|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΑΥΤΗ ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτὴν εἰς ζωήν, οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται. — | This is the book of the commandments of God, and the law that endureth for ever: all they that keep it shall come to life; but such as leave it shall die. |
|
2
|
2
|
| ᾿Επιστρέφου, ᾿Ιακώβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. | Turn thee, O Jacob, and take hold of it: walk in the presence of the light thereof, that thou mayest be illuminated. |
|
3
|
3
|
| μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ. | Give not thine honour to another, nor the things that are profitable unto thee to a strange nation. |
|
4
|
4
|
| μακάριοί ἐσμεν ᾿Ισραήλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ ἡμῖν γνωστά ἐστι. — | O Israel, happy are we: for things that are pleasing to God are made known unto us. |
|
5
|
5
|
| Θαρσεῖτε λαός μου, μνημόσυνον ᾿Ισραήλ. | Be of good cheer, my people, the memorial of Israel. |
|
6
|
6
|
| ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν Θεὸν παρεδόθητε τοῖς ὑπεναντίοις· | Ye were sold to the nations, not for your destruction: but because ye moved God to wrath, ye were delivered unto the enemies. |
|
7
|
7
|
| παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς θύσαντες δαιμονίοις καὶ οὐ Θεῷ. | For ye provoked him that made you by sacrificing unto devils and not to God. |
|
8
|
8
|
| ἐπελάθεσθε τὸν τροφεύσαντα ὑμᾶς Θεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς ῾Ιερουσαλήμ· | Ye have forgotten the everlasting God, that brought you up; and ye have grieved Jerusalem, that nursed you. |
|
9
|
9
|
| εἶδε γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ Θεοῦ καὶ εἶπεν· ἀκούσατε, οἱ πάροικοι Σιών, ἐπήγαγέ μοι ὁ Θεὸς πένθος μέγα· | For when she saw the wrath of God coming upon you, she said, Hearken, O ye that dwell about Sion: God hath brought upon me great mourning; |
|
10
|
10
|
| εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος. | for I saw the captivity of my sons and daughters, which the Everlasting brought upon them. |
|
11
|
11
|
| ἔθρεψα γὰρ αὐτοὺς μετ᾿ εὐφροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους. | With joy did I nourish them; but sent them away with weeping and mourning. |
|
12
|
12
|
| μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθείσῃ ὑπὸ πολλῶν· ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου Θεοῦ, | Let no man rejoice over me, a widow, and forsaken of many, who for the sins of my children am left desolate; because they departed from the law of God. |
|
13
|
13
|
| δικαιώματα δὲ αὐτοῦ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν Θεοῦ, οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνη αὐτοῦ ἐπέβησαν. | They knew not his statutes, nor walked in the ways of his commandments, nor trod in the paths of discipline in his righteousness. |
|
14
|
14
|
| ἐλθέτωσαν αἱ πάροικοι Σιών, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος· | Let them that dwell about Sion come, and remember ye the captivity of my sons and daughters, which the Everlasting hath brought upon them. |
|
15
|
15
|
| ἐπήγαγε γὰρ ἐπ᾿ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον, οἳ οὐκ ᾐσχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν | For he hath brought a nation upon them from far, a shameless nation, and of a strange language, who neither reverenced old man, nor pitied child, |
|
16
|
16
|
| καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν. | and they have carried away the dear beloved children of the widow, and left her that was alone desolate without daughters. |
|
17
|
17
|
| ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν; | But what can I help you? |
|
18
|
18
|
| ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ὑμῖν ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν. | For he that brought these plagues upon you will deliver you from the hands of your enemies. |
|
19
|
19
|
| βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελήφθην ἔρημος· | Go your way, O my children, go your way: for I am left desolate. |
|
20
|
20
|
| ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου, κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου. — | I have put off the clothing of peace, and put upon me the sackcloth of my prayer: I will cry unto the Everlasting in my days. |
|
21
|
21
|
| Θαρρεῖτε, τέκνα, βοήσατε πρὸς τὸ Θεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχθρῶν. | Be of good cheer, O my children, cry unto the Lord, and he shall deliver you from the power and hand of the enemies. |
|
22
|
22
|
| ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν. | For my hope is in the Everlasting, that he will save you: and joy is come unto me from the Holy One, because of the mercy which shall soon come unto you from the Everlasting your Saviour. |
|
23
|
23
|
| ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ κλαυθμοῦ καὶ πένθους, ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα. | For I sent you out with mourning and weeping: but God will give you to me again with joy and gladness for ever. |
|
24
|
24
|
| ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ Θεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου. | Like as now the neighbours of Sion have seen your captivity: so shall they see shortly your salvation from your God, which shall come upon you with great glory, and brightness of the Everlasting. |
|
25
|
25
|
| τέκνα, μακροθυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέ σε ὁ ἐχθρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ. | My children, suffer patiently the wrath that is come upon you from God: for thine enemy hath persecuted thee; but shortly thou shalt see his destruction, and shalt tread upon his neck. |
|
26
|
26
|
| οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν. — | My delicate ones have gone rough ways, and were taken away as a flock caught of the enemies. |
|
27
|
27
|
| Θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν Θεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία. | Be of good comfort, O my children, and cry unto God: for ye shall be remembered of him that brought these things upon you. |
|
28
|
28
|
| ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ Θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν. | For as it was your mind to go astray from God: so, being returned, seek him ten times more. |
|
29
|
29
|
| ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν. — | For he that hath brought these plagues upon you shall bring you everlasting joy again with your salvation. |
|
30
|
30
|
| Θάρσει ῾Ιερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε. | Take a good heart, O Jerusalem: for he that gave thee that name will comfort thee. |
|
31
|
31
|
| δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει, | Miserable are they that afflicted thee, and rejoiced at thy fall. |
|
32
|
32
|
| δείλαιαι αἱ πόλεις, αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου. | Miserable are the cities which thy children served: miserable is she that received thy sons. |
|
33
|
33
|
| ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ. | For as she rejoiced at thy ruin, and was glad of thy fall: so shall she be grieved for her own desolation. |
|
34
|
34
|
| καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένθος. | For I will take away the rejoicing of her great multitude, and her pride shall be turned into mourning. |
|
35
|
35
|
| πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον. — | For fire shall come upon her from the Everlasting, long to endure; and she shall be inhabited of devils for a great time. |
|
36
|
36
|
| Περίβλεψον πρὸς ἀνατολάς, ῾Ιερουσαλήμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην. | O Jerusalem, look about thee toward the east, and behold the joy that cometh unto thee from God. |
|
37
|
37
|
| ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τῷ ρήματι τοῦ ἁγίου χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ. | Lo, thy sons come, whom thou sentest away, they come gathered together from the east to the west by the word of the Holy One, rejoicing in the glory of God. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.