|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ χριστοῦ, πᾶσιν τοῖς ἁγίοις ἐν χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις· | Paul and Timothy, servants of Jesus Christ, to all the saints in Christ Jesus that are at Philippi, with the bishops and deacons: |
|
2
|
2
|
| χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. | Grace to you and peace from God our Father and the Lord Jesus Christ. |
|
3
|
3
|
| Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, | I thank my God upon all my remembrance of you, |
|
4
|
4
|
| πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, | always in every supplication of mine on behalf of you all making my supplication with joy, |
|
5
|
5
|
| ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον, ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν· | for your fellowship in furtherance of the gospel from the first day until now; |
|
6
|
6
|
| πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας χριστοῦ Ἰησοῦ· | being confident of this very thing, that he who began a good work in you will perfect it until the day of Christ Jesus: |
|
7
|
7
|
| καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. | even as it is right for me to be thus minded on behalf of you all, because I have you in my heart, inasmuch as, both in my bonds and in the defense and confirmation of the gospel, ye all are partakers with me of grace. |
|
8
|
8
|
| Μάρτυς γάρ μού ἐστιν ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Ἰησοῦ χριστοῦ. | For God is my witness, how I long after you all in the tender mercies of Jesus Christ. |
|
9
|
9
|
| Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, | And this I pray, that your love may abound yet more and more in knowledge and all discernment; |
|
10
|
10
|
| εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν χριστοῦ, | so that ye may approve the things that are excellent; that ye may be sincere and void of offense unto the day of Christ; |
|
11
|
11
|
| πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον θεοῦ. | being filled with the fruits of righteousness, which are through Jesus Christ, unto the glory and praise of God. |
|
12
|
12
|
| Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· | Now I would have you know, brethren, that the things which happened unto me have fallen out rather unto the progress of the gospel; |
|
13
|
13
|
| ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, | so that my bonds became manifest in Christ throughout the whole praetorian guard, and to all the rest; |
|
14
|
14
|
| καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ, πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. | and that most of the brethren in the Lord, being confident through my bonds, are more abundantly bold to speak the word without fear. |
|
15
|
15
|
| Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν χριστὸν κηρύσσουσιν· | Some indeed preach Christ even of envy and strife; and some also of good will: |
|
16
|
16
|
| οἱ μὲν ἐξ ἐριθείας τὸν χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλίψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· | the one proclaim Christ of faction, not sincerely, thinking to add affliction to my bonds; |
|
17
|
17
|
| οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. | but the other do it of love, knowing that I am set for the defense of the gospel. |
|
18
|
18
|
| Τί γάρ; Πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, χριστὸς καταγγέλλεται· καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. | What then? only that in every way, whether in pretense or in truth, Christ is proclaimed; and therein I rejoice, yea, and will rejoice. |
|
19
|
19
|
| Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ χριστοῦ, | For I know that this shall turn out to my salvation, through your supplication and the supply of the Spirit of Jesus Christ, |
|
20
|
20
|
| κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ’ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. | according to my earnest expectation and hope, that in nothing shall I be put to shame, but that with all boldness, as always, so now also Christ shall be magnified in my body, whether by life, or by death. |
|
21
|
21
|
| Ἐμοὶ γὰρ τὸ ζῇν, χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος. | For to me to live is Christ, and to die is gain. |
|
22
|
22
|
| Εἰ δὲ τὸ ζῇν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω. | But if to live in the flesh be my lot, this is the fruit of my work: and what I shall choose I know not. |
|
23
|
23
|
| Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον· | But I am in a strait betwixt the two, having the desire to depart and be with Christ; which is very far better: |
|
24
|
24
|
| τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ ἀναγκαιότερον δι’ ὑμᾶς. | yet to abide in the flesh is more needful for your sake. |
|
25
|
25
|
| Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, | And having this confidence, I know that I shall abide, yea, and abide with you all, for your progress and joy in the faith; |
|
26
|
26
|
| ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν χριστῷ Ἰησοῦ ἐν ἐμοί, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. | that your glorying may abound in Christ Jesus in me through my presence with you again. |
|
27
|
27
|
| Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπών, ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, | Only behave as citizens worthily of the gospel of Christ: that, whether I come and see you or be absent, I may hear of your state, that ye stand fast in one spirit, with one soul striving for the faith of the gospel; |
|
28
|
28
|
| καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ· | and in nothing affrighted by the adversaries: which is for them an evident token of perdition, but for you of salvation, and that from God; |
|
29
|
29
|
| ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· | because to you it hath been granted in behalf of Christ, not only to believe on him, but also to suffer in his behalf: |
|
30
|
30
|
| τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοί, καὶ νῦν ἀκούετε ἐν ἐμοί. | having the same conflict which ye saw in me, and now hear to be in me. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.