|
Κεφάλαιο 1
|
Глава 1
|
|
1
|
|
|
ΚΑΙ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς ᾿Ιούδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωάβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτοῦ.
|
|
|
2
|
|
|
καὶ ὄνομα τῷ ἀνδρὶ ᾿Ελιμέλεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νεωμίν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλὼν καὶ Χελαιών, ᾿Εφραθαῖοι ἐκ Βηθλεὲμ τῆς ᾿Ιούδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωὰβ καὶ ἦσαν ἐκεῖ.
|
|
|
3
|
|
|
και ἀπέθανεν ᾿Ελιμέλεχ ὁ ἀνὴρ τῆς Νεωμίν, καὶ κατελείφθη αὕτη καὶ οἱ δύο υἱοὶ αὐτῆς.
|
|
|
4
|
|
|
καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ ᾿Ορφά, καὶ ὄνομα τῇ δευτέρᾳ Ρούθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.
|
|
|
5
|
|
|
καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλὼν καὶ Χελαιών, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.
|
|
|
6
|
|
|
καὶ ἀνέστη αὕτη καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωάβ, ὅτι ἤκουσεν ἐν ἀγρῷ Μωὰβ ὅτι ἐπέσκεπται Κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους,
|
|
|
7
|
|
|
καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ᾿ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν ᾿Ιούδα.
|
|
|
8
|
|
|
καὶ εἶπε Νωεμὶν ταῖς δυσὶ νύμφαις αὐτῆς· πορεύεσθαι δή, ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι Κύριος μετ᾿ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκόταν καὶ μετ᾿ ἐμοῦ·
|
|
|
9
|
|
|
δῴη Κύριος ὑμῖν κα’Ι εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς· καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.
|
|
|
10
|
|
|
καὶ εἶπαν αὐτῇ· μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου.
|
|
|
11
|
|
|
καὶ εἶπε Νωεμίν· ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἱνατί πορεύεσθε μετ᾿ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;
|
|
|
12
|
|
|
ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα, ὅτι ἔστι μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς,
|
|
|
13
|
|
|
μὴ αὐτοὺς προσδέξεσθαι ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου.
|
|
|
14
|
|
|
καὶ ἐπῇραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν ᾿Ορφὰ τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ροὺθ δὲ ἠκολούθησεν αὐτῇ.
|
|
|
15
|
|
|
καὶ εἶπε Νωεμὶν πρὸς Ρούθ· ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφηθι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.
|
|
|
16
|
|
|
εἶπε δὲ Ρούθ· μὴ ἀπάντησαί μοι τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ Θεός σου Θεός μου·
|
|
|
17
|
|
|
καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι, κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι Κύριος καὶ τάδε προσθείῃ, ὅτι θάνατος διαστελεῖ ἀναμέσον ἐμοῦ καὶ σοῦ.
|
|
|
18
|
|
|
ἰδοῦσα δὲ Νωεμὶν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ᾿ αὐτῆς, ἐκόπασε τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.
|
|
|
19
|
|
|
ἐπορεύθησαν δὲ ἀμφότεραι, ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βηθλεέμ. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτάς εἰς Βηθλεέμ, καὶ ἤχησε πᾶσα ἡ πόλις ἐπ᾿ αὐταῖς καὶ εἶπον· εἰ αὕτη ἐστὶ Νωεμίν;
|
|
|
20
|
|
|
καὶ εἶπε πρὸς αὐτάς· μὴ δὴ καλεῖτέ με Νωεμίν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα·
|
|
|
21
|
|
|
ἐγὼ πλήρης ἐπορεύθην, καὶ κενὴν ἀπέστρεψέ με ὁ Κύριος· καὶ ἱνατί καλεῖτέ με Νωεμίν; καὶ Κύριος ἐταπείνωσέ με, καὶ ὁ ἱκανὸς ἐκάκωσέ με.
|
|
|
22
|
|
|
καὶ ἐπέστρεψε Νωεμὶν καὶ Ροὺθ ἡ Μωαβῖτις ἡ νύμφη αὐτῆς ἐπιστρέφουσαι ἐξ ἀγροῦ Μωάβ· αὗται δὲ παρεγενήθησαν εἰς Βηθλεὲμ ἐν ἀρχῇ θερισμοῦ κριθῶν.
|
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • 1 Мак. • 2 Мак. • 3 Мак.
• Іов. • Пс. • Притч. • Еккл. • Пісн. • Прем. • Сир.
• Іс. • Єр. • Плач. • Посл. Єр. • Вар. • Єз. • Дан.
• Ос. • Іоїл. • Ам. • Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал.