|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΚΑΙ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός, | And when they that were in the tents heard, they were astonished at the thing that was done. |
|
2
|
2
|
| καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς φόβος καὶ τρόμος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ᾿ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς· | And fear and trembling fell upon them, so that there was no man that durst abide in the sight of his neighbour, but rushing out all together, they fled into every way of the plain, and of the hill country. |
|
3
|
3
|
| καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλούα καὶ ἐτράπησαν εἰς φυγήν. καὶ τότε οἱ υἱοὶ ᾿Ισραήλ, πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν, ἐξεχύθησαν ἐπ᾿ αὐτούς. | They also that had camped in the mountains round about Bethulia fled away. Then the children of Israel, every one that was a warrior among them, rushed out upon them. |
|
4
|
4
|
| καὶ ἀπέστειλεν ᾿Οζίας εἰς Βαιτομασθαὶμ καὶ Βηβαΐ καὶ Κωλὰ καὶ εἰς πᾶν ὅριον ᾿Ισραὴλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσι τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν. | Then sent Ozias to Betomasthem, and to Chobai, and Chola, and to all the coasts of Israel, such as should tell the things that were done, and that all should rush forth upon their enemies to destroy them. |
|
5
|
5
|
| ὡς δὲ ἤκουσαν οἱ υἱοὶ ᾿Ισραήλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ᾿ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά, ὡσαύτως δὲ καὶ οἱ ἐξ ῾Ιερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς. | Now when the children of Israel heard it, they all fell upon them with one consent, and slew them unto Chobai: likewise also they that came from Jerusalem, and from all the hill country, (for men had told them what things were done in the camp of their enemies,) and they that were in Galaad, and in Galilee, chased them with a great slaughter, until they were past Damascus and the borders thereof. |
|
6
|
6
|
| οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλούα ἐπέπεσαν τῇ παρεμβολῇ ᾿Ασσοὺρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα. | And the residue that dwelt at Bethulia, fell upon the camp of Assur, and spoiled them, and were greatly enriched. |
|
7
|
7
|
| οἱ δὲ υἱοὶ ᾿Ισραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ αἱ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα. | And the children of Israel that returned from the slaughter had that which remained; and the villages and the cities, that were in the mountains and in the plain, gat many spoils: for the multitude was very great. |
|
8
|
8
|
| καὶ ᾿Ιωακὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν ᾿Ισραὴλ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά, ἃ ἐποίησε Κύριος τῷ ᾿Ισραήλ, καὶ τοῦ ἰδεῖν τὴν ᾿Ιουδὶθ καὶ λαλῆσαι μετ᾿ αὐτῆς εἰρήνην. | Then Joacim the high priest, and the ancients of the children of Israel that dwelt in Jerusalem, came to behold the good things that God had shewed to Israel, and to see Judith, and to salute her. |
|
9
|
9
|
| ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν· σὺ ὕψωμα ᾿Ισραήλ, σὺ γαυρίαμα μέγα τοῦ ᾿Ισραήλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν· | And when they came unto her, they blessed her with one accord, and said unto her, Thou art the exaltation of Israel, thou art the great glory of Israel, thou art the great rejoicing of our nation: |
|
10
|
10
|
| ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ ᾿Ισραήλ, καὶ εὐδόκησεν ἐπ᾿ αὐτοῖς ὁ Θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι Κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. καὶ εἶπε ὁ λαός· γένοιτο | thou hast done all these things by thine hand: thou hast done much good to Israel, and God is pleased therewith: blessed be thou of the Almighty Lord for evermore. And all the people said, So be it. |
|
11
|
11
|
| καὶ ἐλαφύρευσε πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ᾿ ἡμέρας τριάκοντα· καὶ ἔδωκαν τῇ ᾿Ιουδὶθ τὴν σκηνὴν ᾿Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὅλκια καὶ πάντα τὰ σκευάσματα αὐτοῦ. καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξε τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ᾿ αὐτῶν. | And the people spoiled the camp the space of thirty days: and they gave unto Judith Holofernes his tent, and all his plate, and beds, and vessels, and all his stuff: and she took it, and laid it on her mule; and made ready her carts, and laid them thereon. |
|
12
|
12
|
| καὶ συνέδραμε πᾶσα γυνὴ ᾿Ισραὴλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν, καὶ ἔλαβε θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκε ταῖς γυναιξὶ ταῖς μετ᾿ αὐτῆς. | Then all the women of Israel ran together to see her, and blessed her, and made a dance among them for her: and she took branches in her hand, and gave also to the women that were with her. |
|
13
|
13
|
| καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν, αὐτὴ καὶ αἱ μετ᾿ αὐτῆς, καὶ προῆλθε παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν. | And they put a garland of olive upon her and her maid that was with her, and she went before all the people in the dance, leading all the women: and all the men of Israel followed in their armour with garlands, and with songs in their mouths. |
|
14
|
|
| καὶ ἐξῆρχεν ᾿Ιουδὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ ᾿Ισραήλ, καὶ ὑπεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.