|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΕΝ ἔτει τρίτῳ τῆς βασιλείας ᾿Ιωακεὶμ βασιλέως ᾿Ιούδα ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς ῾Ιερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν. | In the second year of his reign Nabuchodonosor dreamed a dream, and his spirit was amazed, and his sleep departed from him. |
|
2
|
2
|
| καὶ ἔδωκε Κύριος ἐν χειρὶ αὐτοῦ τὸν ᾿Ιωακεὶμ βασιλέα ᾿Ιούδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ Θεοῦ, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἴκου τοῦ Θεοῦ αὐτοῦ· καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ τοῦ Θεοῦ αὐτοῦ. | And the king gave orders to call the enchanters, and the magicians, and the sorcerers, and the Chaldeans, to declare to the king his dreams. And they came and stood before the king. |
|
3
|
3
|
| καὶ εἶπεν ὁ βασιλεὺς τῷ ᾿Ασφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας ᾿Ισραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμὶν | And the king said to them, I have dreamed, and my spirit was troubled to know the dream. |
|
4
|
4
|
| νεανίσκους. οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γινώσκοντας γνῶσιν καὶ διανοουμένους φρόνησιν καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ ἐνώπιον τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων. | And the Chaldeans spoke to the king in the Syrian language, saying, O king, live for ever: do thou tell the dream to thy servants, and we will declare the interpretation. |
|
5
|
5
|
| καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ' ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ ποτοῦ αὐτοῦ καὶ θρέψαι αὐτοὺς ἔτη τρία καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως. | The king answered the Chaldeans, The thing has departed from me: if ye do not make known to me the dream and the interpretation, ye shall be destroyed, and your houses shall be spoiled. |
|
6
|
6
|
| καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν υἱῶν ᾿Ιούδα Δανιὴλ καὶ ᾿Ανανίας καὶ ᾿Αζαρίας καὶ Μισαήλ. | But if ye make known to me the dream, and the interpretation thereof, ye shall receive of me gifts and presents and much honour: only tell me the dream, and the interpretation thereof. |
|
7
|
7
|
| καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα τῷ Δανιὴλ Βαλτάσαρ καὶ τῷ ᾿Ανανίᾳ Σεδρὰχ καὶ τῷ Μισαὴλ Μισὰχ καὶ τῷ ᾿Αζαρίᾳ ᾿Αβδεναγώ. | They answered the second time, and said, Let the king tell the dream to his servants, and we will declare the interpretation. |
|
8
|
8
|
| καὶ ἔθετο Δανιὴλ εἰς τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ ποτοῦ αὐτοῦ καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηθῇ. | And the king answered and said, I verily know that ye are trying to gain time, because ye see that the thing has gone from me. |
|
9
|
9
|
| καὶ ἔδωκεν ὁ Θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ εἰς οἰκτιρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου. | If then ye do not tell me the dream, I know that ye have concerted to utter before me a false and corrupt tale, until the time shall have past: tell me my dream, and I shall know that ye will also declare to me the interpretation thereof. |
|
10
|
10
|
| καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιήλ· φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδῃ τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνήλικα ὑμῶν καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ. | The Chaldeans answered before the king, and said, There is no man upon the earth, who shall be able to make known the king's matter: forasmuch as no great king or ruler asks such a question of an enchanter, magician, or Chaldean. |
|
11
|
11
|
| καὶ εἶπε Δανιὴλ πρὸς ᾿Αμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ Δανιήλ, ᾿Ανανίαν, Μισαήλ, ᾿Αζαρίαν· | For the question which the king asks is difficult, and there is no one else who shall answer it before the king, but the gods, whose dwelling is not with any flesh. |
|
12
|
12
|
| πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων, καὶ φαγώμεθα καὶ ὕδωρ πιώμεθα· | Then the king in rage and anger commanded to destroy all the wise men of Babylon. |
|
13
|
13
|
| καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ ἰδέαι ἡμῶν καὶ αἱ ἰδέαι τῶν παιδαρίων τῶν ἐσθιόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἐὰν ἴδῃς, ποίησον μετὰ τῶν παίδων σου. | So the decree went forth, and they began to slay the wise men; and they sought Daniel and his fellows to slay them. |
|
14
|
14
|
| καὶ εἰσήκουσεν αὐτῶν καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. | Then Daniel answered with counsel and prudence to Arioch the captain of the royal guard, who was gone forth to kill the wise men of Babylon; saying, |
|
15
|
15
|
| καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ ἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυραὶ ταῖς σαρξὶν ὑπὲρ τὰ παιδάρια τὰ ἐσθίοντα τὴν τράπεζαν τοῦ βασιλέως. | Chief magistrate of the king, wherefore has the peremptory command proceeded from the king? So Arioch made known the matter to Daniel. |
|
16
|
16
|
| καὶ ἐγένετο ᾿Αμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν καὶ ἐδίδου αὐτοῖς σπέρματα. | And Daniel intreated the king to give him time, and that he might thus declare to the king the interpretation of it. |
|
17
|
17
|
| καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ὁ Θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις. | So Daniel went into his house, and made known the matter to Ananias, and Misael, and Azarias, his friends. |
|
18
|
18
|
| καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν, ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονόσορ. | And they sought mercies from the God of heaven concerning this mystery; that Daniel and his friends might not perish with the rest of the wise men of Babylon. |
|
19
|
19
|
| καὶ ἐλάλησε μετ' αὐτῶν ὁ βασιλεύς, καὶ οὐχ εὑρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ καὶ ᾿Ανανίᾳ καὶ Μισαὴλ καὶ ᾿Αζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως. | Then the mystery was revealed to Daniel in a vision of the night: and Daniel blessed the God of heaven, and said, |
|
20
|
20
|
| καὶ ἐν παντὶ ρήματι σοφίας καὶ ἐπιστήμης, ὧν ἐζήτησε παρ' αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. | May the name of God be blessed from everlasting and to everlasting: for wisdom and understanding are his. |
|
21
|
21
|
| καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ βασιλέως. | And he changes times and seasons: he appoints kings, and removes them, giving wisdom to the wise, and prudence to them that have understanding: |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.