|
Κεφάλαιο 1
|
Глава 1
|
|
1
|
1
|
|
Σωσάννα ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ ᾿Ιωακείμ. καὶ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Σωσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν Κύριον·
|
У третій рік царювання Іоакима, царя Юдейського, прийшов Навуходоносор, цар Вавилонський, до Єрусалима й обложив його.
|
|
3
|
2
|
|
καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
|
І віддав Господь у руки його Іоакима, царя Юдейського, і частину сосудів дому Божого, і він відправив їх у землю Сеннаар, у дім бога свого, і вніс ці сосуди у скарбницю бога свого.
|
|
4
|
3
|
|
καὶ ἦν ᾿Ιωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ ᾿Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
|
І сказав цар Асфеназу, начальникові євнухів своїх, щоб він із синів Ізраїлевих, з роду царського і князівського, привів
|
|
5
|
4
|
|
καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν.
|
отроків, у яких немає ніякого тілесного недоліку, красивих на вигляд, і здібних для всякої науки, і таких, що розуміють науки, і здатних і гідних служити у чертогах царських, і щоб навчив їх книг і мови халдейської.
|
|
6
|
5
|
|
οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ ᾿Ιωκείμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
|
І призначив їм цар щоденну їжу з царського столу і вино, яке сам пив, і повелів виховувати їх три роки, після закінчення яких вони повинні були стати перед царем.
|
|
7
|
6
|
|
καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σωσάννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.
|
Між ними були із синів Іудиних Даниїл, Ананія, Мисаїл та Азарія.
|
|
8
|
7
|
|
καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ᾿ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς.
|
І перейменував їх начальник євнухів — Даниїла Валтасаром, Ананію Седрахом, Мисаїла Мисахом і Азарію Авденаго.
|
|
9
|
8
|
|
καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανόν, μηδὲ μνημονεύειν κριμάτων δικαίων.
|
Даниїл поклав у серці своєму не осквернятися стравами зі столу царського і вином, яке п’є цар, і тому просив начальника євнухів про те, щоб не осквернятися йому.
|
|
10
|
9
|
|
καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν,
|
Бог дарував Даниїлові милість і прихильність начальника євнухів;
|
|
11
|
10
|
|
ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.
|
і начальник євнухів сказав Даниїлові: боюся я господаря мого, царя, який сам призначив вам їжу і питво; якщо він побачить обличчя ваші худішими, ніж у отроків, однолітків ваших, то ви зробите голову мою винною перед царем.
|
|
12
|
11
|
|
καὶ παρετηροῦσαν φιλοτίμως καθ' ἡμέραν ὁρᾶν αὐτήν.
|
Тоді сказав Даниїл Амелсару, якого начальник євнухів приставив до Даниїла, Ананії, Мисаїла й Азарії:
|
|
13
|
12
|
|
καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ· πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστί. καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ' ἀλλήλων,
|
зроби дослід над рабами твоїми протягом десяти днів; нехай дають нам у їжу овочі і воду для пиття;
|
|
14
|
13
|
|
καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν, ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
|
і потім нехай з’являться перед тобою обличчя наші й обличчя тих отроків, які годуються царською їжею, і потім зроби з рабами твоїми, як побачиш.
|
|
15
|
14
|
|
καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέ ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν.
|
Він послухався їх у цьому і випробовував їх десять днів.
|
|
16
|
15
|
|
καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν.
|
Після закінчення ж десяти днів обличчя їх виявилися красивішими, і тілом вони були повніші за усіх тих отроків, які харчувалися царськими стравами.
|
|
17
|
16
|
|
καὶ εἶπε τοῖς κορασίοις· ἐνέγκατε δή μοι ἔλαιον καὶ σμήγματα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
|
Тоді Амелсар брав їхню страву і вино для пиття і давав їм овочі.
|
|
18
|
17
|
|
καὶ ἐποίησαν καθὼς εἶπε καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι.
|
І дарував Бог чотирьом цим отрокам знання і розуміння всякої книги і мудрости, а Даниїлові ще дарував розуміти і всілякі видіння і сни.
|
|
19
|
18
|
|
καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ
|
Після закінчення тих днів, коли цар наказав представити їх, начальник євнухів представив їх Навуходоносору.
|
|
20
|
19
|
|
καὶ εἶπον· ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ' ἡμῶν·
|
І цар говорив з ними, і з усіх отроків не знайшлося подібних до Даниїла, Ананії, Мисаїла й Азарії, і стали вони служити перед царем.
|
|
21
|
20
|
|
εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ.
|
І в усякій справі мудрого розуміння, про що не запитував їх цар, він знаходив їх у десять разів вище за всіх тайновідців і волхвів, які були в усьому царстві його.
|
|
22
|
21
|
|
καὶ ἀνεστέναξε Σωσάννα καὶ εἶπε· στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν, ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.
|
І був там Даниїл до першого року царя Кира.
|
|
23
|
|
|
αἱρετώτερόν μοί ἐστι μὴ πράξασαν ἐμπεσεῖν εἰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
|
|
|
24
|
|
|
καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Σωσάννα, ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς.
|
|
|
25
|
|
|
καὶ δραμὼν ὁ εἷς ἤνοιξε τὰς θύρας τοῦ παραδείσου.
|
|
|
26
|
|
|
ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.
|
|
|
27
|
|
|
ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρήθη λόγος τοιοῦτος περὶ Σωσάννης.
|
|
|
28
|
|
|
Καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς ᾿Ιωακείμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σωσάννης τοῦ θανατῶσαι αὐτὴν καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ·
|
|
|
29
|
|
|
ἀποστείλατε ἐπὶ Σωσάνναν θυγατέρα Χελκίου, ἥ ἐστι γυνὴ ᾿Ιωακείμ· οἱ δὲ ἀπέστειλαν.
|
|
|
30
|
|
|
καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς·
|
|
|
31
|
|
|
ἡ δὲ Σωσάννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει.
|
|
|
32
|
|
|
οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς·
|
|
|
33
|
|
|
ἔκλαιον δὲ οἱ παρ' αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν.
|
|
|
34
|
|
|
ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς·
|
|
|
35
|
|
|
ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ Κυρίῳ.
|
|
|
36
|
|
|
εἶπον δὲ οἱ πρεσβῦται· περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσε τὰς παιδίσκας·
|
|
|
37
|
|
|
καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ' αὐτῆς.
|
|
|
38
|
|
|
ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ' αὐτούς· καὶ ἰδόντες συγγινομένους αὐτούς,
|
|
|
39
|
|
|
ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,
|
|
|
40
|
|
|
ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος,
|
|
|
41
|
|
|
καὶ οὐκ ἠθέλησεν ἀγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.
|
|
|
42
|
|
|
ἀνεβόησε δὲ φωνῇ μεγάλῃ Σωσάννα καὶ εἶπεν· ὁ Θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,
|
|
|
43
|
|
|
σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ' ἐμοῦ.
|
|
|
44
|
|
|
Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῆς.
|
|
|
45
|
|
|
καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ὁ Θεὸς ἐξήγειρε τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιήλ,
|
|
|
46
|
|
|
καὶ ἐβόησε φωνῇ μεγάλῃ· ἀθῷος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.
|
|
|
47
|
|
|
ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν· τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας;
|
|
|
48
|
|
|
ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν· οὕτως μωροὶ οἱ υἱοὶ ᾿Ισραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα ᾿Ισραήλ;
|
|
|
49
|
|
|
ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς.
|
|
|
50
|
|
|
καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι· δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ Θεὸς τὸ πρεσβεῖον.
|
|
|
51
|
|
|
καὶ εἶπε πρὸς αὐτοὺς Δανιήλ· διαχωρίσατε αὐτοὺς ἀπ' ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς.
|
|
|
52
|
|
|
ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός, ἐκάλεσε τὸν ἕνα αὐτῶν καὶ εἶπε πρὸς αὐτόν· πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον
|
|
|
53
|
|
|
κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ Κυρίου· ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς·
|
|
|
54
|
|
|
νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπόν· ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν· ὑπὸ σχῖνον.
|
|
|
55
|
|
|
εἶπε δὲ Δανιήλ· ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος Θεοῦ λαβὼν φάσιν παρὰ τοῦ Θεοῦ σχίσει σε μέσον.
|
|
|
56
|
|
|
καὶ μεταστήσας αὐτὸν ἐκέλευσε προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ· σπέρμα Χαναὰν καὶ οὐκ ᾿Ιούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία διέστρεψε τὴν καρδίαν σου·
|
|
|
57
|
|
|
οὕτως ἐποιεῖτε θυγατράσιν ᾿Ισραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν, ἀλλ' οὐ θυγάτηρ ᾿Ιούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν.
|
|
|
58
|
|
|
νῦν οὖν λέγε μοι· ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν· ὑπὸ πρῖνον.
|
|
|
59
|
|
|
εἶπε δὲ αὐτῷ Δανιήλ· ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ τὴν ρομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς.
|
|
|
60
|
|
|
καὶ ἀνεβόησε πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ Θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπ' αὐτόν.
|
|
|
61
|
|
|
καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον,
|
|
|
62
|
|
|
ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν αὐτούς· καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
|
|
|
63
|
|
|
Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν Θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ ᾿Ιωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.
|
|
|
64
|
|
|
καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.
|
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.
• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.
• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.
• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.