|
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
|
Послання до Ефесян святого апостола Павла
|
|
Κεφάλαιο 1
|
Глава 1
|
|
1
|
1
|
| Παῦλος, ἀπόστολος Ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν χριστῷ Ἰησοῦ· | (Зач. 216) Па́вел, посла́нник Ісу́с Христо́в во́лею Божиєю, святи́м су́щим во Єфе́сі і ві́рним о Христі́ Ісу́сі; |
|
2
|
2
|
| χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. | благода́ть вам і мир от Бо́га Отця́ на́шего і Го́спода Ісу́са Христа́. |
|
3
|
3
|
| Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ· | Благослове́н Бог і Оте́ць Го́спода на́шего Ісу́са Христа́, благослови́вий нас вся́цім благослове́нієм духо́вним в небе́сних о Христі́, |
|
4
|
4
|
| καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, | я́коже ізбра́ нас в Нем пре́жде сложе́нія ми́ра, би́ти нам святи́м і непоро́чним пред Ним в любві́, |
|
5
|
5
|
| προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, | пре́жде наре́к нас во усиновле́ніє Ісу́с Христо́м в Него́, по благоволе́нію хоті́нія Своєго́, |
|
6
|
6
|
| εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ· | в похвалу́ сла́ви благода́ті Своєя́, є́юже облагодати́ нас о Возлю́бленнім; |
|
7
|
7
|
| ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, | (Зач. 217) о Не́мже і́мами ізбавле́ніє Кро́вію Єго́, і оставле́ніє прегріше́нії, по бога́тству благода́ті Єго́, |
|
8
|
8
|
| ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, | ю́же преумно́жил єсть в нас во вся́цій прему́дрості і ра́зумі, |
|
9
|
9
|
| γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ | сказа́в нам та́йну во́лі Своєя́ по благоволе́нію Своєму́, є́же пре́жде положи́ в Нем, |
|
10
|
10
|
| εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· | в смотре́ніє ісполне́нія време́н, возглави́ти вся́чеськая о Христі́, я́же на небесі́х і я́же на землі́ в Нем; |
|
11
|
11
|
| ἐν αὐτῷ, ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, | в Не́мже і наслі́дници сотвори́хомся, пре́жде нарече́ни би́вше по прозрі́нію Бо́жию вся ді́йствующаго по сові́ту во́лі Своєя́, |
|
12
|
12
|
| εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ χριστῷ· | я́ко би́ти нам в похвале́ніє сла́ви Єго́, пре́жде упова́вшим во Христа́; |
|
13
|
13
|
| ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, | в Не́мже і ви, сли́шавше сло́во і́стини, благовіствова́ніє спаcе́нія на́шего, в Не́мже і ві́ровавше зна́менастеся Ду́хом обітова́нія Святи́м, |
|
14
|
14
|
| ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. | І́же єсть обруче́ніє наслі́дія на́шего, во ізбавле́ніє снабді́нія, в похвалу́ сла́ви Єго́. |
|
15
|
15
|
| Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ’ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, | Сего́ ра́ди і аз сли́шав ва́шу ві́ру о Христі́ Ісу́сі і любо́в, я́же ко всім святи́м, |
|
16
|
16
|
| οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου· | (Зач. 218) не престаю́ благодаря́ о вас, помина́ніє о вас творя́ в моли́твах мої́х, |
|
17
|
17
|
| ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ· | да Бог Го́спода на́шего Ісу́са Христа́, Оте́ць сла́ви, дасть вам Ду́ха прему́дрости і открове́нія, в позна́ніє Єго́, |
|
18
|
18
|
| πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, | просвіще́нна очеса́ се́рдця ва́шего, я́ко уві́діти вам, ко́є єсть упова́ніє зва́нія Єго́, і ко́є бога́тство сла́ви достоя́нія Єго́ во святи́х, |
|
19
|
19
|
| καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ | і ко́є преспі́ющеє вели́чество си́ли Єго́ в нас, ві́рующих по ді́йству держа́ви крі́пости Єго́, |
|
20
|
20
|
| ἣν ἐνήργησεν ἐν τῷ χριστῷ, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, | ю́же соді́я о Христі́, воскреси́в Єго́ от ме́ртвих і посади́в одесну́ю Себе́ на небе́сних, |
|
21
|
21
|
| ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· | преви́ше вся́каго нача́льства і вла́сти і си́ли і госпо́дства, і вся́каго і́мене імену́ємаго не то́чію в ві́ці сем, но і во гряду́щем; |
|
22
|
22
|
| καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, | (Зач. 219) і вся покори́ под но́зі Єго́, і Того́ даде́ главу́ ви́ше всіх Це́ркві, |
|
23
|
23
|
| ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου. | я́же єсть Ті́ло Єго́, ісполне́ніє ісполня́ющаго вся́чеськая во всіх. |
|
Κεφάλαιο 2
|
|
|
1
|
|
| Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις, | |
|
2
|
|
| ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· | |
|
3
|
|
| ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· | |
|
4
|
|
| ὁ δὲ θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, | |
|
5
|
|
| καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζῳοποίησεν τῷ χριστῷ- χάριτί ἐστε σεσῳσμένοι- | |
|
6
|
|
| καὶ συνήγειρεν, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ Ἰησοῦ· | |
|
7
|
|
| ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν χριστῷ Ἰησοῦ· | |
|
8
|
|
| τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· θεοῦ τὸ δῶρον· | |
|
9
|
|
| οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. | |
|
10
|
|
| Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. | |
|
11
|
|
| Διὸ μνημονεύετε ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, | |
|
12
|
|
| ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. | |
|
13
|
|
| Νυνὶ δὲ ἐν χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ χριστοῦ. | |
|
14
|
|
| Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, | |
|
15
|
|
| τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, | |
|
16
|
|
| καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· | |
|
17
|
|
| καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· | |
|
18
|
|
| ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. | |
|
19
|
|
| Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, | |
|
20
|
|
| ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ χριστοῦ, | |
|
21
|
|
| ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ, | |
|
22
|
|
| ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. | |
|
Κεφάλαιο 3
|
|
|
1
|
|
| Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, | |
|
2
|
|
| εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, | |
|
3
|
|
| ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέν μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, | |
|
4
|
|
| πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ· | |
|
5
|
|
| ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· | |
|
6
|
|
| εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ χριστῷ, διὰ τοῦ εὐαγγελίου, | |
|
7
|
|
| οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. | |
|
8
|
|
| Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ χριστοῦ, | |
|
9
|
|
| καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ χριστοῦ, | |
|
10
|
|
| ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, | |
|
11
|
|
| κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· | |
|
12
|
|
| ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. | |
|
13
|
|
| Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. | |
|
14
|
|
| Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, | |
|
15
|
|
| ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, | |
|
16
|
|
| ἵνα δῴη ὑμῖν, κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, | |
|
17
|
|
| κατοικῆσαι τὸν χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· | |
|
18
|
|
| ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, | |
|
19
|
|
| γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. | |
|
20
|
|
| Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, | |
|
21
|
|
| αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν. | |
|
Κεφάλαιο 4
|
Глава 4
|
|
1
|
1
|
| Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, ὁ δέσμιος ἐν κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, | (Зач. 224) Молю́ у́бо вас аз, ю́зник о Го́споді, досто́йно ходи́ти зва́нія, в не́же зва́ні би́сте, |
|
2
|
2
|
| μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, | со вся́ким смиреному́дрієм і кро́тостію, с долготерпі́нієм, терп'я́ще друг дру́гу любо́вію, |
|
3
|
3
|
| σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. | тща́щеся блюсти́ єдине́ніє ду́ха в сою́зі ми́ра. |
|
4
|
4
|
| Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· | Єди́но ті́ло, єди́н дух, я́коже і зва́ні би́сте во єди́нім упова́нії зва́нія ва́шего; |
|
5
|
5
|
| εἷς κύριος, μία πίστις, ἓν βάπτισμα, | єди́н Госпо́дь, єди́на ві́ра, єди́но креще́ніє, |
|
6
|
6
|
| εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. | єди́н Бог і Оте́ць всіх, І́же над всі́ми і чрез всіх і во всіх нас. |
|
7
|
7
|
| Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ χριστοῦ. | (Зач.) Єди́ному же кому́ждо нас даде́ся благода́ть по мі́рі дарова́нія Христо́ва. |
|
8
|
8
|
| Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. | Ті́мже глаго́леть: возше́д на висоту́, пліни́л єси́ плін і даде́ дая́нія челові́ком. |
|
9
|
9
|
| Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; | А є́же, взи́де, что єсть, то́чію я́ко і сни́де пре́жде в до́лнійшия страни́ землі́? |
|
10
|
10
|
| Ὁ καταβάς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. | Сше́дий, Той єсть і возше́дий преви́ше всіх небе́с, да іспо́лнить вся́чеськая. |
|
11
|
11
|
| Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, | І Той дал єсть о́ви у́бо апо́столи, о́ви же проро́ки, о́ви же благові́стники, о́ви же па́стирі і учи́телі, |
|
12
|
12
|
| πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ χριστοῦ· | к соверше́нію святи́х, в ді́ло служе́нія, в созида́ніє Ті́ла Христо́ва, |
|
13
|
13
|
| μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ χριστοῦ· | до́ндеже дости́гнем всі в соєдине́ніє ві́ри і позна́нія Си́на Бо́жия, в му́жа соверше́нна, в мі́ру во́зраста ісполне́нія Христо́ва; |
|
14
|
14
|
| ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης· | (Зач. 225) да не бива́єм ктому́ младе́нці, вла́ющеся і скита́ющеся вся́ким ві́тром уче́нія, во лжі челові́честій, в кова́рстві ко́зней льще́нія; |
|
15
|
15
|
| ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ χριστός, | і́стинствующе же в любві́, да возрасти́м в Него́ вся́чеськая, І́же єсть глава́ Христо́с, |
|
16
|
16
|
| ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. | із Него́же все ті́ло, составля́ємо і счиніва́ємо прили́чні вся́цім осяза́нієм подая́нія, по ді́йству в мі́рі єди́ния коєя́ждо ча́сти, возраще́ніє ті́ла твори́ть в созда́ніє самаго́ себе́ любо́вію. |
|
17
|
17
|
| Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, | (Зач. 226) Сіє́ у́бо глаго́лю і послу́шествую о Го́споді, ктому́ не ходи́ти вам, я́коже і про́чії язи́ци хо́дять в суєті́ ума́ їх, |
|
18
|
18
|
| ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν· | помраче́ні сми́слом, су́ще отчужде́ні от жи́зні Бо́жия, за неві́жество су́щеє в них, за окамене́ніє серде́ць їх; |
|
19
|
19
|
| οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. | і́же в неча́яніє вло́жшеся, преда́ша себе́ студодія́нію, в ді́ланіє вся́кия нечистоти́ в лихоіма́нії. |
|
20
|
20
|
| Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν χριστόν, | Ви же не та́ко позна́сте Христа́; |
|
21
|
21
|
| εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ· | а́ще у́бо [поне́же] сли́шасте Єго́ і о Нем научи́стеся, я́коже єсть і́стина о Ісу́сі; |
|
22
|
22
|
| ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· | отложи́ти вам, по пе́рвому житію́, ве́тхаго челові́ка, тлі́ющаго в по́хотех преле́стних, |
|
23
|
23
|
| ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, | обновля́тися же ду́хом ума́ ва́шего, |
|
24
|
24
|
| καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. | і облещи́ся в но́ваго челові́ка, со́зданнаго по Бо́гу в пра́вді і в преподо́бії і́стини. |
|
25
|
25
|
| Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὅτι ἐσμὲν ἀλλήλων μέλη. | (Зач. 226) Ті́мже отло́жше лжу, глаго́літе і́стину ки́йждо ко і́скреннему своєму́, зане́ єсьми́ друг дру́гу у́дове. |
|
26
|
26
|
| Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· | Гні́вайтеся і не согріша́йте; со́лнце да не за́йдеть в гні́ві ва́шем; |
|
27
|
27
|
| μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. | ніже́ даді́те мі́ста дия́волу. |
|
28
|
28
|
| Ὁ κλέπτων μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. | Кради́й ктому́ да не кра́деть, но па́че да тружда́ється, ді́лая свої́ма рука́ма благо́є, да і́мать пода́яти тре́бующему. |
|
29
|
29
|
| Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. | Вся́ко сло́во гни́ло да не ісхо́дить із уст ва́ших, но то́чію є́же єсть бла́го к созда́нію ві́ри, да дасть благода́ть сли́шащим. |
|
30
|
30
|
| Καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. | І не оскорбля́йте Ду́ха Свята́го Бо́жия, І́мже зна́менастеся в день ізбавле́нія. |
|
31
|
31
|
| Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ· | Вся́ка го́ресть, і гнів, і я́рость, і кличь, і хула́ да во́зметься от вас, со вся́кою зло́бою; |
|
32
|
32
|
| γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ θεὸς ἐν χριστῷ ἐχαρίσατο ἡμῖν. | бива́йте же друг ко дру́гу бла́зі, милосе́рді, проща́юще друг дру́гу, я́коже і Бог во Христі́ прости́л єсть вам. |
|
Κεφάλαιο 5
|
|
|
1
|
|
| Γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά· | |
|
2
|
|
| καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας. | |
|
3
|
|
| Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις· | |
|
4
|
|
| καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα· ἀλλὰ μᾶλλον εὐχαριστία. | |
|
5
|
|
| Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ χριστοῦ καὶ θεοῦ. | |
|
6
|
|
| Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. | |
|
7
|
|
| Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· | |
|
8
|
|
| ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε- | |
|
9
|
|
| ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ- | |
|
10
|
|
| δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ· | |
|
11
|
|
| καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· | |
|
12
|
|
| τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν. | |
|
13
|
|
| Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν. | |
|
14
|
|
| Διὸ λέγει, Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ χριστός. | |
|
15
|
|
| Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί, | |
|
16
|
|
| ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. | |
|
17
|
|
| Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ κυρίου. | |
|
18
|
|
| Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστὶν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, | |
|
19
|
|
| λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, | |
|
20
|
|
| εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ τῷ θεῷ καὶ πατρί, | |
|
21
|
|
| ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ χριστοῦ. | |
|
22
|
|
| Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ κυρίῳ. | |
|
23
|
|
| Ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικός, ὡς καὶ ὁ χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, καὶ αὐτός ἐστιν σωτὴρ τοῦ σώματος. | |
|
24
|
|
| Ἀλλ’ ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. | |
|
25
|
|
| Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς· | |
|
26
|
|
| ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, | |
|
27
|
|
| ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. | |
|
28
|
|
| Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ· | |
|
29
|
|
| οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ κύριος τὴν ἐκκλησίαν· | |
|
30
|
|
| ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. | |
|
31
|
|
| Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. | |
|
32
|
|
| Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. | |
|
33
|
|
| Πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. | |
|
Κεφάλαιο 6
|
Глава 6
|
|
1
|
1
|
| Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστιν δίκαιον. | Ча́да, послу́шайте сво́їх роди́телей о Го́споді, сіє́ бо єсть пра́ведно. |
|
2
|
2
|
| Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, | Чти отця́ твоєго́ і ма́тер — я́же єсть за́повідь пе́рвая во обітова́нії: |
|
3
|
3
|
| ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. | да бла́го ті бу́деть, і бу́деши долголі́тен на землі́. |
|
4
|
4
|
| Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ’ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. | І отці́, не раздража́йте чад свої́х, но воспитова́йте їх в наказа́нії і уче́нії Госпо́дні. |
|
5
|
5
|
| Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα, μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ χριστῷ· | Раби́, послу́шайте госпо́дій (свої́х) по пло́ті со стра́хом і тре́петом, в простоті́ се́рдця ва́шего, я́коже (і) Христа́, |
|
6
|
6
|
| μὴ κατ’ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ὡς δοῦλοι τοῦ χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ ἐκ ψυχῆς, | не пред очи́ма то́чію рабо́тающе, я́ко человікоуго́дници, но я́коже раби́ Христо́ви, творя́ще во́лю Бо́жию от душі́, |
|
7
|
7
|
| μετ’ εὐνοίας δουλεύοντες ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις· | со благоразу́мієм служа́ще, я́коже Го́споду, а не (я́ко) челові́ком, |
|
8
|
8
|
| εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ τοῦ κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. | ві́дяще, я́ко ки́йждо, є́же а́ще сотвори́ть благо́є, сіє́ при́йметь от Го́спода, а́ще раб, а́ще свобо́дь. |
|
9
|
9
|
| Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν· εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστιν παρ’ αὐτῷ. | І госпо́діє, та́яжде творі́те к ним, послабля́юще (їм) преще́нія, ві́дуще, я́ко і вам самі́м і тім Госпо́дь єсть на небесі́х, і обинове́нія лиця́ ність у Него́. |
|
10
|
10
|
| Τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. | (Зач. 233) Про́чеє же, бра́тіє моя́, возмога́йте во Го́споді і в держа́ві крі́пости Єго́: |
|
11
|
11
|
| Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. | облеці́теся во вся ору́жія Бо́жия, я́ко возмощи́ вам ста́ти проти́ву ко́знем дия́вольським, |
|
12
|
12
|
| Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. | я́ко ність на́ша брань к [проти́ву] кро́ві і пло́ті, но к нача́лом, і ко власте́м (і) к миродержи́телем тьми ві́ка сего́, к духово́м зло́би поднебе́сним. |
|
13
|
13
|
| Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. | Сего́ ра́ди приймі́те вся ору́жія Бо́жия, да возмо́жете проти́витися в день лют і, вся соді́явше, ста́ти. |
|
14
|
14
|
| Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, | Ста́ните у́бо препоя́сани чресла́ ва́ша і́стиною, і обо́лкшеся в броня́ пра́вди, |
|
15
|
15
|
| καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· | і обу́вше но́зі во угото́ваніє благовіствова́нія ми́ра; |
|
16
|
16
|
| ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. | над всі́ми же воспри́їмше щит ві́ри, в не́мже возмо́жете вся стрі́ли лука́ваго разжже́нния угаси́ти; |
|
17
|
17
|
| Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ· | і шлем спаcе́нія восприймі́те, і меч духо́вний, і́же єсть Глаго́л Бо́жий. |
|
18
|
18
|
| διὰ πάσης προσευχῆς καὶ δεήσεως προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, | (Зач. 234) Вся́кою моли́твою і моле́нієм моля́щеся на вся́ко вре́м'я ду́хом, і в сіє́ і́стоє бдя́ще во вся́ком терпі́нії і моли́тві о всіх святи́х |
|
19
|
19
|
| καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, | і о мні, да да́сться мі сло́во во отверзе́ніє уст мої́х, с дерзнове́нієм сказа́ти та́йну благовіствова́нія, |
|
20
|
20
|
| ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι. | о не́мже посо́лствую во у́зах, да в нем дерза́ю, я́коже подоба́єть мі глаго́лати. |
|
21
|
21
|
| Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ’ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ· | Да уві́сте же і ви, я́же о мні, что ді́лаю, вся ска́жеть вам Тихик, возлю́бленний брат і ві́рен служи́тель о Го́споді, |
|
22
|
22
|
| ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. | єго́же посла́х к вам на сіє́ і́стоє, да уві́сте, я́же о нас, і да уті́шить сердця́ ва́ша. |
|
23
|
23
|
| Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ χριστοῦ. | Мир бра́тії і любо́в с ві́рою от Бо́га Отця́ і Го́спода Ісу́са Христа́. |
|
24
|
24
|
| Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰησοῦν χριστὸν ἐν ἀφθαρσίᾳ. Ἀμήν. | Благода́ть со всі́ми лю́б'ящими Го́спода на́шего Ісу́са Христа́ в неістлі́нії. Амі́нь. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.