Κεφάλαιο 15
1
ΕΝ ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ ῾Ιεροβοὰμ βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Αζαρίας υἱὸς ᾿Αμεσσίου βασιλέως ᾿Ιούδα.
2
υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ ῾Ιεχελία ἐξ ῾Ιερουσαλήμ.
3
καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αμεσσίας ὁ πατὴρ αὐτοῦ·
4
πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς,
5
καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ, καὶ ᾿Ιωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς.
6
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Αζαρίου, καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;
7
καὶ ἐκοιμήθη ᾿Αζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ, καὶ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
8
᾿Εν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς ῾Ιεροβοὰμ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον.
9
καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.
10
καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν Σελλοὺμ υἱὸς ᾿Ιαβὶς καὶ Κεβλαὰμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐθανάτωσαν αὐτόν, καὶ Σελλοὺμ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.
11
καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.
12
ὁ λόγος Κυρίου, ὃν ἐλάλησε πρὸς ᾿Ιοὺ λέγων· υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου ᾿Ισραήλ· καὶ ἐγένετο οὕτως.
13
Καὶ Σελλοὺμ υἱὸς ᾿Ιαβὶς ἐβασίλευσε· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ ᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ.
14
καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν ᾿Ιαβὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν.
15
καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ, ἣν συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.
16
τότε ἐπάταξε Μαναὴμ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.
17
᾿Εν ἔτει τριακοστῷ καὶ ἐνάτῳ τῷ ᾿Αζαρίᾳ βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη.
18
καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.
19
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φοὺλ βασιλεὺς ᾿Ασσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φοὺλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾿ αὐτοῦ.
20
καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν ᾿Ισραήλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν ᾿Ασσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς ᾿Ασσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ.
21
καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ;
22
καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.
23
᾿Εν ἔτει πεντηκοστῷ τοῦ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη.
24
καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.
25
καὶ συνεστράφη ἐπ᾿ αὐτὸν Φακεὲ υἱὸς Ρομελίου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοͺ ᾿Αργόβ καὶ μετὰ τοῦ ᾿Αρία, καὶ μετ᾿ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ.
26
καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.
27
᾿Εν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ ᾿Αζαρίου βασιλεῖ ᾿Ιούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ρομελίου ἐπὶ ᾿Ισραὴλ ἐν Σαμαρείᾳ εἴκοσιν ἔτη.
28
καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ.
29
ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως ᾿Ισραὴλ ἦλθε Θαγλαθφελλασὰρ βασιλεὺς ᾿Ασσυρίων καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν ᾿Αβελβαιθαμααχὰ καὶ τὴν ᾿Ανιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν ᾿Ασὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλί, καὶ ἀπῴκισεν αὐτοὺς εἰς ᾿Ασσυρίους.
30
καὶ συνέστρεψε σύστρεμμα ῾Ωσηὲ υἱὸς ᾿Ηλὰ ἐπὶ Φακεὲ υἱὸν Ρομελίου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσε καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ἐν ἔτει εἰκοστῷ ᾿Ιωάθαμ υἱοῦ ᾿Αζαρίου.
31
καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα, ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ισραήλ.
32
᾿Εν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ρομελίου βασιλεῖ ᾿Ισραὴλ ἐβασίλευσεν ᾿Ιωάθαμ υἱὸς ᾿Αζαρίου βασιλέως ᾿Ιούδα.
33
υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ῾Ιερουσὰ θυγάτηρ Σαδώκ.
34
καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ᾿Αζαρίας ὁ πατὴρ αὐτοῦ·
35
πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸ ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω.
36
καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάθαμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα;
37
ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν ᾿Ιούδᾳ τὸν Ραασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ρομελίου.
38
καὶ ἐκοιμήθη ᾿Ιωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν ῎Αχαζ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.