|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| Παῦλος δέσμιος χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, | Paul, a prisoner of Christ Jesus, and Timothy our brother, to Philemon our beloved and fellow worker, |
|
2
|
2
|
| καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ· | and to Apphia the beloved, and to Archippus our fellow soldier, and to the church in thy house: |
|
3
|
3
|
| χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ. | Grace to you and peace from God our Father and the Lord Jesus Christ. |
|
4
|
4
|
| Εὐχαριστῶ τῷ θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, | I thank my God always, making mention of thee in my prayers, |
|
5
|
5
|
| ἀκούων σου τὴν ἀγάπην, καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, | hearing of thy love, and of the faith which thou hast toward the Lord Jesus, and toward all the saints; |
|
6
|
6
|
| ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς χριστὸν Ἰησοῦν. | that the fellowship of thy faith may become effectual, in the knowledge of every good thing which is in us, unto Christ Jesus. |
|
7
|
7
|
| Χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. | For we have much thankfulness and comfort in thy love, because the hearts of the saints have been refreshed through thee, brother. |
|
8
|
8
|
| Διὸ πολλὴν ἐν χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, | Wherefore, though I have all boldness in Christ to enjoin thee that which is befitting, |
|
9
|
9
|
| διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ χριστοῦ. | yet for love’s sake I rather beseech, being such a one as Paul the aged, and now a prisoner also of Jesus Christ: |
|
10
|
10
|
| Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον, | I beseech thee for my child, whom I have begotten in my bonds, Onesimus, |
|
11
|
11
|
| τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· | who once was unprofitable to thee, but now is profitable to thee and to me: whom I have sent again: |
|
12
|
12
|
| σὺ δὲ αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ· | and do thou receive him, that is, my very heart: |
|
13
|
13
|
| ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· | whom I would fain have kept with me, that in thy behalf he might minister unto me in the bonds of the gospel: |
|
14
|
14
|
| χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. | but without thy mind I would do nothing; that thy goodness should not be as of necessity, but of free will. |
|
15
|
15
|
| Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· | For perhaps he was therefore parted from thee for a season, that thou shouldest have him forever; |
|
16
|
16
|
| οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. | no longer as a servant, but more than a servant, a brother beloved, especially to me, but how much rather to thee, both in the flesh and in the Lord. |
|
17
|
17
|
| Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. | If then thou countest me a partner, receive him as myself. |
|
18
|
18
|
| Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει· | But if he hath wronged thee at all, or oweth thee aught, put that to mine account; |
|
19
|
19
|
| ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. | I Paul write it with mine own hand, I will repay it: that I say not unto thee that thou owest to me even thine own self besides. |
|
20
|
20
|
| Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν κυρίῳ. | Yea, brother, let me have joy of thee in the Lord: refresh my heart in the Lord. |
|
21
|
21
|
| Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. | Having confidence in thine obedience I write unto thee, knowing that thou wilt do even beyond what I say. |
|
22
|
22
|
| Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. | But withal prepare me also a lodging: for I hope that through your prayers I shall be granted unto you. |
|
23
|
23
|
| Ἀσπάζονταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῷ Ἰησοῦ, | There salute thee Epaphras, my fellow prisoner in Christ Jesus; |
|
24
|
24
|
| Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. | Mark, Aristarchus, Demas, Luke, my fellow workers. |
|
25
|
25
|
| Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν. | The grace of our Lord Jesus Christ be with your spirit. Amen. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.