Κεφάλαιο 35
1
ΕΙΠΕ δὲ ὁ Θεὸς πρὸς ᾿Ιακώβ· ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου ῾Ησαῦ τοῦ ἀδελφοῦ σου.
2
εἶπε δὲ ᾿Ιακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ᾿ αὐτοῦ· ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ᾿ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσθητε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν,
3
καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾿ ἐμοῦ καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην.
4
καὶ ἔδωκαν τῷ ᾿Ιακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ ᾿Ιακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.
5
καὶ ἐξῇρεν ᾿Ισραὴλ ἐκ Σικίμων, καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ᾿Ισραήλ.
6
ἦλθε δὲ ᾿Ιακὼβ εἰς Λουζά, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὃς ἦν μετ᾿ αὐτοῦ.
7
καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.
8
ἀπέθανε δὲ Δεβῶρα ἡ τροφὸς Ρεβέκκας καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους.
9
῎Ωφθη δὲ ὁ Θεὸς τῷ ᾿Ιακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός.
10
καὶ εἶπεν αὐτῷ ὁ Θεός· τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι ᾿Ιακώβ, ἀλλ᾿ ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ισραήλ.
11
εἶπε δὲ αὐτῷ ὁ Θεός· ἐγὼ ὁ Θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.
12
καὶ τὴν γῆν, ἣν ἔδωκα ῾Αβραὰμ καὶ ᾿Ισαάκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.
13
ἀνέβη δὲ ὁ Θεὸς ἀπ᾿ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ᾿ αὐτοῦ.
14
καὶ ἔστησεν ᾿Ιακὼβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ὁ Θεός, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ᾿ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ᾿ αὐτὴν ἔλαιον.
15
καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ἐκεῖ ὁ Θεός, Βαιθήλ.
16
᾿Απάρας δὲ ᾿Ιακὼβ ἐκ Βαιθήλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν ᾿Εφραθᾶ, ἔτεκε Ραχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.
17
ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός.
18
ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκε γάρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βενιαμίν.
19
ἀπέθανε δὲ Ραχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου ᾿Εφραθᾶ (αὕτη ἐστὶ Βηθλεέμ).
20
καὶ ἔστησεν ᾿Ιακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν ἡ στήλη ἐπὶ τοῦ μνημείου Ραχὴλ ἕως τῆς ἡμέρας ταύτης.
21
ἐγένετο δέ ἡνίκα κατῴκησεν ᾿Ισραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ρουβὴν καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ ᾿Ιακώβ· καὶ ἤκουσεν ᾿Ισραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.
22
῏Ησαν δὲ οἱ υἱοὶ ᾿Ιακὼβ δώδεκα.
23
υἱοὶ Λείας· πρωτότοκος ᾿Ιακὼβ Ρουβήν, Συμεών, Λευί, ᾿Ιούδας, ᾿Ισσάχαρ, Ζαβουλών.
24
υἱοὶ δὲ Ραχήλ· ᾿Ιωσὴφ καὶ Βενιαμίν.
25
υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ραχήλ· Δὰν καὶ Νεφθαλείμ.
26
υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας· Γὰδ καὶ ᾿Ασήρ. οὗτοι υἱοὶ ᾿Ιακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.
27
῏Ηλθε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν ῾Αβραὰμ καὶ ᾿Ισαάκ.
28
ἐγένοντο δὲ αἱ ἡμέραι ᾿Ισαάκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα,
29
καὶ ἐκλείπων ᾿Ισαὰκ ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν ῾Ησαῦ καὶ ᾿Ιακὼβ οἱ υἱοὶ αὐτοῦ.