziph. |
|
3
|
3
|
| καὶ παρενέβαλε Σαοὺλ ἐν τῷ βουνῷ τοῦ ᾿Εχελὰ τῷ ἐπὶ προσώπου τοῦ ᾿Ιεσσαιμοῦν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ. καὶ εἶδε Δαυὶδ ὅτι ἥκει Σαοὺλ ὀπίσω αὐτοῦ εἰς τήν ἔρημον, | And Saul encamped in the hill of Echela in front of Jessemon, by the way, and David dwelt in the wilderness: and David saw that Saul came after him into the wilderness. |
|
4
|
4
|
| καὶ ἀπέστειλε Δαυὶδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεϊλά. | And David sent spies, and ascertained that Saul was come prepared out of Keila. |
|
5
|
5
|
| καὶ ἀνέστη Δαυὶδ λάθρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ ᾿Αβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ. | And David arose secretly, and goes into the place where Saul was sleeping, and there was Abenner the son of Ner, the captain of his host: and Saul was sleeping in a chariot, and the people had encamped round about him. |
|
6
|
6
|
| καὶ ἀπεκρίθη Δαυὶδ και εἶπε πρὸς ᾿Αβιμέλεχ τὸν Χετταῖον καὶ πρὸς ᾿Αβεσσὰ υἱὸν Σαρουΐας ἀδελφὸν ᾿Ιωὰβ λέγων· τίς εἰσελεύσεται μετ᾿ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν ᾿Αβεσσά· ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ. | And David answered and spoke to Abimelech the Chettite, and to Abessa the son of Saruia the brother of Joab, saying, Who will go in with me to Saul into the camp? And Abessa said, I will go in with thee. |
|
7
|
7
|
| καὶ εἰσπορεύεται Δαυὶδ καὶ ᾿Αβεσσὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καί ᾿Αβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδε κύκλῳ αὐτοῦ. | So David and Abessa go in among the people by night: and behold, Saul was fast asleep in the chariot, and his spear was stuck in the ground near his head, and Abenner and his people slept round about him. |
|
8
|
8
|
| καὶ εἶπεν ᾿Αβεσσὰ πρὸς Δαυίδ· ἀπέκλεισε Κύριος σήμερον τὸν ἐχθρόν σου εἰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ. | And Abessa said to David, The Lord has this day shut up thine enemy into thine hands, and now I will smite him to the earth with the spear to the ground once for all, and I will not smite him again. |
|
9
|
9
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεσσά· μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθωωθήσεται; | And David said to Abessa, Do not lay him low, for who shall lift up his hand against the anointed of the Lord, and be guiltless? |
|
10
|
10
|
| καὶ εἶπε Δαυίδ· ζῇ Κύριος, ἐὰν μὴ Κύριος παίσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεθῇ· | And David said, As the Lord lives, if the Lord smite him not, or his day come and he die, or he go down to battle and be added to his fathers, do not so. |
|
11
|
11
|
| μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ προσκεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν ἡμεῖς καθ᾿ ἑαυτούς. | The Lord forbid it me that I should lift up my hand against the anointed of the Lord: and now take, I pray thee, the spear from his bolster, and the pitcher of water, and let us return home. |
|
12
|
12
|
| καὶ ἔλαβε Δαυὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ προσκεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ᾿ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι θάμβος Κυρίου ἐπέπεσεν ἐπ᾿ αὐτούς. | So David took the spear, and the pitcher of water from his bolster, and they went home: and there was no one that saw, and no one that knew, and there was no one that awoke, all being asleep, for a stupor from the Lord had fallen upon them. |
|
13
|
13
|
| καὶ διέβη Δαυὶδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν. | So David went over to the other side, and stood on the top of a hill afar off, and there was a good distance between them. |
|
14
|
14
|
| καὶ προσεκαλέσατο Δαυὶδ τὸν λαὸν καὶ τῷ ᾿Αβεννὴρ ἐλάλησε λέγων· οὐκ ἀποκριθήσῃ ᾿Αβεννήρ; καὶ ἀπεκρίθη ᾿Αβεννὴρ καὶ εἶπε· τίς εἶ σὺ ὁ καλῶν με; | And David called to the people, and spoke to Abenner, saying, Wilt thou not answer, Abenner? and Abenner answered and said, Who art thou that callest? |
|
15
|
15
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεννήρ· οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν ᾿Ισραήλ; καὶ διατί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἐκ τοῦ λαοῦ διαθφεῖραι τὸν κύριόν σου τὸν βασιλέα. | And David said to Abenner, Art not thou a man? and who is like thee in Israel? Why then dost thou not guard thy lord the king? for one out of the people went in to destroy thy lord the king. |
|
16
|
16
|
| καὶ οὐκ ἀγαθὸν τὸ ρῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα τὸν κύριον ὑμῶν τὸν χριστὸν Κυρίου. καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος ποῦ ἐστι τὰ πρὸς κεφαλῆς αὐτοῦ; | And this thing is not good which thou hast done. As the Lord lives, ye are worthy of death, ye who guard your lord the king, the anointed of the Lord: and now behold, I pray you, the spear of the king, and the cruse of water: where are the articles that should be at his head? |
|
17
|
17
|
| καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν Δαυὶδ καὶ εἶπεν· ἡ φωνή σου αὕτη, τέκνον Δαυίδ; καὶ εἶπε Δαυίδ· δοῦλός σου, κύριε βασιλεῦ. | And Saul recognised the voice of David, and said, Is this thy voice, son David? and David said, I am thy servant, my lord, O king. |
|
18
|
18
|
| καὶ εἶπεν· ἱνατί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα; | And he said, Why does my lord thus pursue after his servant? for in what have I sinned? and what unrighteousness has been found in me? |
|
19
|
19
|
| καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ρῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ Θεὸς ἐπισείει σε ἐπ᾿ ἐμέ, ὀσφανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίχθαι ἐν κληρονομίᾳ Κυρίου λέγοντες· πορεύου, δούλευε θεοῖς ἑτέροις. | And now let my lord the king hear the word of his servant. If God stirs thee up against me, let thine offering be acceptable: but if the sons of men, they are cursed before the Lord, for they have cast me out this day so that I should not be established in the inheritance of the Lord, saying, Go, serve other gods. |
|
20
|
20
|
| καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξεναντίας προσώπου Κυρίου, ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς ᾿Ισραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσι. | And now let not my blood fall to the ground before the Lord, for the king of Israel has come forth to seek thy life, as the night hawk pursues its prey in the mountains. |
|
21
|
21
|
| καὶ εἶπε Σαούλ· ἡμάρτηκα· ἐπίστρεφε τέκνον Δαυίδ, ὅτι οὐ κακοποιήσω σε ἀνθ᾿ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοῖς σου καὶ ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα. | And Saul said, I have sinned: turn, son David, for I will not hurt thee, because my life was precious in thine eyes; and to-day I have been foolish and have erred exceedingly. |
|
22
|
22
|
| καὶ ἀπεκρίθη Δαυὶδ καὶ εἶπεν· ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό. | And David answered and said, Behold, the spear of the king: let one of the servants come over and take it. |
|
23
|
23
|
| καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ κατὰ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέ σε Κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου· | And the Lord shall recompense each according to his righteousness and his truth, since the Lord delivered thee this day into my hands, and I would not lift my hand against the Lord's anointed. |
|
24
|
24
|
| καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον Κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως. | And, behold, as thy life has been precious this very day in my eyes, so let my life be precious before the Lord, and may he protect me, and deliver me out of all affliction. |
|
25
|
25
|
| καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσῃ. καὶ ἀπῆλθε Δαυὶδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαοὺλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. | And Saul said to David, Blessed be thou, my son; and thou shalt surely do valiantly, and surely prevail. And David went on his way, and Saul returned to his place. |
|
Κεφάλαιο 27
|
Chapter 27
|
|
1
|
1
|
| ΚΑΙ εἶπε Δαυὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων· νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστι μοι ἀγαθόν, ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον ᾿Ισραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. | And David said in his heart, Now shall I be one day delivered for death into the hands of Saul; and there is no good thing for me unless I should escape into the land of the Philistines, and Saul should cease from seeking me through every coast of Israel: so I shall escape out of his hand. |
|
2
|
2
|
| καὶ ἀνέστη Δαυὶδ καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ μετ᾿ αὐτοῦ καὶ ἐπορεύθη πρὸς ᾿Αγχοῦς υἱὸν ᾿Αμμὰχ βασιλέα Γέθ. | So David arose, and the six hundred men that were with him, and he went to Anchus, son of Ammach, king of Geth. |
|
3
|
3
|
| καὶ ἐκάθισε Δαυὶδ μετὰ ᾿Αγχοῦς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, ᾿Αχινὰαχ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. | And David dwelt with Anchus, he and his men, each with his family; and David and both his wives, Achinaam the Jezraelitess, and Abigaia the wife of Nabal the Carmelite. |
|
4
|
4
|
| καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγε Δαυὶδ εἰς Γέθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν. | And it was told Saul that David had fled to Geth; and he no longer sought after him. |
|
5
|
5
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· εἰ δή εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾿ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἱνατί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένη μετὰ σοῦ; | And David said to Anchus, If now thy servant has found grace in thine eyes, let them give me, I pray thee, a place in one of the cities in the country, and I will dwell there: for why does thy servant dwell with thee in a royal city? |
|
6
|
6
|
| καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς ᾿Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης. | And he gave him Sekelac in that day: therefore Sekelac came into possession of the king of Judea to this day. |
|
7
|
7
|
| καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισε Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας. | And the number of the days that David dwelt in the country of the Philistines was four months. |
|
8
|
8
|
| καὶἀνέβαινε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρὶ καὶ ἐπὶ τὸν ᾿Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. | And David and his men went up, and made an attack on all the Gesirites and on the Amalekites: and behold, the land was inhabited, (even the land from Gelampsur) by those who come from the fortified cities even to the land of Egypt. |
|
9
|
9
|
| καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα ἢ γυναῖκα καὶ ἐλάμβανον ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς ᾿Αγχοῦς. | And he smote the land, and saved neither man nor woman alive; and they took flocks, and herds, and asses, and camels, and raiment; and they returned and came to Anchus. |
|
10
|
10
|
| καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· κατὰ νότον τῆς ᾿Ιουδαίας καὶ κατὰ νότον ᾿Ιεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζί. | And Anchus said to David, On whom have ye made an attack to-day? And David said to Anchus, On the south of Judea, and on the south of Jesmega, and on the south of the Kenezite. |
|
11
|
11
|
| καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γὲθ λέγων· μὴ ἀναγγείλωσιν εἰς Γὲθ καθ᾿ ἡμῶν λέγοντες· τάδε Δαυὶδ ποιεῖ, καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. | And I have not saved man or woman alive to bring them to Geth, saying, Lest they carry a report to Geth against us, saying, These things David does. And this was his manner all the days that David dwelt in the country of the Philistines. |
|
12
|
12
|
| καὶ ἐπιστεύθη Δαυὶδ ἐν τῷ ᾿Αγχοῦς σφόδρα λέγων· ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν ᾿Ισραὴλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα. | So David had the full confidence of Anchus, who said, He is thoroughly disgraced among his people in Israel, and he shall be my servant for ever. |
|
Κεφάλαιο 28
|
Chapter 28
|
|
1
|
1
|
| ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ ᾿Ισραήλ, καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· γινώσκων γνώσῃ ὅτι μετ᾿ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου. | And it came to pass in those days that the Philistines gathered themselves together with their armies to go out to fight with Israel; and Anchus said to David, Know surely, that thou shalt go forth to battle with me, thou, and thy men. |
|
2
|
2
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν ᾿Αγχοῦς πρὸς Δαυίδ· οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας. | And David said to Anchus, Thus now thou shalt know what thy servant will do. And Anchus said to David, So will I make thee captain of my body-guard continually. |
|
3
|
3
|
| Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς ᾿Ισραὴλ καὶ θάπτουσιν αὐτὸν ἐν ᾿Αρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. | And Samuel died, and all Israel lamented for him, and they bury him in his city, in Armathaim. And Saul had removed those who had in them divining spirits, and the wizards, out of the land. |
|
4
|
4
|
| καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν, καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα ᾿Ισραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ. | And the Philistines assemble themselves, and come and encamp in Sonam: and Saul gathers all the men of Israel, and they encamp in Gelbue. |
|
5
|
5
|
| καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. | And Saul saw the camp of the Philistines, and he was alarmed, and his heart was greatly dismayed. |
|
6
|
6
|
| καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις. | And Saul enquired of the Lord; and the Lord answered him not by dreams, nor by manifestations, nor by prophets. |
|
7
|
7
|
| καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν ᾿Αενδώρ. | Then Saul said to his servants, Seek for me a woman who has in her a divining spirit, and I will go to her, and enquire of her: and his servants said to him, Behold, there is a woman who has in her a divining spirit at Aendor. |
|
8
|
8
|
| καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ· μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. | And Saul disguised himself, and put on other raiment, and he goes, and two men with him, and they come to the woman by night; and he said to her, Divine to me, I pray thee, by the divining spirit within thee, and bring up to me him whom I shall name to thee. |
|
9
|
9
|
| καὶ εἶπεν αὐτῷ ἡ γυνή· ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαούλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν; | And the woman said to him, Behold now, thou knowest what Saul has done, how he has cut off those who had in them divining spirits, and the wizards from the land, and why dost thou spread a snare for my life to destroy it? |
|
10
|
10
|
| καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. | And Saul swore to her, and said, As the Lord lives, no injury shall come upon thee on this account. |
|
11
|
11
|
| καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπε· τὸν Σαμουὴλ ἀνάγαγέ μοι. | And the woman said, Whom shall I bring up to thee? and he said, Bring up to me Samuel. |
|
12
|
12
|
| καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. | And the woman saw Samuel, and cried out with a loud voice: and the woman said to Saul, Why hast thou deceived me? for thou art Saul. |
|
13
|
13
|
| καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· μὴ φοβοῦ, εἰπὸν τίνα ἑώρακας. καὶ εἶπεν αὐτῷ ἡ γυνή· θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. | And the king said to her, Fear not; tell me whom thou hast seen. And the woman said to him, I saw gods ascending out of the earth. |
|
14
|
14
|
| καὶ εἶπεν αὐτῇ· τί ἔγνως; καὶ εἶπεν αὐτῷ· ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. καὶ ἔγνω Σαούλ, ὅτι οὗτος Σαμουήλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. | And he said to her, What didst thou perceive? and she said to him, An upright man ascending out of the earth, and he was clothed with a mantle. And Saul knew that this was Samuel, and he stooped with his face to the earth, and did obeisance to him. |
|
15
|
15
|
| καὶ εἶπε Σαμουήλ· ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ· θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. | And Samuel said, Why hast thou troubled me, that I should come up? And Saul said, I am greatly distressed, and the Philistines war against me, and God has departed from me, and no longer hearkens to me either by the hand of prophets or by dreams: and now I have called thee to tell me what I shall do. |
|
16
|
16
|
| καὶ εἶπε Σαμουήλ· ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου· | And Samuel said, Why askest thou me, whereas the Lord has departed from thee, and taken part with thy neighbour? |
|
17
|
17
|
| καὶ πεποίηκε Κύριός σοι καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυίδ. | And the Lord has done to thee, as the Lord spoke by me; and the Lord will rend thy kingdom out of thy hand, and will give it to thy neighbour David, |
|
18
|
18
|
| διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν ᾿Αμαλήκ, διὰ τοῦτο τὸ ρῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ. | because thou didst not hearken to the voice of the Lord, and didst not execute his fierce anger upon Amalec, therefore the Lord has done this thing to thee this day. |
|
19
|
19
|
| καὶ παραδώσει Κύριος τὸν ᾿Ισραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν ᾿Ισραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων. | And the Lord shall deliver Israel with thee into the hands of the Philistines, and to-morrow thou and thy sons with thee shall fall, and the Lord shall deliver the army of Israel into the hands of the Philistines. |
|
20
|
20
|
| καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην. | And Saul instantly fell at his full length upon the earth, and was greatly afraid because of the words of Samuel; and there was no longer any strength in him, for he had eaten no bread all that day, and all that night. |
|
21
|
21
|
| καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι· | And the woman went in to Saul, and saw that he was greatly disquieted, and said to him, Behold now, thine handmaid has hearkened to thy voice, and I have put my life in my hand, and have heard the words which thou hast spoken to me. |
|
22
|
22
|
| καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοι ἰσχύς, ὅτι πορεύῃ ἐν ὁδῷ. | And now hearken, I pray thee, to the voice of thine handmaid, and I will set before thee a morsel of bread, and eat, and thou shalt be strengthened, for thou wilt be going on thy way. |
|
23
|
23
|
| καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καί ἐκάθισεν ἐπὶ τὸν δίφρον. | But he would not eat; so his servants and the woman constrained him, and he hearkened to their voice, and rose up from the earth, and sat upon a bench. |
|
24
|
24
|
| καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε καὶ ἔπεψεν ἄζυμα | And the woman had a fat heifer in the house; and she hasted and slew it; and she took meal and kneaded it, and baked unleavened cakes. |
|
25
|
25
|
| καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παιδῶν αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην. | And she brought the meat before Saul, and before his servants; and they ate, and rose up, and departed that night. |
|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| ΚΑΙ συναθροίζουσιν ἀλλόφυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς ᾿Αφέκ, καὶ ᾿Ισραὴλ παρενέβαλεν ἐν ᾿Αενδὼρ τὴν ἐν ᾿Ιεζραέλ. | And the Philistines gather all their armies to Aphec, and Israel encamped in Aendor, which is in Jezrael. |
|
2
|
2
|
| καὶ οἱ σατράπαι τῶν ἀλλοφύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾿ ἐσχάτων μετὰ ᾿Αγχοῦς. | And the lords of the Philistines went on by hundreds and thousands, and David and his men went on in the rear with Anchus. |
|
3
|
3
|
| καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοφύλων· τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν ᾿Αγχοῦς πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοφύλων· οὐχ οὗτος Δαυὶδ ὁ δοῦλος Σαοὺλ βασιλέως ᾿Ισραήλ; γέγονε μεθ᾿ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐθὲν ἀφ᾿ ἧς ἡμέρας ἐνέπεσε πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης. | And the lords of the Philistines said, Who are these that pass by? And Anchus said to the captains of the Philistines, Is not this David the servant of Saul king of Israel? he has been with us some time, even this second year, and I have not found any fault in him from the day that he attached himself to me even until this day. |
|
4
|
4
|
| καὶ ἐλυπήθησαν ἐπ᾿ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοφύλων καὶ λέγουσιν αὐτῷ· ἀπόστρεψον τὸν ἄνδρα καὶ ἀποστραφήτω εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσθω μεθ᾿ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσθω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων; | And the captains of the Philistines were displeased at him, and they say to him, Send the man away, and let him return to his place, where thou didst set him; and let him not come with us to the war, and let him not be a traitor in the camp: and wherewith will he be reconciled to his master? will it not be with the heads of those men? |
|
5
|
5
|
| οὐχ οὗτος Δαυίδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες· ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυὶδ ἐν μυριάσιν αὐτοῦ; | Is not this David whom they celebrated in dances, saying, Saul has smitten his thousands, and David his ten thousands? |
|
6
|
6
|
| καὶ ἐκάλεσεν ᾿Αγχοῦς τὸν Δαυὶδ καὶ εἶπεν αὐτῷ· ζῇ Κύριος, ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου, καὶ ἡ ἔξοδός σου και ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ· | And Anchus called David, and said to him, As the Lord lives, thou art right and approved in my eyes, and so is thy going out and thy coming in with me in the army, and I have not found any evil to charge against thee from the day that thou camest to me until this day: but thou art not approved in the eyes of the lords. |
|
7
|
7
|
| καὶ νῦν ἀνάστρεφε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσῃς κακίαν ἐν ὀφθαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοφύλων. | Now then return and go in peace, thus thou shalt not do evil in the sight of the lords of the Philistines. |
|
8
|
8
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αγχοῦς· τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀφ᾿ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλθω πολεμήσας τοὺς ἐχθροὺς τοῦ κυρίου μου τοῦ βασιλέως; | And David said to Anchus, What have I done to thee? and what hast thou found in thy servant from the first day that I was before thee even until this day, that I should not come and war against the enemies of the lord my king? |
|
9
|
9
|
| καὶ ἀπεκρίθη ᾿Αγχοῦς πρὸς Δαυίδ· οἶδα ὅτι ἀγαθὸς σὺ ἐν ὀφθαλμοῖς μου, ἀλλ᾿ οἱ σατράπαι τῶν ἀλλοφύλων λέγουσιν· οὐχ ἥξει μεθ᾿ ἡμῶν εἰς πόλεμον. | And Anchus answered David, I know that thou art good in my eyes, but the lords of the Philistines say, He shall not come with us to the war. |
|
10
|
10
|
| καὶ νῦν ὄρθρισον τὸ πρωΐ σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσθε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ θῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαθὸς σὺ ἐνώπιόν μου· καὶ ὀρθρίσατε ἐν τῇ ὁδῷ, καὶ φωτισάτω ὑμῖν, καὶ πορεύθητε. | Now then rise up early in the morning, thou and the servants of thy lord that are come with thee, and go to the place where I appointed you, and entertain no evil thought in thy heart, for thou art good in my sight: and rise early for your journey when it is light, and depart. |
|
11
|
11
|
| καὶ ὤρθρισε Δαυὶδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελθεῖν καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ ᾿Ισραήλ. | So David arose early, he and his men, to depart and guard the land of the Philistines: and the Philistines went up to Jezrael to battle. |
|
Κεφάλαιο 30
|
Chapter 30
|
|
1
|
1
|
| ΚΑΙ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἄνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ᾿Αμαλὴκ ἐπέθετο ἐπὶ τὸν νότον καὶ ἐπὶ τὴν Σεκελὰκ καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί· | And it came to pass when David and his men had entered Sekelac on the third day, that Amalec had made an incursion upon the south, and upon Sekelac, and smitten Sekelac, and burnt it with fire. |
|
2
|
2
|
| καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ᾿ ᾐχμαλώτευσαν καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν. | And as to the women and all things that were in it, great and small, they slew neither man nor woman, but carried them captives, and went on their way. |
|
3
|
3
|
| καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι. | And David and his men came into the city, and, behold, it was burnt with fire; and their wives, and their sons, and their daughters, were carried captive. |
|
4
|
4
|
| καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καί ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν. | And David and his men lifted up their voice, and wept till there was no longer any power within them to weep. |
|
5
|
5
|
| καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, ᾿Αχινόομ ἡ ᾿Ιεζραηλῖτις καὶ ᾿Αβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. | And both the wives of David were carried captive, Achinaam the Jezraelitess, and Abigaia the wife of Nabal the Carmelite. |
|
6
|
6
|
| καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ. | And David was greatly distressed, because the people spoke of stoning him, because the soul of all the people was grieved, each for his sons and his daughters: but David strengthened himself in the Lord his God. |
|
7
|
7
|
| καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβιάθαρ τὸν ἱερέα υἱὸν ᾿Αβιμέλεχ· προσάγαγε τὸ ἐφούδ. | And David said to Abiathar the priest the son of Achimelech, Bring near the ephod. |
|
8
|
8
|
| καὶ ἐπηρώτησε Δαυὶδ διά τοῦ Κυρίου λέγων· εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου, εἰ καταλήψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ· καταδίωκε, ὅτι καταλαμβάνων καταλήψῃ αὐτοὺς καὶ ἐξαιρούμενος ἐξελῇ. | And David enquired of the Lord, saying, Shall I pursue after this troop? shall I overtake them? and he said to him, Pursue, for thou shalt surely overtake them, and thou shalt surely rescue the captives. |
|
9
|
9
|
| καὶ ἐπορεύθη Δαυίδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσόρ, καὶ οἱ περισσοὶ ἔστησαν. | So David went, he and the six hundred men with him, and they come as far as the brook Bosor, and the superfluous ones stopped. |
|
10
|
10
|
| καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσόρ. | And he pursued them with four hundred men; and there remained behind two hundred men, who tarried on the other side of the brook Bosor. |
|
11
|
11
|
| καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ· | And they find an Egyptian in the field, and they take him, and bring him to David; and they gave him bread and he ate, and they caused him to drink water. |
|
12
|
12
|
| καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. | And they gave him a piece of a cake of figs, and he ate, and his spirit was restored in him; for he had not eaten bread, and had not drunk water three days and three nights. |
|
13
|
13
|
| καὶ εἶπεν αὐτῷ Δαυίδ· τίνος σὺ εἶ καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον· ἐγώ εἰμι δοῦλος ἀνδρὸς ᾿Αμαληκίτου, καὶ κατέλιπέ με ὁ Κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος. | And David said to him, Whose art thou? and whence art thou? and the young man the Egyptian said, I am the servant of an Amalekite; and my master left me, because I was taken ill three days ago. |
|
14
|
14
|
| καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν νότον τοῦ Χολθὶ καὶ ἐπὶ τὰ τῆς ᾿Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελοὺβ καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί. | And we made an incursion on the south of the Chelethite, and on the parts of Judea, and on the south of Chelub, and we burnt Sekelac with fire. |
|
15
|
15
|
| καὶ εἶπεν αὐτῷ Δαυίδ· εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν· ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο. | And David said to him, Wilt thou bring me down to this troop? and he said, Swear now to me by God, that thou wilt not kill me, and that thou wilt not deliver me into the hands of my master, and I will bring thee down upon this troop. |
|
16
|
16
|
| καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς ᾿Ιούδα. | So he brought him down thither, and behold, they were scattered abroad upon the surface of the whole land, eating and drinking, and feasting by reason of all the great spoils which they had taken out of the land of the Philistines, and out of the land of Juda. |
|
17
|
17
|
| καὶ ἦλθεν ἐπ᾿ αὐτοὺς Δαυὶδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾿ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔφυγον. | And David came upon them, and smote them from the morning till the evening, and on the next day; and not one of them escaped, except four hundred young men, who were mounted on camels, and fled. |
|
18
|
18
|
| καὶ ἀφείλατο Δαυὶδ πάντα, ἃ ἔλαβον οἱ ᾿Αμαληκῖται, καὶ ἀμφοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο. | And David recovered all that the Amalekites had taken, and he rescued both his wives. |
|
19
|
19
|
| καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ θυγατέρων καὶ ἕως πάντων, ὧν ἔλαβον αὐτῶν· τὰ πάντα ἐπέστρεψε Δαυίδ. | And nothing was wanting to them of great or small, either of the spoils, or the sons and daughters, or anything that they had taken of theirs; and David recovered all. |
|
20
|
20
|
| καὶ ἔλαβε πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο· ταῦτα τὰ σκῦλα Δαυίδ. | And he took all the flocks, and the herds, and led them away before the spoils: and it was said of these spoils, These are the spoils of David. |
|
21
|
21
|
| καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ καί ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τοῦ Βοσόρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾿ αὐτοῦ, καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην. | And David comes to the two hundred men who were left behind that they should not follow after David, and he had caused them to remain by the brook of Bosor; and they came forth to meet David, and to meet his people with him: and David drew near to the people, and they asked him how he did. |
|
22
|
22
|
| καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθ᾿ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλόμεθα, ὅτι ἀλλ᾿ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν καὶ ἀποστρεφέτωσαν. | Then every ill-disposed and bad man of the soldiers who had gone with David, answered and said, Because they did not pursue together with us, we will not give them of the spoils which we have recovered, only let each one lead away with him his wife and his children, and let them return. |
|
23
|
23
|
| καὶ εἶπε Δαυίδ· οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν καὶ φυλάξαι ἡμᾶς καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφ᾿ ἡμᾶς εἰς χεῖρας ἡμῶν. | And David said, Ye shall not do so, after the Lord has delivered the enemy to us, and guarded us, and the Lord has delivered into our hands the troop that came against us. |
|
24
|
24
|
| καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ἡμῶν εἰσι· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ μεριοῦνται. | And who will hearken to these your words? for they are not inferior to us; for according to the portion of him that went down to the battle, so shall be the portion of him that abides with the baggage; they shall share alike. |
|
25
|
25
|
| καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ ᾿Ισραὴλ ἕως τῆς σήμερον. | And it came to pass from that day forward, that it became an ordinance and a custom in Israel until this day. |
|
26
|
26
|
| Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων ᾿Ιούδα καὶ τοῖς πλησίον αὐτοῦ λέγων· ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου· | And David came to Sekelac, and sent of the spoils to the elders of Juda, and to his friends, saying, Behold some of the spoils of the enemies of the Lord; |
|
27
|
27
|
| τοῖς ἐν Βαιθσοὺρ καὶ τοῖς ἐν Ραμὰ νότου καὶ τοῖς ἐν ᾿Ιεθθὸρ | to those in Bæthsur, and to those in Rama of the south, and to those in Gethor. |
|
28
|
28
|
| καὶ τοῖς ἐν ᾿Αροὴρ καὶ τοῖς ἐν ᾿Αμμαδὶ καὶ τοῖς ἐν Σαφὶ καὶ τοῖς ἐν ᾿Εσθιὲ | And to those in Aroer, and to those in Ammadi, and to those in Saphi, and to those in Esthie, |
|
29
|
29
|
| καὶ τοῖς ἐν Γὲθ καὶ τοῖς ἐν Κινὰν καὶ τοῖς ἐν Σαφὲκ καὶ τοῖς ἐν Θιμὰθ καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ ῾Ιεραμηλὶ καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ | and to those in Carmel, and to those in the cities of Jeremeel, and to those in the cities of the Kenezite; |
|
30
|
30
|
| καὶ τοῖς ἐν ῾Ιεριμοὺθ καὶ τοῖς ἐν Βηρσαβεὲ καὶ τοῖς ἐν Νομβὲ | and to those in Jerimuth, and to those in Bersabee, and to those in Nombe, |
|
31
|
31
|
| καὶ τοῖς ἐν Χεβρὼν καὶ εἰς πάντας τοὺς τόπους, οὓς διῆλθε Δαυὶδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ. | and to those in Chebron, and to all the places which David and his men had passed through. |
|
Κεφάλαιο 31
|
Chapter 31
|
|
1
|
1
|
| ΚΑΙ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐπὶ ᾿Ισραήλ, καὶ ἔφυγον οἱ ἄνδρες ᾿Ισραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουέ. | And the Philistines fought with Israel: and the men of Israel fled from before the Philistines, and they fall down wounded in the mountain of Gelbue. |
|
2
|
2
|
| καὶ συνάπτουσιν οἱ ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόφυλοι τὸν ᾿Ιωνάθαν καὶ τὸν ᾿Αμιναδὰβ καὶ τὸν Μελχισᾶ υἱοὺς Σαούλ. | And the Philistines press closely on Saul and his sons, and the Philistines smite Jonathan, and Aminadab, and Melchisa son of Saul. |
|
3
|
3
|
| καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσθη εἰς τά ὑποχόνδρια. | And the battle prevails against Saul, and the shooters with arrows, even the archers find him, and he was wounded under the ribs. |
|
4
|
4
|
| καὶ εἶπε Σαοὺλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· σπάσαι τὴν ρομφαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσί με καὶ ἐμπαίξωσί μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβήθη σφόδρα· καὶ ἔλαβε Σαοὺλ τὴν ρομφαίαν καὶ ἐπέπεσεν ἐπ᾿ αὐτήν. | And Saul said to his armour-bearer, Draw thy sword and pierce me through with it; lest these uncircumcised come and pierce me through, and mock me. But his armour-bearer would not, for he feared greatly: so Saul took his sword and fell upon it. |
|
5
|
5
|
| καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέθνηκε Σαούλ, καὶ ἐπέπεσε καὶ αὐτὸς ἐπὶ τὴν ρομφαίαν αὐτοῦ καὶ ἀπέθανε μετ᾿ αὐτοῦ. | And his armour-bearer saw that Saul was dead, and he fell also himself upon his sword, and died with him. |
|
6
|
6
|
| καὶ ἀπέθανε Σαοὺλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό. | So Saul died, and his three sons, and his armour-bearer, in that day together. |
|
7
|
7
|
| καὶ εἶδον οἱ ἄνδρες ᾿Ισραὴλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ ᾿Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες ᾿Ισραὴλ καὶ ὅτι τέθνηκε Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσι τὰς πόλεις αὐτῶν καὶ φεύγουσι· καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς. | And the men of Israel who were on the other side of the valley, and those beyond Jordan, saw that the men of Israel fled, and that Saul and his sons were dead; and they leave their cities and flee: and the Philistines come and dwell in them. |
|
8
|
8
|
| καὶ ἐγενήθη τῇ ἐπαύριον ἔρχονται οἱ ἀλλόφυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσι τὸν Σαοὺλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουέ. | And it came to pass on the morrow that the Philistines come to strip the dead, and they find Saul and his three sons fallen on the mountains of Gelbue. |
|
9
|
9
|
| καί ἀποστρέφουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοφύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ. | And they turned him, and stripped off his armour, and sent it into the land of the Philistines, sending round glad tidings to their idols and to the people. |
|
10
|
10
|
| καὶ ἀνέθηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ ᾿Ασταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιθσάν. | And they set up his armour at the temple of Astarte, and they fastened his body on the wall of Bæthsam. |
|
11
|
11
|
| καὶ ἀκούουσιν οἱ κατοικοῦντες ᾿Ιαβὶς τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόφυλοι τῷ Σαούλ· | And the inhabitants of Jabis Galaad hear what the Philistines did to Saul. |
|
12
|
12
|
| καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύθησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα ᾿Ιωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τοῦ τείχους Βαιθσὰν καὶ φέρουσιν αὐτοὺς εἰς ᾿Ιαβὶς καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ. | And they rose up, even every man of might, and marched all night, and took the body of Saul and the body of Jonathan his son from the wall of Bæthsam; and they bring them to Jabis, and burn them there. |
|
13
|
13
|
| καὶ λαμβάνουσι τὰ ὀστᾶ αὐτῶν καὶ θάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν ἐν ᾿Ιαβὶς καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας. | And they take their bones, and bury them in the field that is in Jabis, and fast seven days. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.