Завантаження...
Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.

Порівняти:

Κεφάλαιο 10
Chapter 10
1
1
ΚΑΙ τῷ ᾿Αχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν ᾿Ιοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς ᾿Αχαὰβ λέγων· And Achaab had seventy sons in Samaria. And Ju wrote a letter, and sent it into Samaria to the rulers of Samaria, and to the elders, and to the guardians of the children of Achaab, saying,
2
2
καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεθ᾿ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ᾿ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα, Now then, as soon as this letter shall have reached you, whereas there are with you the sons of your master, and with you chariots and horses, and strong cities, and arms,
3
3
καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν. do ye accordingly look out the best and fittest among your master's sons, and set him on the throne of his father, and fight for the house of your master.
4
4
καὶ ἐφοβήθησαν σφόδρα καὶ εἶπον· ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς; And they feared greatly, and said, Behold, two kings stood not before him: and how shall we stand?
5
5
καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς ᾿Ιοὺ λέγοντες· παῖδές σου καὶ ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαμοῖς σου ποιήσομεν. So they that were over the house, and they that were over the city, and the elders and the guardians, sent to Ju, saying, We also are thy servants, and whatsoever thou shalt say to us we will do; we will not make any man king: we will do that which is right in thine eyes.
6
6
καὶ ἔγραψε πρὸς αὐτοὺς ᾿Ιοὺ βιβλίον δεύτερον λέγων· εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον ἐν ᾿Ιεζράελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς. And Ju wrote them a second letter, saying, If ye are for me, and hearken to my voice, take the heads of the men your master's sons, and bring them to me at this time to-morrow in Jezrael. Now the sons of the king were seventy men; these great men of the city brought them up.
7
7
καὶ ἐγένετο ὡς ἦλθε τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς ᾿Ιεζράελ. And it came to pass, when the letter came to them, that they took the king's sons, and slew them, even seventy men, and put their heads in baskets, and sent them to him at Jezrael.
8
8
καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλε λέγων· ἤνεγκαν τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπε· θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης εἰς πρωΐ. And a messenger came and told him, saying, They have brought the heads of the king's sons. And he said, Lay them in two heaps by the door of the gate until the morning.
9
9
καὶ ἐγένετο πρωΐ καὶ ἐξῆλθε καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπε πρὸς πάντα τὸν λαόν· δίκαιοι ὑμεῖς· ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξε πάντας τούτους; And the morning came, and he went forth, and stood, and said to all the people, Ye are righteous: behold, I conspired against my master, and slew him: but who slew all these?
10
10
ἴδετε ἀφφώ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ρήματος Κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον ᾿Αχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ᾿Ηλιού. See now that there shall not fall to the ground anything of the word of the Lord which the Lord spoke against the house of Achaab: for the Lord has performed all that he spoke of by the hand of his servant Eliu.
11
11
καὶ ἐπάταξεν ᾿Ιοὺ πάντας τοὺς καταλειφθέντας ἐν τῷ οἴκῳ ᾿Αχαὰβ ἐν ᾿Ιεζράελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα. And Ju smote all that were left of the house of Achaab in Jezrael, and all his great men, and his acquaintance, and his priests, so as not to leave him any remnant.
12
12
Καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν, αὐτὸς ἐν Βαιθακὰδ τῶν ποιμένων ἐν τῇ ὁδῷ, And he arose and went to Samaria, and he was in the house of sheep-shearing in the way.
13
13
καὶ ᾿Ιοὺ εὗρε τοὺς ἀδελφοὺς ᾿Οχοζίου βασιλέως ᾿Ιούδα καὶ εἶπε· τίνες ὑμεῖς; καὶ εἶπον· ἀδελφοὶ ᾿Οχοζίου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης. And Ju found the brethren of Ochozias king of Juda, and said, Who are ye? And they said, We are the brethren of Ochozias, and we have come down to salute the sons of the king, and the sons of the queen.
14
14
καὶ εἶπε· συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθακάδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν. And he said, Take them alive. And they slew them at the shearing-house, forty and two men: he left not a man of them.
15
15
καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν ᾿Ιωναδὰβ υἱὸν Ρηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ηὐλόγησεν αὐτόν. καὶ εἶπε πρὸς αὐτὸν ᾿Ιού· εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν ᾿Ιωναδάβ· ἔστι. καὶ εἶπεν ᾿Ιού· καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα And he went thence and found Jonadab the son of Rechab coming to meet him; and he saluted him, and Ju said to him, Is thy heart right with my heart, as my heart is with thy heart? And Jonadab said, It is. And Ju said, If it is then, give me thy hand. And he gave him his hand, and he took him up to him into the chariot.
16
16
καὶ εἶπε πρὸς αὐτόν· δεῦρο μετ᾿ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ Κυρίῳ Σαββαὼθ καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ. And he said to him, Come with me, and see me zealous for the Lord. And he caused him to sit in his chariot.
17
17
καὶ εἰσῆλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε πάντας τοὺς καταλειφθέντας τοῦ ᾿Αχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτὸν κατὰ τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησε πρὸς ᾿Ηλιού. And he entered into Samaria, and smote all that were left of Achaab in Samaria, until he had utterly destroyed him, according to the word of the Lord, which he spoke to Eliu.
18
18
Καὶ συνήθροισεν ᾿Ιοὺ πάντα τὸν λαὸν καὶ εἶπε πρὸς αὐτούς· ᾿Αχαὰβ ἐδούλευσε τῷ Βάαλ ὀλίγα, ᾿Ιοὺ δουλεύσει αὐτῷ πολλά· And Ju gathered all the people, and said to them, Achaab served Baal a little; Ju shall serve him much.
19
19
καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βάαλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ ᾿Ιοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ. Now then do all ye the prophets of Baal call all his servants and his priests to me; let not a man be wanting: for I have a great sacrifice to offer to Baal; every one who shall be missing shall die. But Ju did it in subtilty, that he might destroy the servants of Baal.
20
20
καὶ εἶπεν ᾿Ιού· ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξαν. And Ju said, Sanctify a solemn festival to Baal, and they made a proclamation.
21
21
καὶ ἀπέστειλεν ᾿Ιοὺ ἐν παντὶ ᾿Ισραὴλ λέγων· καὶ νῦν πάντες οἱ δοῦλοι καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ, οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνήρ, ὅς οὐ παρεγένετο. καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα. And Ju sent throughout all Israel, saying, Now then let all Baal's servants, and all his priests, and all his prophets come, let none be lacking: for I am going to offer a great sacrifice; whosoever shall be missing, shall not live. So all the servants of Baal came, and all his priests, and all his prophets: there was not one left who came not. And they entered into the house of Baal; and the house of Baal was filled from one end to the other.
22
22
καὶ εἶπεν ᾿Ιοὺ τῷ ἐπὶ τοῦ οἴκου μεσθάαλ· ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής. And he said to the man who was over the house of the wardrobe, Bring forth a robe for all the servants of Baal. And the keeper of the robes brought forth to them.
23
23
καὶ εἰσῆλθεν ᾿Ιοὺ καὶ ᾿Ιωναδὰβ υἱὸς Ρηχὰβ εἰς οἶκον τοῦ Βάαλ καὶ εἶπε τοῖς δούλοις τοῦ Βάαλ· ἐρευνήσατε καὶ ἴδετε, εἰ ἔστι μεθ᾿ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλ᾿ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι. And Ju and Jonadab the son of Rechab entered into the house of Baal, and said to the servants of Baal, Search, and see whether there is among you any of the servants of the Lord, or only the servants of Baal, by themselves.
24
24
καὶ εἰσῆλθε τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα. καὶ ᾿Ιοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν· ἀνήρ, ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρα ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ. And he went in to offer sacrifices and whole-burnt-offerings; and Ju set for himself eighty men without, and said, Every man who shall escape of the men whom I bring into your hand, the life of him that spares him shall go for his life.
25
25
καὶ ἐγένετο ὡς συνετέλεσε ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν ᾿Ιοὺ τοῖς παρατρέχουσι καὶ τοῖς τριστάταις· εἰσελθόντες πατάξατε αὐτούς, μὴ ἐξελθάτω ἐξ αὐτῶν ἀνήρ· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ. And it came to pass, when he had finished offering the whole-burnt-offering, that Ju said to the footmen and the officers, Go ye in and slay them; let not a man of them escape. So they smote them with the edge of the sword, and the footmen and the officers cast the bodies forth, and went to the city of the house of Baal.
26
26
καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βάαλ καὶ ἐνέπρησαν αὐτήν. And they brought out the pillar of Baal, and burnt it.
27
27
καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνα ἕως τῆς ἡμέρας ταύτης. And they tore down the pillars of Baal, and made his house a draught-house until this day.
28
28
Καὶ ἠφάνισεν ᾿Ιοὺ τὸν Βάαλ ἐξ ᾿Ισραήλ· So Ju abolished Baal out of Israel.
29
29
πλὴν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, οὐκ ἀπέστη ᾿Ιοὺ ἀπὸ ὄπισθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν. Nevertheless Ju departed not from following the sins of Jeroboam the son of Nabat, who led Israel to sin: these were the golden heifers in Bæthel and in Dan.
30
30
καὶ εἶπε Κύριος πρὸς ᾿Ιού· ἀνθ᾿ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ ᾿Αχαάβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ᾿Ισραήλ. And the Lord said to Ju, Because of all thy deeds wherein thou hast acted well in doing that which was right in my eyes, according to all things which thou hast done to the house of Achaab as they were in my heart, thy sons to the fourth generation shall sit upon the throne of Israel.
31
31
καὶ ᾿Ιοὺ οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου Θεοῦ ᾿Ισραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἀπάνωθεν ἁμαρτιῶν ῾Ιεροβοάμ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ. But Ju took no heed to walk in the law of the Lord God of Israel with all his heart: he departed not from following the sins of Jeroboam, who made Israel to sin.
32
32
ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συγκόπτειν ἐν τῷ ᾿Ισραήλ, καὶ ἐπάταξεν αὐτοὺς ᾿Αζαὴλ ἐν παντὶ ὁρίῳ ᾿Ισραήλ, In those days the Lord began to cut Israel short; and Azael smote them in every coast of Israel;
33
33
ἀπὸ τοῦ ᾿Ιορδάνου κατ᾿ ἀνατολὰς ἡλίου πᾶσαν τὴν γῆν Γαλαὰδ τοῦ Γαδδὶ καὶ τοῦ Ρουβὴν καὶ τοῦ Μανασσῆ, ἀπὸ ᾿Αροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου ᾿Αρνών, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν. from Jordan eastward all the land of Galaad belonging to the Gadites, of Gaddi and that of Ruben, and of Manasses, from Aroer, which is on the brink of the brook of Arnon, and Galaad and Basan.
34
34
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιοὺ καὶ πάντα, ὅσα ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ; And the rest of the acts of Ju, and all that he did, and all his might, and the wars wherein he engaged, are not these things written in the book of the chronicles of the kings of Israel?
35
35
καὶ ἐκοιμήθη ᾿Ιοὺ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν ᾿Ιωάχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ. And Ju slept with his fathers; and they buried him in Samaria: and Joachaz his son reigned in his stead.
36
36
καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν ᾿Ιοὺ ἐπὶ ᾿Ισραήλ, εἰκοσιοκτὼ ἔτη ἐν Σαμαρείᾳ. And the days which Ju reigned over Israel were twenty-eight years in Samaria.

Старий Заповіт

• Бут. • Вих. • Лев. • Чис. • Втор.

• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.

• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.

• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.

• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.

Новий Заповіт

• Мф. • Мк. • Лк. • Ін.

• Діян.

• Як. • 1 Пет. • 2 Пет. • 1 Ін. • 2 Ін. • 3 Ін. • Іуд.

• Рим. • 1 Кор. • 2 Кор. • Гал. • Еф. • Флп. • Кол. • 1 Сол. • 2 Сол. • 1 Тим. • 2 Тим. • Тит. • Фил. • Євр.

• Одкр.