|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. | And after these things Jesus walked in Galilee: for he would not walk in Judea, because the Jews sought to kill him. |
|
2
|
2
|
| Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. | Now the feast of the Jews, the feast of tabernacles, was at hand. |
|
3
|
3
|
| Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσιν τὰ ἔργα σου ἃ ποιεῖς. | His brethren therefore said unto him, Depart hence, and go into Judea, that thy disciples also may behold thy works which thou doest. |
|
4
|
4
|
| Οὐδεὶς γὰρ ἐν κρυπτῷ τι ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. | For no man doeth anything in secret, and himself seeketh to be known openly. If thou doest these things, manifest thyself to the world. |
|
5
|
5
|
| Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. | For even his brethren did not believe on him. |
|
6
|
6
|
| Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. | Jesus therefore saith unto them, My time is not yet come; but your time is always ready. |
|
7
|
7
|
| Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. | The world cannot hate you; but me it hateth, because I testify of it, that its works are evil. |
|
8
|
8
|
| Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ταύτην· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. | Go ye up unto this feast: I go not up yet unto this feast; because my time is not yet fulfilled. |
|
9
|
9
|
| Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. | And having said these things unto them, he abode still in Galilee. |
|
10
|
10
|
| Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν, οὐ φανερῶς, ἀλλ’ ὡς ἐν κρυπτῷ. | But when his brethren were gone up, then went he also up unto the feast, not publicly, but as it were in secret. |
|
11
|
11
|
| Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; | The Jews therefore sought him at the feast, and said, Where is he? |
|
12
|
12
|
| Καὶ γογγυσμὸς πολὺς περὶ αὐτοῦ ἦν ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. | And there was much murmuring among the multitudes concerning him: some said, He is a good man: others said, Not so, but he leadeth the multitude astray. |
|
13
|
13
|
| Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. | Yet no man spake openly of him for fear of the Jews. |
|
14
|
14
|
| Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκεν. | But when it was now the midst of the feast Jesus went up into the temple, and taught. |
|
15
|
15
|
| Καὶ ἐθαύμαζον οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς; | And the Jews marveled, saying, How knoweth this man letters, having never learned? |
|
16
|
16
|
| Ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. | Jesus therefore answered them, and said, My teaching is not mine, but his that sent me. |
|
17
|
17
|
| Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ. | If any man willeth to do his will, he shall know of the teaching, whether it is of God, or whether I speak from myself. |
|
18
|
18
|
| Ὁ ἀφ’ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. | He that speaketh from himself seeketh his own glory: but he that seeketh the glory of him that sent him, the same is true, and no unrighteousness is in him. |
|
19
|
19
|
| Οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; | Hath not Moses given you the law, and yet none of you doeth the law? Why seek ye to kill me? |
|
20
|
20
|
| Ἀπεκρίθη ὁ ὄχλος καὶ εἶπεν, Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; | The multitude answered and said, Thou hast a demon: who seeketh to kill thee? |
|
21
|
21
|
| Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. | Jesus answered and said unto them, I did one work, and ye all marvel. |
|
22
|
22
|
| Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν- οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ’ ἐκ τῶν πατέρων- καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. | For this cause Moses hath given you circumcision (not that it is of Moses, but of the fathers); and on the sabbath ye circumcise a man. |
|
23
|
23
|
| Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; | If a man receiveth circumcision on the sabbath, that the law of Moses may not be broken; are ye wroth with me, because I made a man every whit whole on the sabbath? |
|
24
|
24
|
| Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. | Judge not according to appearance, but judge righteous judgment. |
|
25
|
25
|
| Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; | Some therefore of them of Jerusalem said, Is not this he whom they seek to kill? |
|
26
|
26
|
| Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ χριστός; | And lo, he speaketh openly, and they say nothing unto him. Can it be that the rulers indeed know that this is indeed the Christ? |
|
27
|
27
|
| Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. | Howbeit we know this man whence he is: but when the Christ cometh, no one knoweth whence he is. |
|
28
|
28
|
| Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. | Jesus therefore cried in the temple, teaching and saying, Ye both know me, and know whence I am; and I am not come of myself, but he that sent me is true, whom ye know not. |
|
29
|
29
|
| Ἐγὼ οἶδα αὐτόν, ὅτι παρ’ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. | I know him; because I am from him, and he sent me. |
|
30
|
30
|
| Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. | They sought therefore to take him: and no man laid his hand on him, because his hour was not yet come. |
|
31
|
31
|
| Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ὅτι Ὁ χριστὸς ὅταν ἔλθῃ, μήτι πλείονα σημεῖα τούτων ποιήσει ὧν οὗτος ἐποίησεν; | But many of the multitude believed on him; and they said, When the Christ shall come, will he do more signs than these which this man hath done? |
|
32
|
32
|
| Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἵνα πιάσωσιν αὐτόν. | The Pharisees heard the multitude murmuring these things concerning him; and the Pharisees and the chief priests sent officers to take him. |
|
33
|
33
|
| Εἶπεν οὖν ὁ Ἰησοῦς, Ἔτι μικρὸν χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. | Jesus therefore said, Yet a little while am I with you, and I go unto him that sent me. |
|
34
|
34
|
| Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. | Ye shall seek me, and shall not find me: and where I am, ye cannot come. |
|
35
|
35
|
| Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; | The Jews therefore said among themselves, Whither will this man go that we shall not find him? will he go unto the Dispersion among the Greeks, and teach the Greeks? |
|
36
|
36
|
| Τίς ἐστιν οὗτος ὁ λόγος ὃν εἶπεν, Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε· καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; | What is this word that he said, Ye shall seek me, and shall not find me; and where I am, ye cannot come? |
|
37
|
37
|
| Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. | Now on the last day, the great day of the feast, Jesus stood and cried, saying, If any man thirst, let him come unto me and drink. |
|
38
|
38
|
| Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. | He that believeth on me, as the scripture hath said, from within him shall flow rivers of living water. |
|
39
|
39
|
| Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. | But this spake he of the Spirit, whom they that believe on him were to receive: for the Holy Spirit was not yet given; because Jesus was not yet glorified. |
|
40
|
40
|
| Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον, Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. | Many of the multitude therefore, when they heard this word, said, This is of a truth the prophet. |
|
41
|
41
|
| Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ χριστός. Ἄλλοι ἔλεγον, Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; | Others said, This is the Christ. Others said, What, doth the Christ come out of Galilee? |
|
42
|
42
|
| Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, ὁ χριστὸς ἔρχεται; | Hath not the scripture said that the Christ cometh of the seed of David, and from Bethlehem, the village where David was? |
|
43
|
43
|
| Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν. | So there arose a division in the multitude because of him. |
|
44
|
44
|
| Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. | And some of them would have taken him; but no man laid hands on him. |
|
45
|
45
|
| Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; | The officers therefore came to the chief priests and Pharisees; and they said unto them, Why did ye not bring him? |
|
46
|
46
|
| Ἀπεκρίθησαν οἱ ὑπηρέται, Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. | The officers answered, Never did man so speak, as this man speaketh. |
|
47
|
47
|
| Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; | The Pharisees therefore answered them, Are ye also led astray? |
|
48
|
48
|
| Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; | Hath any of the rulers believed on him, or of the Pharisees? |
|
49
|
49
|
| Ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσιν. | But this multitude that knoweth not the law are accursed. |
|
50
|
50
|
| Λέγει Νικόδημος πρὸς αὐτούς- ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν- | Nicodemus saith unto them (he that came to him by night, being one of them), |
|
51
|
51
|
| Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; | Doth our law judge a man, except it first hear from him and know what he doeth? |
|
52
|
52
|
| Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. | They answered and said unto him, Art thou also of Galilee? Search, and see that out of Galilee no prophet hath arisen. |
|
53
|
53
|
| Καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ· | And every man went unto his own house: |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.