Κεφάλαιο 17
1
ΚΑΙ ἐβασίλευσεν ᾿Ιωσαφὰτ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ, καὶ κατίσχυσεν ᾿Ιωσαφὰτ ἐπὶ τὸν ᾿Ισραήλ.
2
καὶ ἔδωκε δύναμιν ἐν πάσαις ταῖς πόλεσιν ᾿Ιούδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐν πόλεσιν ᾿Εφραίμ, ἃς προκατελάβετο ᾿Ασὰ ὁ πατὴρ αὐτοῦ.
3
καὶ ἐγένετο Κύριος μετὰ ᾿Ιωσαφάτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησε τὰ εἴδωλα,
4
ἀλλὰ Κύριον τὸν Θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησε καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τὰ ἔργα τοῦ ᾿Ισραήλ.
5
καὶ κατεύθυνε Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκε πᾶς ᾿Ιούδα δῶρα τῷ ᾿Ιωσαφάτ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή.
6
καὶ ὑψώθη ἡ καρδία αὐτοῦ ἐν ὁδῷ Κυρίου, καὶ ἔτι εξῇρε τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς ᾿Ιούδα.
7
καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλε τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν ᾿Αβδίαν καὶ Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ Μιχαίαν, τοῦ διδάσκειν ἐν πόλεσιν ᾿Ιούδα·
8
καὶ μετ’ αὐτῶν οἱ Λευῖται Σαμαίας καὶ Ναθανίας καὶ Ζαβδίας καὶ ᾿Ασιὴλ καὶ Σεμιραμὼθ καὶ ᾿Ιωνάθαν καὶ ᾿Αδωνίας καὶ Τωβίας, οἱ Λευῖται, καὶ μετ’ αὐτῶν ᾿Ελισαμὰ καὶ ᾿Ιωρὰμ οἱ ἱερεῖς,
9
καὶ ἐδίδασκον ἐν ᾿Ιούδᾳ, καὶ μετ’ αὐτῶν βίβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν ᾿Ιούδα καὶ ἐδίδασκον τὸν λαόν.
10
καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ ᾿Ιούδα, καὶ οὐκ ἐπολέμουν πρὸς ᾿Ιωσαφάτ·
11
καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ ᾿Ιωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ ῎Αραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους.
12
καὶ ἦν ᾿Ιωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν ἐν τῇ ᾿Ιουδαίᾳ οἰκήσεις καὶ πόλεις ὀχυράς.
13
καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ ᾿Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν ῾Ιερουσαλήμ.
14
καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν· καὶ τῷ ᾿Ιούδᾳ χιλίαρχοι, ῎Εδνας ὁ ἄρχων καὶ μετ’ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες·
15
καὶ μετ’ αὐτὸν ᾿Ιωανὰν ὁ ἡγούμενος καὶ μετ’ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες·
16
καὶ μετ’ αὐτὸν ᾿Αμασίας ὁ τοῦ Ζαρί, ὁ προθυμούμενος τῷ Κυρίῳ, καὶ μετ’ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.
17
καὶ ἐκ τοῦ Βενιαμὶν δυνατὸς δυνάμεως ᾿Ελιαδὰ καὶ μετ’ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες.
18
καὶ μετ’ αὐτὸν ᾿Ιωζαβὰδ καὶ μετ’ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.
19
οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσι ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ ᾿Ιουδαίᾳ.