|
ΣΟΦΙΑ ΣΕΙΡΑΧ*
|
Sirach*
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΠΑΣΑ σοφία παρὰ Κυρίου καὶ μετ᾿ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα. | My son, if thou come to serve the Lord God, prepare thy soul for temptation. |
|
2
|
2
|
| ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; | Set thy heart aright, and constantly endure, and make not haste in time of trouble. |
|
3
|
3
|
| ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει; | Cleave unto him, and depart not away, that thou mayest be increased at thy last end. |
|
4
|
4
|
| προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος [ | Whatsoever is brought upon thee take cheerfully, and be patient when thou art changed to a low estate. |
|
5
|
5
|
| πηγὴ σοφίας λόγος Θεοῦ ἐν ὑψίστοις, καὶ αἱ πορεῖαι αὐτῆς ἐντολαὶ αἰώνιοι]. | For gold is tried in the fire, and acceptable men in the furnace of adversity. |
|
6
|
6
|
| ρίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω; [ | Believe in him, and he will help thee; order thy way aright, and trust in him. |
|
7
|
7
|
| ἐπιστήμη σοφίας τίνι ἐφανερώθη; καὶ τὴν πολυπειρίαν αὐτῆς τίς συνῆκε;] | Ye that fear the Lord, wait for his mercy; and go not aside, lest ye fall. |
|
8
|
8
|
| εἷς ἐστι σοφὸς φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. | Ye that fear the Lord, believe him; and your reward shall not fail. |
|
9
|
9
|
| Κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, | Ye that fear the Lord, hope for good, and for everlasting joy and mercy. |
|
10
|
10
|
| μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. | Look at the generations of old, and see; did ever any trust in the Lord, and was confounded? or did any abide in his fear, and was forsaken? or whom did he ever despise, that called upon him? |
|
11
|
11
|
| φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος. | For the Lord is full of compassion and mercy, longsuffering, and very pitiful, and forgiveth sins, and saveth in time of affliction. |
|
12
|
12
|
| φόβος Κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. | Woe be to fearful hearts, and faint hands, and the sinner that goeth two ways! |
|
13
|
13
|
| τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπ᾿ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν. | Woe unto him that is fainthearted! for he believeth not; therefore shall he not be defended. |
|
14
|
14
|
| ἀρχὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς. | Woe unto you that have lost patience! and what will ye do when the Lord shall visit you? |
|
15
|
15
|
| μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται. | They that fear the Lord will not disobey his word; and they that love him will keep his ways. |
|
16
|
16
|
| πλησμονὴ σοφίας φοβεῖσθαι τὸν Κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς· | They that fear the Lord will seek that which is wellpleasing unto him; and they that love him shall be filled with the law. |
|
17
|
17
|
| πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γεννημάτων αὐτῆς. | They that fear the Lord will prepare their hearts, and humble their souls in his sight, |
|
18
|
18
|
| στέφανος σοφίας φόβος Κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως. | saying, We will fall into the hands of the Lord, and not into the hands of men: for as his majesty is, so is his mercy. |
|
19
|
|
| καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτήν, ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησε καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσε. | |
|
20
|
|
| ρίζα σοφίας φοβεῖσθε τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. [ | |
|
21
|
|
| φόβος Κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέψει ὀργήν]. | |
|
22
|
|
| οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι, ἡ γὰρ ροπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. | |
|
23
|
|
| ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη· | |
|
24
|
|
| ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ. | |
|
25
|
|
| ἐν θησαυροῖς σοφίας παραβολὴ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια. | |
|
26
|
|
| ἐπεθύμησας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν. | |
|
27
|
|
| σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης. | |
|
28
|
|
| μὴ ἀπειθήσῃς φόβῳ Κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ. | |
|
29
|
|
| μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσί σου πρόσεχε. | |
|
30
|
|
| μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, καὶ ἡ καρδία σου πλήρης δόλου. | |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΤΕΚΝΟΝ, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· | Hear me your father, O children, and do thereafter, that ye may be safe. |
|
2
|
2
|
| εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· | For the Lord hath given the father honour over the children, and hath confirmed the authority of the mother over the sons. |
|
3
|
3
|
| κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου. | Whoso honoureth his father maketh an atonement for his sins: |
|
4
|
4
|
| πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· | and he that honoureth his mother is as one that layeth up treasure. |
|
5
|
5
|
| ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. | Whoso honoureth his father shall have joy of his own children; and when he maketh his prayer, he shall be heard. |
|
6
|
6
|
| πίστευσον αὐτῷ, καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. | He that honoureth his father shall have a long life; and he that is obedient unto the Lord shall be a comfort to his mother, |
|
7
|
7
|
| οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. | and will do service unto his parents, as to his masters. |
|
8
|
8
|
| οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. | Honour thy father and mother both in word and deed, that a blessing may come upon thee from them. |
|
9
|
9
|
| οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. | For the blessing of the father establisheth the houses of children; but the curse of the mother rooteth out foundations. |
|
10
|
10
|
| ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; | Glory not in the dishonour of thy father; for thy father's dishonour is no glory unto thee. |
|
11
|
11
|
| διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως. | For the glory of a man is from the honour of his father; and a mother in dishonour is a reproach to the children. |
|
12
|
12
|
| οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶ παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. | My son, help thy father in his age, and grieve him not as long as he liveth. |
|
13
|
13
|
| οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται. | And if his understanding fail, have patience with him; and despise him not when thou art in thy full strength. |
|
14
|
14
|
| οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ Κύριος; | For the relieving of thy father shall not be forgotten: and instead of sins it shall be added to build thee up. |
|
15
|
15
|
| οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσι ρημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσι τὰς ὁδοὺς αὐτοῦ. | In the day of thine affliction it shall be remembered; thy sins also shall melt away, as the ice in the fair warm weather. |
|
16
|
16
|
| οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου. | He that forsaketh his father is as a blasphemer; and he that angereth his mother is cursed of God. |
|
17
|
17
|
| οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσι καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσι τὰς ψυχὰς αὐτῶν. | My son, go on with thy business in meekness; so shalt thou be beloved of him that is approved. |
|
18
|
18
|
| ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ. | The greater thou art, the more humble thyself, and thou shalt find favour before the Lord. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| ΕΜΟΥ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε· | My son, defraud not the poor of his living, and make not the needy eyes to wait long. |
|
2
|
2
|
| ὁ γὰρ Κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ᾿ υἱοῖς. | Make not a hungry soul sorrowful; neither provoke a man in his distress. |
|
3
|
3
|
| ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας, | Add not more trouble to a heart that is vexed; and defer not to give to him that is in need. |
|
4
|
4
|
| καὶ ὡς ὁ ἀποθησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ. | Reject not the supplication of the afflicted; neither turn away thy face from a poor man. |
|
5
|
5
|
| ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. | Turn not away thine eye from the needy, and give him none occasion to curse thee: |
|
6
|
6
|
| ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ· | for if he curse thee in the bitterness of his soul, his prayer shall be heard of him that made him. |
|
7
|
7
|
| καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν. | Get thyself the love of the congregation, and bow thy head to a great man. |
|
8
|
8
|
| ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ᾿ αὐτοῦ· | Let it not grieve thee to bow down thine ear to the poor, and give him a friendly answer with meekness. |
|
9
|
9
|
| εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. | Deliver him that suffereth wrong from the hand of the oppressor; and be not fainthearted when thou sittest in judgment. |
|
10
|
10
|
| μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία· | Be as a father unto the fatherless, and instead of a husband unto their mother: so shalt thou be as the son of the most High, and he shall love thee more than thy mother doth. |
|
11
|
11
|
| ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ. | Wisdom exalteth her children, and layeth hold of them that seek her. |
|
12
|
12
|
| τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ· | He that loveth her loveth life; and they that seek to her early shall be filled with joy. |
|
13
|
13
|
| κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. | He that holdeth her fast shall inherit glory; and wheresoever she entereth, the Lord will bless. |
|
14
|
14
|
| ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι. | They that serve her shall minister to the Holy One: and them that love her the Lord doth love. |
|
15
|
15
|
| ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι. | Whoso giveth ear unto her shall judge the nations: and he that attendeth unto her shall dwell securely. |
|
16
|
16
|
| ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ. | If a man commit himself unto her, he shall inherit her; and his generation shall hold her in possession. |
|
17
|
17
|
| τέκνον, ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ. | For at the first she will walk with him by crooked ways, and bring fear and dread upon him, and torment him with her discipline, until she may trust his soul, and try him by her laws. |
|
18
|
18
|
| ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν· | Then will she return the straight way unto him, and comfort him, and shew him her secrets. |
|
20
|
20
|
| ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. | Observe the opportunity, and beware of evil; and be not ashamed when it concerneth thy soul. |
|
21
|
21
|
| χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· | For there is a shame that bringeth sin; and there is a shame which is glory and grace. |
|
22
|
22
|
| ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν. | Accept no person against thy soul, and let not the reverence of any man cause thee to fall. |
|
23
|
23
|
| ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι· | And refrain not to speak, when there is occasion to do good, and hide not thy wisdom in her beauty. |
|
24
|
24
|
| πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν. [ | For by speech wisdom shall be known: and learning by the word of the tongue. |
|
25
|
25
|
| κόρας μὴ ἔχων ἀπορήσεις φωτός, γνώσεως δὲ ἄμοιρος ὢν μὴ ἐπαγγέλλου]. | In no wise speak against the truth; but be abashed of the error of thine ignorance. |
|
26
|
26
|
| καρδία σκληρὰ κακωθήσεται ἐπ᾿ ἐσχάτων, καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται. | Be not ashamed to confess thy sins; and force not the course of the river. |
|
27
|
27
|
| καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις. | Make not thyself an underling to a foolish man; neither accept the person of the mighty. |
|
28
|
28
|
| ἐπαγωγὴ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. | Strive for the truth unto death, and the Lord shall fight for thee. |
|
29
|
29
|
| καρδία συνετοῦ διανοηθήσεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ. | Be not hasty in thy tongue, and in thy deeds slack and remiss. |
|
30
|
30
|
| πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας. | Be not as a lion in thy house, nor frantic among thy servants. |
|
31
|
31
|
| ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως εὑρήσει στήριγμα. | Let not thine hand be stretched out to receive, and shut when thou shouldest repay. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΤΕΚΝΟΝ, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς. | Set not thy heart upon thy goods; and say not, I have enough for my life. |
|
2
|
2
|
| ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. | Follow not thine own mind and thy strength, to walk in the ways of thy heart: |
|
3
|
3
|
| καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου. | and say not, Who shall control me for my works? for the Lord will surely revenge thy pride. |
|
4
|
4
|
| ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ. | Say not, I have sinned, and what harm hath happened unto me? for the Lord is longsuffering, he will in no wise let thee go. |
|
5
|
5
|
| ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε· | Concerning propitiation, be not without fear to add sin unto sin: |
|
6
|
6
|
| καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν. | and say not, His mercy is great; he will be pacified for the multitude of my sins: for mercy and wrath come from him, and his indignation resteth upon sinners. |
|
7
|
7
|
| προσφιλῇ συναγωγῇ σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου. | Make no tarrying to turn to the Lord, and put not off from day to day: for suddenly shall the wrath of the Lord come forth, and in thy security thou shalt be destroyed, and perish in the day of vengeance. |
|
8
|
8
|
| κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι. | Set not thine heart upon goods unjustly gotten; for they shall not profit thee in the day of calamity. |
|
9
|
9
|
| ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. | Winnow not with every wind, and go not into every way: for so doth the sinner that hath a double tongue. |
|
10
|
10
|
| γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς ῾Υψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου. | Be stedfast in thy understanding; and let thy word be the same. |
|
11
|
11
|
| ῾Η σοφία υἱοὺς αὐτῆς ἀνύψωσε καὶ ἐπιλαμβάνεται τῶν ζητούντων αὐτήν. | Be swift to hear; and let thy life be sincere; and with patience give answer. |
|
12
|
12
|
| ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης. | If thou hast understanding, answer thy neighbour; if not, lay thy hand upon thy mouth. |
|
13
|
13
|
| ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογήσει Κύριος. | Honour and shame is in talk: and the tongue of man is his fall. |
|
14
|
14
|
| οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ Κύριος. | Be not called a whisperer, and lie not in wait with thy tongue: for a foul shame is upon the thief, and an evil condemnation upon the double tongue. |
|
15
|
15
|
| ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη, καὶ ὁ προσέχων αὐτῇ κατασκηνώσει πεποιθώς. | Be not ignorant of any thing in a great matter or a small. |
|
16
|
|
| ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν, καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ· | |
|
17
|
|
| ὅτι διεστραμμένως πορεύεται μετ᾿ αὐτοῦ ἐν πρώτοις, φόβον δὲ καὶ δειλίαν ἐπάξει ἐπ᾿ αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς, ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ, καὶ πειράσῃ αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς. | |
|
18
|
|
| καὶ πάλιν ἐπανήξει κατ᾿ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς. | |
|
19
|
|
| ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ. | |
|
20
|
|
| Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς· | |
|
21
|
|
| ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. | |
|
22
|
|
| μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. | |
|
23
|
|
| μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· | |
|
24
|
|
| ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ρήματι γλώσσης. | |
|
25
|
|
| μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι. | |
|
26
|
|
| μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾿ ἁμαρτίαις σου καὶ μὴ βιάζου ροῦν ποταμοῦ. | |
|
27
|
|
| καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ καὶ μὴ λάβῃς πρόσωπον δυνάστου. | |
|
28
|
|
| ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. | |
|
29
|
|
| μὴ γίνου ταχὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου. | |
|
30
|
|
| μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου. | |
|
31
|
|
| μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. | |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
|
| ΜΗ ἔπεχε ἐπὶ τοῖς χρήμασί σου καὶ μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι. | |
|
2
|
|
| μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύϊ σου τοῦ πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου, | |
|
3
|
3
|
| καὶ μὴ εἴπῃς· τίς με δυναστεύσει; ὁ γὰρ Κύριος ἐκδικῶν ἐκδικήσει σε. | Thou shalt eat up thy leaves, and lose thy fruit, and leave thyself as a dry tree. |
|
4
|
4
|
| μὴ εἴπῃς, ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ Κύριός ἐστι μακρόθυμος. | A wicked soul shall destroy him that hath it, and shall make him to be laughed to scorn of his enemies. |
|
5
|
5
|
| περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, προσθεῖναι ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις· | Sweet language will multiply friends: and a fairspeaking tongue will increase kind greetings. |
|
6
|
6
|
| καὶ μὴ εἴπῃς· ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. | Be in peace with many: nevertheless have but one counsellor of a thousand. |
|
7
|
7
|
| μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. | If thou wouldest get a friend, prove him first, and be not hasty to credit him. |
|
8
|
8
|
| μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς. | For some man is a friend for his own occasion, and will not abide in the day of thy trouble. |
|
9
|
9
|
| μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. | And there is a friend, who being turned to enmity and strife will discover thy reproach. |
|
10
|
10
|
| ἴσθι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος. | Again, some friend is a companion at the table, and will not continue in the day of thy affliction. |
|
11
|
11
|
| γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν. | But in thy prosperity he will be as thyself, and will be bold over thy servants. |
|
12
|
12
|
| εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου. | If thou be brought low, he will be against thee, and will hide himself from thy face. |
|
13
|
13
|
| δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ. | Separate thyself from thine enemies, and take heed of thy friends. |
|
14
|
14
|
| μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε· ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου. | A faithful friend is a strong defence: and he that hath found such an one hath found a treasure. |
|
15
|
15
|
| ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει. | Nothing doth countervail a faithful friend, and his excellency is invaluable. |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΚΑΙ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. | Do no evil, so shall no harm come unto thee. |
|
2
|
2
|
| μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου· | Depart from the unjust, and iniquity shall turn away from thee. |
|
3
|
3
|
| τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν. | My son, sow not upon the furrows of unrighteousness, and thou shalt not reap them sevenfold. |
|
4
|
4
|
| ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν. | Seek not of the Lord preeminence, neither of the king the seat of honour. |
|
5
|
5
|
| Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα. | Justify not thyself before the Lord; and boast not of thy wisdom before the king. |
|
6
|
6
|
| οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων. | Seek not to be judge, being not able to take away iniquity; lest at any time thou fear the person of the mighty, and lay a stumblingblock in the way of thy uprightness. |
|
7
|
7
|
| εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ· | Offend not against the multitude of a city, and then thou shalt not cast thyself down among the people. |
|
8
|
8
|
| ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. | Bind not one sin upon another; for in one thou shalt not be unpunished. |
|
9
|
9
|
| καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει. | Say not, God will look upon the multitude of my oblations, and when I offer to the most high God, he will accept it. |
|
10
|
10
|
| καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. | Be not fainthearted when thou makest thy prayer, and neglect not to give alms. |
|
11
|
11
|
| καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σύ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται· | Laugh no man to scorn in the bitterness of his soul: for there is one which humbleth and exalteth. |
|
12
|
12
|
| ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται. | Devise not a lie against thy brother; neither do the like to thy friend. |
|
13
|
13
|
| ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε. | Use not to make any manner of lie: for the custom thereof is not good. |
|
14
|
14
|
| φίλος πιστὸς σκέπη κραταιά, ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θησαυρόν. | Use not many words in a multitude of elders, and make not much babbling when thou prayest. |
|
15
|
15
|
| φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ. | Hate not laborious work, neither husbandry, which the most High hath ordained. |
|
16
|
16
|
| φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν. | Number not thyself among the multitude of sinners, but remember that wrath will not tarry long. |
|
17
|
17
|
| ὁ φοβούμενος Κύριον εὐθύνει φιλίαν αὐτοῦ, ὅτι κατ᾿ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ. | Humble thy soul greatly: for the vengeance of the ungodly is fire and worms. |
|
18
|
18
|
| Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν. | Change not a friend for any good by no means; neither a faithful brother for the gold of Suphir. |
|
19
|
19
|
| ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι γεννημάτων αὐτῆς. | Forego not a wise and good woman: for her grace is above gold. |
|
20
|
20
|
| ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος· | Whereas thy servant worketh truly, entreat him not evil, nor the hireling that bestoweth himself wholly for thee. |
|
21
|
21
|
| ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾿ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν. | Let thy soul love a good servant, and defraud him not of liberty. |
|
22
|
22
|
| σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά. | Hast thou cattle? have an eye to them: and if they be for thy profit, keep them with thee. |
|
23
|
23
|
| ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου. | Hast thou children? instruct them, and bow down their neck from their youth. |
|
24
|
24
|
| καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου. | Hast thou daughters? have a care of their body, and shew not thyself cheerful toward them. |
|
25
|
25
|
| ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς. | Marry thy daughter, and so shalt thou have performed a weighty matter: but give her to a man of understanding. |
|
26
|
26
|
| ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς. | Hast thou a wife after thy mind? forsake her not. |
|
27
|
27
|
| ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν· | Honour thy father with thy whole heart, and forget not the sorrows of thy mother. |
|
28
|
28
|
| ἐπ᾿ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην. | Remember that thou wast begotten of them; and how canst thou recompense them the things that they have done for thee? |
|
29
|
29
|
| καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. | Fear the Lord with all thy soul, and reverence his priests. |
|
30
|
30
|
| κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾿ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον· | Love him that made thee with all thy strength, and forsake not his ministers. |
|
31
|
31
|
| στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάσεως περιθήσεις σεαυτῷ. | Fear the Lord, and honour the priest: and give him his portion, as it is commanded thee: the firstfruits, and the trespass offering, and the gift of the shoulders, and the sacrifice of sanctification, and the firstfruits of the holy things. |
|
32
|
32
|
| ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ. | And stretch thine hand unto the poor, that thy blessing may be perfected. |
|
33
|
33
|
| ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ. | A gift hath grace in the sight of every man living; and for the dead detain it not. |
|
34
|
34
|
| ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ τίς σοφός, αὐτῷ προσκολλήθητι. | Fail not to be with them that weep, and mourn with them that mourn. |
|
35
|
35
|
| πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε. | Be not slow to visit the sick: for that shall make thee to be beloved. |
|
36
|
36
|
| ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. | Whatsoever thou takest in hand, remember the end, and thou shalt never do amiss. |
|
37
|
|
| διανοοῦ ἐν τοῖς προστάγμασι Κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι. | |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΜΗ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν· | Strive not with a mighty man, lest thou fall into his hands. |
|
2
|
2
|
| ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ. | Be not at variance with a rich man, lest he overweigh thee: for gold hath destroyed many, and perverted the hearts of kings. |
|
3
|
3
|
| υἱέ, μὴ σπεῖρε ἐπ᾿ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως. | Strive not with a man that is full of tongue, and heap not wood upon his fire. |
|
4
|
4
|
| μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. | Jest not with a rude man, lest thy ancestors be disgraced. |
|
5
|
5
|
| μὴ δικαιοῦ ἔναντι Κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου. | Reproach not a man that turneth from sin, but remember that we are all worthy of punishment. |
|
6
|
6
|
| μὴ ζήτει γενέσθαι κριτής, μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας· μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου. | Dishonour not a man in his old age: for even some of us wax old. |
|
7
|
7
|
| μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. | Rejoice not over thy greatest enemy being dead, but remember that we die all. |
|
8
|
8
|
| μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ. | Despise not the discourse of the wise, but acquaint thyself with their proverbs: for of them thou shalt learn instruction, and how to serve great men with ease. |
|
9
|
9
|
| μὴ εἴπῃς· τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με Θεῷ ῾Υψίστῳ προσδέξεται. | Miss not the discourse of the elders: for they also learned of their fathers, and of them thou shalt learn understanding, and to give answer as need requireth. |
|
10
|
10
|
| μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. | Kindle not the coals of a sinner, lest thou be burnt with the flame of his fire. |
|
11
|
11
|
| μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. | Rise not up in anger at the presence of an injurious person, lest he lie in wait to entrap thee in thy words. |
|
12
|
12
|
| μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. | Lend not unto him that is mightier than thyself; for if thou lendest him, count it but lost. |
|
13
|
13
|
| μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. | Be not surety above thy power: for if thou be surety, take care to pay it. |
|
14
|
14
|
| μὴ ἀδελέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. | Go not to law with a judge; for they will judge for him according to his honour. |
|
15
|
15
|
| μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ῾Υψίστου ἐκτισμένην. | Travel not by the way with a bold fellow, lest he become grievous unto thee: for he will do according to his own will, and thou shalt perish with him through his folly. |
|
16
|
16
|
| μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν. μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. | Strive not with an angry man, and go not with him into a solitary place: for blood is as nothing in his sight; and where there is no help, he will overthrow thee. |
|
17
|
17
|
| ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ. | Consult not with a fool; for he cannot keep counsel. |
|
18
|
18
|
| Μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου, μηδ᾿ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ. | Do no secret thing before a stranger: for thou knowest not what he will bring forth. |
|
19
|
19
|
| μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. | Open not thine heart to every man, lest he requite thee with a shrewd turn. |
|
20
|
|
| μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ. | |
|
21
|
|
| οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. | |
|
22
|
|
| κτήνη σοί ἐστιν, ἐπισκέπτου αὐτὰ καὶ εἰ ἔστι σοι χρήσιμα, ἐμμενέτω σοι. | |
|
23
|
|
| τέκνα σοί ἐστι, παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. | |
|
24
|
|
| θυγατέρες σοί εἰσι, πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. | |
|
25
|
|
| ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. | |
|
26
|
|
| γυνή σοί ἐστι κατὰ ψυχήν, μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν. | |
|
27
|
|
| ᾿Εν ὅλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ· | |
|
28
|
|
| μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοί σοι; | |
|
29
|
|
| ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε. | |
|
30
|
|
| ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. | |
|
31
|
|
| φοβοῦ τὸν Κύριον καὶ δόξασον ἱερέα καὶ δῷς τὴν μερίδα αὐτῷ, καθὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. | |
|
32
|
|
| Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου. | |
|
33
|
|
| χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. | |
|
34
|
|
| μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον. | |
|
35
|
|
| μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον, ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. | |
|
36
|
|
| ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. | |
|
Κεφάλαιο 9
|
Chapter 9
|
|
1
|
1
|
| ΜΗ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ. | Be not jealous over the wife of thy bosom, and teach her not an evil lesson against thyself. |
|
2
|
2
|
| μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσε τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινε. | Give not thy soul unto a woman to set her foot upon thy substance. |
|
3
|
3
|
| μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. | Meet not with an harlot, lest thou fall into her snares. |
|
4
|
4
|
| μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. | Use not much the company of a woman that is a singer, lest thou be taken with her attempts. |
|
5
|
5
|
| μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις. | Gaze not on a maid, that thou fall not by those things that are precious in her. |
|
6
|
6
|
| μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι. | Give not thy soul unto harlots, that thou lose not thine inheritance. |
|
7
|
7
|
| μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ, μνήσθητι ὅτι πάντες τελευτῶμεν. | Look not round about thee in the streets of the city, neither wander thou in the solitary places thereof. |
|
8
|
8
|
| μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ᾿ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσι. | Turn away thine eye from a beautiful woman, and look not upon another's beauty; for many have been deceived by the beauty of a woman; for herewith love is kindled as a fire. |
|
9
|
9
|
| μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ᾿ αὐτῶν μαθήσει σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν. | Sit not at all with another man's wife, nor sit down with her in thine arms, and spend not thy money with her at the wine; lest thine heart incline unto her, and so through thy desire thou fall into destruction. |
|
10
|
10
|
| μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ. | Forsake not an old friend; for the new is not comparable to him: a new friend is as new wine; when it is old, thou shalt drink it with pleasure. |
|
11
|
11
|
| μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου. | Envy not the glory of a sinner: for thou knowest not what shall be his end. |
|
12
|
12
|
| μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου. | Delight not in the thing that the ungodly have pleasure in; but remember they shall not go unpunished unto their grave. |
|
13
|
13
|
| μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντιζε. | Keep thee far from the man that hath power to kill: so shalt thou not doubt the fear of death: and if thou come unto him, make no fault, lest he take away thy life presently: remember that thou goest in the midst of snares, and that thou walkest upon the battlements of the city. |
|
14
|
14
|
| μὴ δικάζου μετὰ κριτοῦ, κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ. | As near as thou canst, guess at thy neighbour, and consult with the wise. |
|
15
|
15
|
| μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ. | Let thy talk be with the wise, and all thy communication in the law of the most High. |
|
16
|
16
|
| μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ᾿ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστι βοήθεια, καταβαλεῖ σε. | And let just men eat and drink with thee; and let thy glorying be in the fear of the Lord. |
|
17
|
17
|
| μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι. | For the hand of the artificer the work shall be commended; and the wise ruler of the people for his speech. |
|
18
|
18
|
| ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν, οὐ γὰρ γινώσκεις τί τέξεται. | A man of an ill tongue is dangerous in his city; and he that is rash in his talk shall be hated. |
|
19
|
|
| παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν. | |
|
Κεφάλαιο 10
|
Chapter 10
|
|
1
|
1
|
| ΜΗ ζήλου γυναῖκα τοῦ κόλπου σου, μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν. | A wise judge will instruct his people; and the government of a prudent man is well ordered. |
|
2
|
2
|
| μὴ δῷς γυναικὶ τὴν ψυχήν σου ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου. | As the judge of the people is himself, so are his officers; and what manner of man the ruler of the city is, such are all they that dwell therein. |
|
3
|
3
|
| μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ, μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς. | An unwise king destroyeth his people; but through the prudence of them which are in authority the city shall be inhabited. |
|
4
|
4
|
| μετὰ ψαλλούσῃς μὴ ἐνδελέχιζε, μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς. | The power of the earth is in the hand of the Lord, and in due time he will set over it one that is profitable. |
|
5
|
5
|
| παρθένον μὴ καταμάνθανε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς. | In the hand of God is the prosperity of man: and upon the person of the scribe shall he lay his honour. |
|
6
|
6
|
| μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου. | Bear not hatred to thy neighbour for every wrong; and do nothing at all by injurious practices. |
|
7
|
7
|
| μὴ περιβλέπου ἐν ρύμαις πόλεως καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ. | Pride is hateful before God and man: and by both doth one commit iniquity. |
|
8
|
8
|
| ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. | Because of unrighteous dealings, injuries, and riches got by deceit, the kingdom is translated from one people to another. |
|
9
|
9
|
| μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμβολοκοπήσῃς μετ᾿ αὐτῆς ἐν οἴνῳ, μήποτε ἐκκλίνη ἡ ψυχή σου ἐπ᾿ αὐτὴν καὶ τῷ πνεύματί σου ὀλισθήσῃς εἰς ἀπώλειαν. | Why is earth and ashes proud? There is not a more wicked thing than a covetous man: for such an one setteth his own soul to sale; because while he liveth he casteth away his bowels. |
|
10
|
10
|
| μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἔπισος αὐτῷ· οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ᾿ εὐφροσύνης πίεσαι αὐτόν. | The physician cutteth off a long disease: and he that is to day a king to morrow shall die. |
|
11
|
11
|
| μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ, οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ. | For when a man is dead, he shall inherit creeping things, beasts, and worms. |
|
12
|
12
|
| μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν· μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσι. | The beginning of pride is when one departeth from God, and his heart is turned away from his Maker. |
|
13
|
13
|
| μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου, ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου· κἂν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου· ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατεῖς. | For pride is the beginning of sin, and he that hath it shall pour out abomination: and therefore the Lord brought upon them strange calamities, and overthrew them utterly. |
|
14
|
14
|
| κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοφῶν συμβουλεύου. | The Lord hath cast down the thrones of proud princes, and set up the meek in their stead. |
|
15
|
15
|
| καὶ μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ῾Υψίστου. | The Lord hath plucked up the roots of the proud nations, and planted the lowly in their place. |
|
16
|
16
|
| ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ Κυρίου ἔστω τὸ καύχημά σου. | The Lord overthrew countries of the heathen, and destroyed them to the foundations of the earth. |
|
17
|
17
|
| ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ. | He took some of them away, and destroyed them, and hath made their memorial to cease from the earth. |
|
18
|
18
|
| φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται. | Pride was not made for men, nor furious anger for them that are born of a woman. |
|
Κεφάλαιο 11
|
Chapter 11
|
|
1
|
1
|
| ΚΡΙΤΗΣ σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται. | Wisdom lifteth up the head of him that is of low degree, and maketh him to sit among great men. |
|
2
|
2
|
| κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν. | Commend not a man for his beauty; neither abhor a man for his outward appearance. |
|
3
|
3
|
| βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν. | The bee is little among such as fly; but her fruit is the chief of sweet things. |
|
4
|
4
|
| ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ᾿ αὐτῆς. | Boast not of thy clothing and raiment, and exalt not thyself in the day of honour: for the works of the Lord are wonderful, and his works among men are hidden. |
|
5
|
5
|
| ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ. | Many kings have sat down upon the ground; and one that was never thought of hath worn the crown. |
|
6
|
6
|
| ᾿Επὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως. | Many mighty men have been greatly disgraced; and the honourable delivered into other men's hands. |
|
7
|
7
|
| μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα. | Blame not before thou hast examined the truth: understand first, and then rebuke. |
|
8
|
8
|
| βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα. | Answer not before thou hast heard the cause: neither interrupt men in the midst of their talk. |
|
9
|
9
|
| τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ. | Strive not in a matter that concerneth thee not; and sit not in judgment with sinners. |
|
10
|
10
|
| μακρὸν ἀρρώστημα σκώπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει. | My son, meddle not with many matters: for if thou meddle much, thou shalt not be innocent; and if thou follow after, thou shalt not obtain, neither shalt thou escape by fleeing. |
|
11
|
11
|
| ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας. | There is one that laboureth, and taketh pains, and maketh haste, and is so much the more behind. |
|
12
|
12
|
| ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. | Again, there is another that is slow, and hath need of help, wanting ability, and full of poverty; yet the eye of the Lord looked upon him for good, and set him up from his low estate, |
|
13
|
13
|
| ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία, καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα· διὰ τοῦτο παρεδόξασε Κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς. | and lifted up his head from misery; so that many that saw it marvelled at him. |
|
14
|
14
|
| θρόνους ἀρχόντων καθεῖλεν ὁ Κύριος καὶ ἐκάθισε πρᾳεῖς ἀντ᾿ αὐτῶν. | Prosperity and adversity, life and death, poverty and riches, come of the Lord. |
|
15
|
|
| ρίζας ἐθνῶν ἐξέτιλεν ὁ Κύριος καὶ ἐφύτευσε ταπεινοὺς ἀντ᾿ αὐτῶν. | |
|
16
|
|
| χώρας ἐθνῶν κατέστρεψεν ὁ Κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς. | |
|
17
|
17
|
| ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν. | The gift of the Lord remaineth with the godly, and his favour bringeth prosperity for ever. |
|
18
|
18
|
| οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασι γυναικῶν. | There is that waxeth rich by his wariness and pinching, and this is the portion of his reward: |
|
19
|
19
|
| Σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου. σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν Κύριον. σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου. σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς. | whereas he saith, I have found rest, and now will eat continually of my goods; and yet he knoweth not what time shall come upon him, and that he must leave those things to others, and die. |
|
20
|
20
|
| ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ. | Be stedfast in thy covenant, and be conversant therein, and wax old in thy work. |
|
22
|
22
|
| πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος Κυρίου. | The blessing of the Lord is in the reward of the godly, and suddenly he maketh his blessing to flourish. |
|
23
|
23
|
| οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν. | Say not, What profit is there of my service? and what good things shall I have hereafter? |
|
24
|
24
|
| μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν Κύριον. | Again, say not, I have enough, and possess many things, and what evil can come to me hereafter? |
|
25
|
25
|
| οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσι, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει. | In the day of prosperity there is a forgetfulness of affliction: and in the day of affliction there is no more remembrance of prosperity. |
|
26
|
26
|
| Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου. | For it is an easy thing unto the Lord in the day of death to reward a man according to his ways. |
|
27
|
27
|
| κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων. | The affliction of an hour maketh a man forget pleasure: and in his end his deeds shall be discovered. |
|
28
|
28
|
| τέκνον, ἐν πραΰτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. | Judge none blessed before his death: for a man shall be known in his children. |
|
29
|
29
|
| τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ; | Bring not every man into thine house: for the deceitful man hath many trains. |
|
30
|
30
|
| πτωχὸς δοξάζεται δι᾿ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ. | Like as a partridge taken and kept in a cage, so is the heart of the proud: and like as a spy, watcheth he for thy fall: |
|
31
|
31
|
| ὁ δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, καὶ ἐν πτωχείᾳ ποσαχῶς; | for he lieth in wait, and turneth good into evil, and in things worthy praise will lay blame upon thee. |
|
Κεφάλαιο 12
|
Chapter 12
|
|
1
|
1
|
| ΣΟΦΙΑ ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν. | When thou wilt do good, know to whom thou doest it; so shalt thou be thanked for thy benefits. |
|
2
|
2
|
| μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ. | Do good to the godly man, and thou shalt find a recompence; and if not from him, yet from the most High. |
|
3
|
3
|
| μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. | There can no good come to him that is always occupied in evil, nor to him that giveth no alms. |
|
4
|
4
|
| ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις. | Give to the godly man, and help not a sinner. |
|
5
|
5
|
| πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. | Do well unto him that is lowly, but give not to the ungodly: hold back thy bread, and give it not unto him, lest he overmaster thee thereby: for else thou shalt receive twice as much evil for all the good thou shalt have done unto him. |
|
6
|
6
|
| πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων. | For the most High hateth sinners, and will repay vengeance unto the ungodly, and keepeth them against the mighty day of their punishment. |
|
7
|
7
|
| πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτίμα. | Give unto the good, and help not the sinner. |
|
8
|
8
|
| πρὶν ἢ ἀκοῦσαι, μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου. | A friend cannot be known in prosperity: and an enemy cannot be hidden in adversity. |
|
9
|
9
|
| περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε. | In the prosperity of a man enemies will be grieved: but in his adversity even a friend will depart. |
|
10
|
10
|
| Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληθυνῇς, οὐκ ἀθωωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς. | Never trust thine enemy: for like as iron rusteth, so is his wickedness. |
|
11
|
11
|
| ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται. | Though he humble himself, and go crouching, yet take good heed and beware of him, and thou shalt be unto him as if thou hadst wiped a looking-glass, and thou shalt know that his rust hath not been altogether wiped away. |
|
12
|
12
|
| ἔστι νωθρὸς καὶ προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύϊ καὶ πτωχείᾳ περισσεύει· καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά, καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ. | Set him not by thee, lest, when he hath overthrown thee, he stand up in thy place; neither let him sit at thy right hand, lest he seek to take thy seat, and thou at the last remember my words, and be pricked therewith. |
|
13
|
13
|
| καὶ ἀνύψωσε κεφαλὴν αὐτοῦ καὶ ἀπεθαύμασαν ἐπ᾿ αὐτῷ πολλοί. | Who will pity a charmer that is bitten with a serpent, or any such as come nigh wild beasts? |
|
14
|
14
|
| ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί. | So one that goeth to a sinner, and is defiled with him in his sins, who will pity? |
|
17
|
17
|
| δόσις Κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται. | If adversity come upon thee, thou shalt find him there first; and though he pretend to help thee, yet shall he undermine thee. |
|
18
|
18
|
| ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ. | He will shake his head, and clap his hands, and whisper much, and change his countenance. |
|
19
|
|
| ἐν τῷ εἰπεῖν αὐτόν· εὗρον ἀνάπαυσιν καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται. | |
|
20
|
|
| στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι. | |
|
21
|
|
| μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ, πίστευε τῷ Κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα. | |
|
22
|
|
| εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ. | |
|
23
|
|
| μὴ εἴπῃς· τίς ἐστί μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά; | |
|
24
|
|
| μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι; | |
|
25
|
|
| ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν· | |
|
26
|
|
| ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ. | |
|
27
|
|
| κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ. | |
|
28
|
|
| πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ. | |
|
29
|
|
| Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου. | |
|
30
|
|
| πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν· | |
|
31
|
|
| τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον. | |
|
32
|
|
| ἀπὸ σπινθῆρος πυρὸς πληθύνεται ἀνθρακιά, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει. | |
|
33
|
|
| πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι. | |
|
34
|
|
| ἐνοίκισον ἀλλότριον καὶ διαστρέψει σε ἐν ταραχαῖς, καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου. | |
|
Κεφάλαιο 13
|
Chapter 13
|
|
1
|
1
|
| ΕΑΝ εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου. | He that toucheth pitch shall be defiled therewith; and he that hath fellowship with a proud man shall be like unto him. |
|
2
|
2
|
| εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα καὶ εἰ μὴ παρ᾿ αὐτοῦ, ἀλλὰ παρὰ ῾Υψίστου. | Burden not thyself above thy power while thou livest; and have no fellowship with one that is mightier and richer than thyself: for how agree the kettle and the earthen pot together? for if the one be smitten against the other, it shall be broken. |
|
3
|
3
|
| οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ. | The rich man hath done wrong, and yet he threateneth withal: the poor is wronged, and he must intreat also. |
|
4
|
4
|
| δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. | If thou be for his profit, he will use thee; but if thou have nothing, he will forsake thee. |
|
5
|
5
|
| εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ. | If thou have any thing, he will live with thee: yea, he will make thee bare, and will not be sorry for it. |
|
6
|
6
|
| ὅτι καὶ ὁ ῞Υψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν. | If he have need of thee, he will deceive thee, and smile upon thee, and put thee in hope; he will speak thee fair, and say, What wantest thou? |
|
7
|
7
|
| δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβου τοῦ ἁμαρτωλοῦ. | And he will shame thee by his meats, until he have drawn thee dry twice or thrice, and at the last he will laugh thee to scorn: afterward, when he seeth thee, he will forsake thee, and shake his head at thee. |
|
8
|
8
|
| Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός. | Beware that thou be not deceived, and brought down in thy jollity. |
|
9
|
9
|
| ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται. | If thou be invited of a mighty man, withdraw thyself, and so much the more will he invite thee. |
|
10
|
10
|
| μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ. | Press thou not upon him, lest thou be put back; stand not far off, lest thou be forgotten. |
|
11
|
11
|
| καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ᾿ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσε. | Affect not to be made equal unto him in talk, and believe not his many words: for with much communication will he tempt thee, and smiling upon thee will get out thy secrets: |
|
12
|
12
|
| μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ᾿ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ρημάτων μου κατανυγήσῃ. | but cruelly he will lay up thy words, and will not spare to do thee hurt, and to put thee in prison. |
|
13
|
13
|
| τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις; | Observe, and take good heed, for thou walkest in peril of thy overthrowing: when thou hearest these things, awake in thy sleep. |
|
14
|
|
| οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. | |
|
15
|
15
|
| ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ. | Every beast loveth his like, and every man loveth his neighbour. |
|
16
|
16
|
| καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφ᾿ αἵματος. | All flesh consorteth according to kind, and a man will cleave to his like. |
|
17
|
17
|
| κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν ἐκεῖ πρότερόν σου, καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου· | What fellowship hath the wolf with the lamb? so the sinner with the godly. |
|
18
|
18
|
| κινήσει τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ. | What agreement is there between the hyena and a dog? and what peace between the rich and the poor? |
|
Κεφάλαιο 14
|
Chapter 14
|
|
1
|
1
|
| Ο ΑΠΤΟΜΕΝΟΣ πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ. | Blessed is the man that hath not slipped with his mouth, and is not pricked with the multitude of sins. |
|
2
|
2
|
| βάρος ὑπὲρ σὲ μὴ ἄρῃς, καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει. τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται. | Blessed is he whose conscience hath not condemned him, and who is not fallen from his hope in the Lord. |
|
3
|
3
|
| πλούσιος ἠδίκησε, καὶ αὐτὸς προσενεβριμήσατο· πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται. | Riches are not comely for a niggard: and what should an envious man do with money? |
|
4
|
4
|
| ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί· καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε. | He that gathereth by defrauding his own soul gathereth for others that shall spend his goods riotously. |
|
5
|
5
|
| ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει. | He that is evil to himself, to whom will he be good? he shall not take pleasure in his goods. |
|
6
|
6
|
| χρείαν ἔσχηκέ σου, καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλὰ καὶ ἐρεῖ· τίς ἡ χρεία σου; | There is none worse than he that envieth himself; and this is a recompence of his wickedness. |
|
7
|
7
|
| καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς, καὶ ἐπ᾿ ἐσχάτων καταμωκήσεταί σου· μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί. | And if he doeth good, he doeth it unwillingly; and at the last he will declare his wickedness. |
|
8
|
8
|
| πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου. | The envious man hath a wicked eye; he turneth away his face, and despiseth men. |
|
9
|
9
|
| Προσκαλεσαμένου σε δυνάστου, ὑποχωρῶν γίνου, καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε. | A covetous man's eye is not satisfied with his portion; and the iniquity of the wicked drieth up his soul. |
|
10
|
10
|
| μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς, καὶ μὴ μακρὰν ἀφίστω, ἵνα μὴ ἐπιλησθῇς. | A wicked eye envieth his bread, and he is a niggard at his table. |
|
11
|
11
|
| μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ᾿ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσι λόγοις αὐτοῦ· ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε. | My son, according to thy ability do good to thyself, and give the Lord his due offering. |
|
12
|
12
|
| ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν. | Remember that death will not be long in coming, and that the covenant of the grave is not shewed unto thee. |
|
13
|
13
|
| συντήρησον καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. [ | Do good unto thy friend before thou die, and according to thy ability stretch out thy hand and give to him. |
|
14
|
14
|
| ἀκούων αὐτὰ ἐν ὕπνῳ σου γρηγόρησον· πάσῃ ζωῇ σου ἀγάπα τὸν Κύριον, καὶ ἐπικαλοῦ αὐτὸν εἰς σωτηρίαν σου]. | Defraud not thyself of the good day, and let not the part of a good desire overpass thee. |
|
15
|
15
|
| Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ· | Shalt thou not leave thy travails unto another? and thy labours to be divided by lot? |
|
16
|
16
|
| πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ. | Give, and take, and sanctify thy soul; for there is no seeking of dainties in the grave. |
|
17
|
17
|
| τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. | All flesh waxeth old as a garment: for the covenant from the beginning is, Thou shalt die the death. |
|
18
|
18
|
| τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα; | As of the green leaves on a thick tree, some fall, and some grow: so is the generation of flesh and blood, one cometh to an end, and another is born. |
|
19
|
19
|
| κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ, οὕτως νομαὶ πλουσίων πτωχοί. | Every work rotteth and consumeth away, and the worker thereof shall go withal. |
|
20
|
20
|
| βδέλυγμα ὑπερηφάνῳ ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός. | Blessed is the man that doth meditate good things in wisdom, and that reasoneth of holy things by his understanding. |
|
21
|
21
|
| πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων. | He that considereth her ways in his heart shall also have understanding in her secrets. |
|
22
|
22
|
| πλουσίου σφαλέντος πολλοὶ ἀντιλήπτορες, ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλε καὶ προσεπετίμησαν αὐτῷ, ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. | Go after her as one that traceth, and lie in wait in her ways. |
|
23
|
23
|
| πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. πτωχὸς ἐλάλησε καὶ εἶπαν· τίς οὗτος; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν. | He that prieth in at her windows shall also hearken at her doors. |
|
24
|
24
|
| ἀγαθὸς ὁ πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς. | He that doth lodge near her house shall also fasten a pin in her walls. |
|
25
|
25
|
| Καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά. | He shall pitch his tent nigh unto her, and shall lodge in a lodging where good things are. |
|
26
|
26
|
| ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν, καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου. | He shall set his children under her shelter, and shall lodge under her branches. |
|
Κεφάλαιο 15
|
Chapter 15
|
|
1
|
1
|
| ΜΑΚΑΡΙΟΣ ἀνήρ, ὣς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας. | He that feareth the Lord will do good; and he that hath the knowledge of the law shall obtain her; |
|
2
|
2
|
| μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ. | and as a mother shall she meet him, and receive him as a wife married of a virgin. |
|
3
|
3
|
| ᾿Ανδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνθρώπῳ βασκάνῳ ἱνατί χρήματα; | With the bread of understanding shall she feed him, and give him the water of wisdom to drink. |
|
4
|
4
|
| ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. | He shall be stayed upon her, and shall not be moved; and shall rely upon her, and shall not be confounded. |
|
5
|
5
|
| ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται; καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ. | She shall exalt him above his neighbours, and in the midst of the congregation shall she open his mouth. |
|
6
|
6
|
| τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· | He shall find joy and a crown of gladness, and she shall cause him to inherit an everlasting name. |
|
7
|
7
|
| κἂν εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ, καὶ ἐπ᾿ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ. | But foolish men shall not attain unto her, and sinners shall not see her. |
|
8
|
8
|
| πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς. | For she is far from pride, and men that are liars cannot remember her. |
|
9
|
9
|
| πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι, καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν. | Praise is not seemly in the mouth of a sinner, for it was not sent him of the Lord. |
|
10
|
10
|
| ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ᾿ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ. | For praise shall be uttered in wisdom, and the Lord will prosper it. |
|
11
|
11
|
| Τέκνον, καθὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε. | Say not thou, It is through the Lord that I fell away: for thou oughtest not to do the things that he hateth. |
|
12
|
12
|
| μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι· | Say not thou, He hath caused me to err: for he hath no need of the sinful man. |
|
13
|
13
|
| πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δῷς αὐτῷ. | The Lord hateth all abomination; and they that fear God love it not. |
|
14
|
14
|
| μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω. | He himself made man from the beginning, and left him in the hand of his counsel; |
|
15
|
15
|
| οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου; | if thou wilt, to keep the commandments, and to perform acceptable faithfulness. |
|
16
|
16
|
| δὸς καὶ λάβε καὶ ἀπάτησον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν. | He hath set fire and water before thee: stretch forth thy hand unto whether thou wilt. |
|
17
|
17
|
| πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται, ἡ γὰρ διαθήκη ἀπ᾿ αἰῶνος· θανάτῳ ἀποθανῇ. | Before man is life and death; and whether he liketh shall be given him. |
|
18
|
18
|
| ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει, οὕτως γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται. | For the wisdom of the Lord is great, and he is mighty in power, and beholdeth all things: |
|
19
|
19
|
| πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ᾿ αὐτοῦ ἀπελεύσεται. | and his eyes are upon them that fear him, and he knoweth every work of man. |
|
20
|
20
|
| Μακάριος ἀνήρ, ὃς ἐν σοφίᾳ τελευτήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται, | He hath commanded no man to do wickedly, neither hath he given any man licence to sin. |
|
21
|
|
| ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς νοηθήσεται. | |
|
22
|
|
| ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής, καὶ ἐν ταῖς εἰσόδοις αὐτῆς ἐνέδρευε. | |
|
23
|
|
| ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται. | |
|
24
|
|
| ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς, | |
|
25
|
|
| στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν· | |
|
26
|
|
| θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται· | |
|
27
|
|
| σκεπασθήσεται ὑπ᾿ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει. | |
|
Κεφάλαιο 16
|
Chapter 16
|
|
1
|
1
|
| ΟΦΟΒΟΥΜΕΝΟΣ Κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται αὐτήν· | Desire not a multitude of unprofitable children, neither delight in ungodly sons. |
|
2
|
2
|
| καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν. | Though they multiply, rejoice not in them, except the fear of the Lord be with them. |
|
3
|
3
|
| ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν. | Trust not thou in their life, neither respect their multitude: for one that is just is better than a thousand; and better it is to die without children, than to have them that are ungodly. |
|
4
|
4
|
| στηριχθήσεται ἐπ᾿ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ᾿ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ· | For by one that hath understanding shall the city be replenished: but the kindred of the wicked shall speedily become desolate. |
|
5
|
5
|
| καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ. | Many such things have I seen with mine eyes, and mine ear hath heard greater things than these. |
|
6
|
6
|
| εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει. | In the congregation of the ungodly shall a fire be kindled; and in a rebellious nation wrath is set on fire. |
|
7
|
7
|
| οὐ μὴ καταλήψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν· | He was not pacified toward the old giants, who fell away in the strength of their foolishness. |
|
8
|
8
|
| μακράν ἐστιν ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς. | Neither spared he the place where Lot sojourned, but abhorred them for their pride. |
|
9
|
9
|
| Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη· | He pitied not the people of perdition, who were taken away in their sins: |
|
10
|
10
|
| ἐν γὰρ σοφίᾳ ρηθήσεται αἶνος, καὶ ὁ Κύριος εὐοδώσει αὐτόν. | nor the six hundred thousand footmen, who were gathered together in the hardness of their hearts. |
|
11
|
11
|
| μὴ εἴπῃς ὅτι διὰ Κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις. | And if there be one stiffnecked among the people, it is marvel if he escape unpunished: for mercy and wrath are with him; he is mighty to forgive and to pour out displeasure. |
|
12
|
12
|
| μὴ εἴπῃς ὅτι αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ. | As his mercy is great, so is his correction also: he judgeth a man according to his works. |
|
13
|
13
|
| πᾶν βδέλυγμα ἐμίσησε Κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν. | The sinner shall not escape with his spoils: and the patience of the godly shall not be frustrate. |
|
14
|
14
|
| αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. | Make way for every work of mercy: for every man shall find according to his works. |
|
15
|
|
| ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς καὶ πίστιν ποίησαι εὐδοκίας. | |
|
16
|
|
| παρέθηκέ σοι πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου. | |
|
17
|
17
|
| ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ, δοθήσεται αὐτῷ. | Say not thou, I will hide myself from the Lord: shall any remember me from above? I shall not be remembered among so many people: for what is my soul among such an infinite number of creatures? |
|
18
|
18
|
| ὅτι πολλὴ σοφία τοῦ Κυρίου· ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα, | Behold, the heaven, and the heaven of heavens, the deep, and the earth, and all that therein is, shall be moved when he shall visit. |
|
19
|
19
|
| καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου. | The mountains also and foundations of the earth shall be shaken with trembling, when he looketh upon them. |
|
20
|
20
|
| καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν. | No heart can think upon these things worthily: and who is able to conceive his ways? |
|
Κεφάλαιο 17
|
Chapter 17
|
|
1
|
1
|
| ΜΗ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων, μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν. | The Lord created man of the earth, and turned him into it again. |
|
2
|
2
|
| ἐὰν πληθύνωσι, μὴ εὐφραίνου ἐπ᾿ αὐτοῖς, εἰ μή ἐστι φόβος Κυρίου μετ᾿ αὐτῶν. | He gave them few days, and a short time, and power also over the things therein. |
|
3
|
3
|
| μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ. | He endued them with strength by themselves, and made them according to his image, |
|
4
|
4
|
| ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται. | and put the fear of man upon all flesh, and gave him dominion over beasts and fowls. |
|
5
|
|
| πολλὰ τοιαῦτα ἑώρακα ἐν ὀφθαλμοῖς μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοε τὸ οὖς μου. | |
|
6
|
6
|
| ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή. | Counsel, and a tongue, and eyes, ears, and a heart, gave he them to understand. |
|
7
|
7
|
| οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύϊ αὐτῶν· | Withal he filled them with the knowledge of understanding, and shewed them good and evil. |
|
8
|
8
|
| οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν· | He set his eye upon their hearts, that he might shew them the greatness of his works; |
|
9
|
|
| οὐκ ἠλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξῃρμένους ἐν ἁμαρτίαις αὐτῶν· | |
|
10
|
10
|
| καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν. | and they shall praise his holy name, that they may search out his marvellous works. |
|
11
|
11
|
| κἂν ᾖ εἷς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθωωθήσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτῷ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν. | Beside this he gave them knowledge, and the law of life for an heritage. |
|
12
|
12
|
| κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρίνει. | He made an everlasting covenant with them, and shewed them his judgments. |
|
13
|
13
|
| οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερήσῃ ὑπομονὴν εὐσεβοῦς. | Their eyes saw the majesty of his glory, and their ears heard his glorious voice. |
|
14
|
14
|
| πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει. [ | And he said unto them, Beware of all unrighteousness; and he gave every man commandment concerning his neighbour. |
|
15
|
15
|
| Κύριος ἐσκλήρυνε Φαραὼ μὴ εἰδέναι αὐτόν, ὅπως ἂν γνωσθῇ ἐνεργήματα αὐτοῦ τῇ ὑπ’ οὐρανόν. | Their ways are ever before him, and shall not be hid from his eyes. |
|
16
|
|
| πάσῃ τῇ κτίσει τὸ ἔλεος αὐτοῦ φανερόν, καὶ τὸ φῶς αὐτοῦ καὶ τὸ σκότος ἐμέρισε τῷ ἀδάμαντι]. | |
|
17
|
17
|
| μὴ εἴπῃς, ὅτι ἀπὸ Κυρίου κρυβήσομαι, μὴ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ γνωσθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει; | For in the division of the nations of the whole earth he set a ruler over every people; but Israel is the Lord's portion: |
|
18
|
|
| ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ. | |
|
19
|
19
|
| ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται, | Therefore all their works are as the sun before him, and his eyes are continually upon their ways. |
|
20
|
20
|
| καὶ ἐπ᾿ αὐτοῖς οὐ διανοηθήσεται καρδία· καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται; | None of their unrighteous deeds are hid from him, but all their sins are before the Lord. |
|
21
|
|
| καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις. | |
|
22
|
22
|
| ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη. | The alms of a man is as a signet with him, and he will keep the good deeds of man as the apple of the eye, and give repentance to his sons and daughters. |
|
23
|
23
|
| ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μωρά. | Afterwards he will rise up and reward them, and render their recompence upon their heads. |
|
24
|
24
|
| ῎Ακουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου. | But unto them that repent, he granted them return, and comforted those that failed in patience. |
|
25
|
25
|
| ἐκφανῶ ἐν σταθμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην. | Return unto the Lord, and forsake thy sins, make thy prayer before his face, and offend less. |
|
26
|
26
|
| ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπ᾿ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν. | Turn again to the most High, and turn away from iniquity: for he will lead thee out of darkness into the light of health, and hate thou abomination vehemently. |
|
27
|
27
|
| ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν· | Who shall praise the most High in the grave, instead of them which live and give thanks? |
|
28
|
28
|
| ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψε, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσι τοῦ ρήματος αὐτοῦ. | Thanksgiving perisheth from the dead, as from one that is not: the living and sound in heart shall praise the Lord. |
|
29
|
29
|
| καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ· | How great is the lovingkindness of the Lord our God, and his compassion unto such as turn unto him in holiness! |
|
30
|
30
|
| ψυχὴν παντὸς ζῴου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν. | For all things cannot be in men, because the son of man is not immortal. |
|
Κεφάλαιο 18
|
Chapter 18
|
|
1
|
1
|
| ΚΥΡΙΟΣ ἔκτισεν ἐκ γῆς ἄνθρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν. | He that liveth for ever created all things in general. |
|
2
|
2
|
| ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ᾿ αὐτῆς. | The Lord only is righteous. |
|
3
|
|
| καθ᾿ ἑαυτοὺς ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ᾿ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτοὺς | |
|
4
|
4
|
| καὶ ἔθηκε τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν. [ | To none hath he given power to declare his works; and who shall find out his noble acts? |
|
5
|
5
|
| ἔλαβον χρῆσιν τῶν πέντε τοῦ Κυρίου ἐνεργημάτων, ἕκτον δὲ νοῦν αὐτοῖς ἐδωρήσατο μερίζων καὶ τὸν ἕβδομον λόγον ἑρμηνέα τῶν ἐνεργημάτων αὐτοῦ]. | Who shall number the strength of his majesty? and who shall also tell out his mercies? |
|
6
|
6
|
| διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκε διανοεῖσθαι αὐτοῖς. | As for the wondrous works of the Lord, there may nothing be taken from them, neither may any thing be put unto them, neither can the ground of them be found out. |
|
7
|
7
|
| ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς. | When a man hath done, then he beginneth; and when he leaveth off, then he shall be doubtful. |
|
8
|
8
|
| ἔθηκε τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ, | What is man, and whereto serveth he; what is his good, and what is his evil? |
|
9
|
9
|
| καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν, | The number of a man's days at the most is an hundred years. |
|
10
|
10
|
| ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ. | As a drop of water unto the sea, and a gravel-stone in comparison of the sand; so are a thousand years to the days of eternity. |
|
11
|
11
|
| προσέθηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς. | Therefore is God patient with them, and poureth forth his mercy upon them. |
|
12
|
12
|
| διαθήκην αἰῶνος ἔστησε μετ᾿ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς. | He saw and perceived their end to be evil; therefore he multiplied his compassion. |
|
13
|
13
|
| μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσε τὸ οὖς αὐτῶν. | The mercy of man is toward his neighbour; but the mercy of the Lord is upon all flesh: he reproveth, and nurtureth, and teacheth, and bringeth again, as a shepherd his flock. |
|
14
|
14
|
| καὶ εἶπεν αὐτοῖς· προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον. | He hath mercy on them that receive discipline, and that diligently seek after his judgments. |
|
15
|
15
|
| αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διαπαντός, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. | My son, blemish not thy good deeds, neither use uncomfortable words when thou givest any thing. |
|
17
|
17
|
| ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ μερὶς Κυρίου ᾿Ισραήλ ἐστιν. | Lo, is not a word better than a gift? but both are with a gracious man. |
|
19
|
19
|
| ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν. | Learn before thou speak, and use physic or ever thou be sick. |
|
20
|
20
|
| οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ᾿ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου. | Before judgment examine thyself, and in the day of visitation thou shalt find mercy. |
|
22
|
22
|
| ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ᾿ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει. | Let nothing hinder thee to pay thy vow in due time, and defer not until death to be justified. |
|
23
|
23
|
| μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει· | Before thou prayest, prepare thyself; and be not as one that tempteth the Lord. |
|
24
|
24
|
| πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν. | Think upon the wrath that shall be at the end, and the time of vengeance, when he shall turn away his face. |
|
25
|
25
|
| ᾿Επίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα. | When thou hast enough, remember the time of hunger: and when thou art rich, think upon poverty and need. |
|
26
|
26
|
| ἐπάναγε ἐπὶ ῞Υψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας, καὶ σφόδρα μίσησον βδέλυγμα. | From the morning until the evening the time is changed, and all things are soon done before the Lord. |
|
27
|
27
|
| ῾Υψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν; | A wise man will fear in every thing, and in the day of sinning he will beware of offence: but a fool will not observe time. |
|
28
|
28
|
| ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον. | Every man of understanding knoweth wisdom, and will give praise unto him that found her. |
|
29
|
29
|
| ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ Κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ᾿ αὐτόν. | They that had understanding in sayings became also wise themselves, and poured forth exquisite parables. |
|
30
|
30
|
| οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. | Go not after thy lusts, but refrain thyself from thine appetites. |
|
31
|
31
|
| τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ πονηρὸς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα. | If thou givest thy soul the desires that please her, she will make thee a laughingstock to thine enemies that malign thee. |
|
32
|
32
|
| δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός. | Take not pleasure in much good cheer, neither be tied to the expence thereof. |
|
Κεφάλαιο 19
|
Chapter 19
|
|
1
|
1
|
| Ο ΖΩΝ εἰς τὸν αἰῶνα ἔκτισε τὰ πάντα κοινῇ· | A labouring man that is given to drunkenness shall not be rich: and he that contemneth small things shall fall by little and little. |
|
2
|
2
|
| Κύριος μόνος δικαιωθήσεται. [καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ | Wine and women will make men of understanding to fall away: and he that cleaveth to harlots will become impudent. |
|
3
|
3
|
| οἰακίζων τὸν κόσμον ἐν σπιθαμῇ χειρὸς αὐτοῦ, καὶ πάντα ὑπακούει τῷ θελήματι αὐτοῦ, αὐτὸς γὰρ βασιλεὺς πάντων ἐν κράτει αὐτοῦ, διαστέλλων ἐν αὐτοῖς ἅγια ἀπὸ βεβήλων]. | Moths and worms shall have him to heritage, and a bold man shall be taken away. |
|
4
|
4
|
| οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ· καὶ τίς ἐξιχνιάσει τὰ μεγαλεῖα αὐτοῦ; | He that is hasty to give credit is light-minded; and he that sinneth shall offend against his own soul. |
|
5
|
5
|
| κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ; | Whoso taketh pleasure in wickedness shall be condemned: |
|
6
|
6
|
| οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ Κυρίου· | but he that hateth babbling hath less of evil. |
|
7
|
7
|
| ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται, καὶ ὅταν παύσηται, τότε ἀπορηθήσεται. | Rehearse not unto another that which is told unto thee, and thou shalt fare never the worse. |
|
8
|
8
|
| τί ἄνθωπος καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ καὶ τί τὸ κακὸν αὐτοῦ; | Whether it be to friend or foe, talk not of other men's lives; and if thou canst not without offence, reveal them not. |
|
9
|
9
|
| ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν· | For he heard and observed thee, and when time cometh he will hate thee. |
|
10
|
10
|
| ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος. | If thou hast heard a word, let it die with thee; and be bold, it will not burst thee. |
|
11
|
11
|
| διὰ τοῦτο ἐμακροθύμησε Κύριος ἐπ᾿ αὐτοῖς καὶ ἐξέχεεν ἐπ᾿ αὐτοὺς τὸ ἔλεος αὐτοῦ. | A fool travaileth with a word, as a woman in labour of a child. |
|
12
|
12
|
| εἶδε καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά· διὰ τοῦτο ἐπλήθυνε τὸν ἐξιλασμὸν αὐτοῦ. | As an arrow that sticketh in a man's thigh, so is a word within a fool's belly. |
|
13
|
13
|
| ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. | Admonish a friend, it may be he hath not done it: and if he have done it, that he do it no more. |
|
14
|
14
|
| τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ. | Admonish thy friend, it may be he hath not said it: and if he have, that he speak it not again. |
|
15
|
15
|
| Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων. | Admonish a friend: for many times it is a slander, and believe not every tale. |
|
16
|
16
|
| οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις. | There is one that slippeth in his speech, but not from his heart; and who is he that hath not offended with his tongue? |
|
17
|
17
|
| οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. | Admonish thy neighbour before thou threaten him; and give place to the law of the most High. |
|
18
|
|
| μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς. | |
|
19
|
|
| πρὶν ἢ λαλῆσαι μάνθανε, καὶ πρὸ ἀρρωστίας θεραπεύου. | |
|
20
|
20
|
| πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν. | The fear of the Lord is all wisdom; and in all wisdom is the performance of the law. |
|
21
|
|
| πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν. | |
|
22
|
22
|
| μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι. | The knowledge of wickedness is not wisdom, neither at any time the counsel of sinners prudence. |
|
23
|
23
|
| πρὶν εὔξασθαι, ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν Κύριον. | There is a wickedness, and the same an abomination; and there is a fool wanting in wisdom. |
|
24
|
24
|
| μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. | He that hath small understanding, and feareth God, is better than one that hath much wisdom, and transgresseth the law of the most High. |
|
25
|
25
|
| μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. | There is an exquisite subtilty, and the same is unjust; and there is one that turneth aside to make judgment appear. |
|
26
|
26
|
| ἀπὸ πρωΐθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶ ταχινὰ ἔναντι Κυρίου. | There is a wicked man that hangeth down his head sadly; but inwardly he is full of deceit, |
|
27
|
27
|
| ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας. | casting down his countenance, and making as if he heard not: where he is not known, he will do thee a mischief before thou be aware. |
|
28
|
28
|
| πᾶς συνετὸς ἔγνω σοφίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν. | And if for want of power he be hindered from sinning, yet when he findeth opportunity he will do evil. |
|
29
|
29
|
| συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. ΕΓΚΡΑΤΕΙΑ ΨΥΧΗΣ.— | A man may be known by his look, and one that hath understanding by his countenance, when thou meetest him. |
|
30
|
30
|
| ᾿Οπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. | A man's attire, and excessive laughter, and gait, shew what he is. |
|
31
|
|
| ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου. | |
|
32
|
|
| μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μηδὲ προσδεθῇς συμβολῇ αὐτῆς. | |
|
33
|
|
| μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιπείῳ. | |
|
Κεφάλαιο 20
|
Chapter 20
|
|
1
|
1
|
| ΕΡΓΑΤΗΣ μέθυσος οὐ πλουτισθήσεται· ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται. | There is a reproof that is not comely: again, some man holdeth his tongue, and he is wise. |
|
2
|
2
|
| οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται· | It is much better to reprove, than to be angry secretly: |
|
3
|
3
|
| σῆτες καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται. | and he that confesseth his fault shall be preserved from hurt. |
|
4
|
4
|
| ῾Ο ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει. | As is the lust of an eunuch to deflower a virgin; so is he that executeth judgment with violence. |
|
5
|
5
|
| ὁ εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται, | There is one that keepeth silence, and is found wise: and another by much babbling becometh hateful. |
|
6
|
6
|
| καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ. | Some man holdeth his tongue, because he hath not to answer: and some keepeth silence, knowing his time. |
|
7
|
7
|
| μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ. | A wise man will hold his tongue till he see opportunity: but a babbler and a fool will regard no time. |
|
8
|
8
|
| ἐν φίλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἔστι σοι ἁμαρτία, μὴ ἀποκάλυπτε· | He that useth many words shall be abhorred; and he that taketh to himself authority therein shall be hated. |
|
9
|
9
|
| ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε. | There is a sinner that hath good success in evil things; and there is a gain that turneth to loss. |
|
10
|
10
|
| ἀκήκοας λόγον, συναποθανέτω σοι· θάρσει, οὐ μή σε ρήξει. | There is a gift that shall not profit thee; and there is a gift whose recompence is double. |
|
11
|
11
|
| ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. | There is an abasement because of glory; and there is that lifteth up his head from a low estate. |
|
12
|
12
|
| βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ. | There is that buyeth much for a little, and repayeth it sevenfold. |
|
13
|
13
|
| ῎Ελεγξον φίλον, μήποτε οὐκ ἐποίησε, καὶ εἴ τι ἐποίησε, μήποτε προσθῇ. | A wise man by his words maketh himself beloved: but the graces of fools shall be poured out. |
|
14
|
14
|
| ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπε, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ. | The gift of a fool shall do thee no good when thou hast it; neither yet of the envious for his necessity: for he looketh to receive many things for one. |
|
15
|
15
|
| ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή, καὶ μὴ παντὶ λόγῳ πίστευε. | He giveth little, and upbraideth much; he openeth his mouth like a crier; to-day he lendeth, and to-morrow will he ask it again: such an one is to be hated of God and man. |
|
16
|
16
|
| ἔστιν ὀλισθαίνων καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς οὐχ ἡμάρτησεν ἐν τῇ γλώσσῃ αὐτοῦ; | The fool saith, I have no friends, I have no thank for all my good deeds, and they that eat my bread speak evil of me. |
|
17
|
17
|
| ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι, καὶ δὸς τόπον νόμῳ ῾Υψίστου. [γινόμενος ἄμηνις. | How oft, and of how many shall he be laughed to scorn! |
|
18
|
18
|
| φόβος Κυρίου ἀρχὴ προσλήψεως, σοφία δὲ παρ’ αὐτοῦ ἀγάπησιν περιποιεῖ. | To slip upon a pavement is better than to slip with the tongue: so the fall of the wicked shall come speedily. |
|
19
|
19
|
| γνῶσις ἐντολῶν Κυρίου παιδεία ζωῆς, οἱ δὲ ποιοῦντες τὰ ἀρεστὰ αὐτῷ ἀθανασίας δένδρον καρποῦνται]. | An unseasonable tale will always be in the mouth of the unwise. |
|
20
|
20
|
| Πᾶσα σοφία φόβος Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου· [καὶ γνῶσις τῆς παντοδυναμίας αὐτοῦ. | A wise sentence shall be rejected when it cometh out of a fool's mouth; for he will not speak it in due season. |
|
21
|
21
|
| οἰκέτης λέγων τῷ δεσπότῃ· ὡς ἀρέσκει οὐ ποιήσω, ἐὰν μετὰ ταῦτα ποιήσῃ, παροργίζει τὸν τρέφοντα αὐτόν]. | There is that is hindered from sinning through want: and when he taketh rest, he shall not be troubled. |
|
22
|
22
|
| καὶ οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις. | There is that destroyeth his own soul through bashfulness, and by accepting of persons overthroweth himself. |
|
23
|
23
|
| ἔστι πονηρία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ. | There is that for bashfulness promiseth to his friend, and maketh him his enemy for nothing. |
|
24
|
24
|
| κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον. | A lie is a foul blot in a man, yet it is continually in the mouth of the untaught. |
|
25
|
25
|
| ἔστι πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα. | A thief is better than a man that is accustomed to lie: but they both shall have destruction to heritage. |
|
26
|
26
|
| ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου· | The disposition of a liar is dishonourable, and his shame is ever with him. |
|
27
|
27
|
| συγκύφων πρόσωπον καὶ ἑτεροκωφῶν, ὅπου οὐκ ἐπεγνώσθη, προφθάσει σε· | A wise man shall promote himself to honour with his words: and he that hath understanding will please great men. |
|
28
|
28
|
| καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρόν, κακοποιήσει. | He that tilleth his land shall increase his heap: and he that pleaseth great men shall get pardon for iniquity. |
|
29
|
29
|
| ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων. | Presents and gifts blind the eyes of the wise, and stop up his mouth that he cannot reprove. |
|
30
|
30
|
| στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγέλλει τὰ περὶ αὐτοῦ. | Wisdom that is hid, and treasure that is hoarded up, what profit is in them both? |
|
Κεφάλαιο 21
|
Chapter 21
|
|
1
|
1
|
| ΕΣΤΙΝ ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος. | My son, hast thou sinned? do so no more, but ask pardon for thy former sins. |
|
2
|
2
|
| ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι, καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται. | Flee from sin as from the face of a serpent: for if thou comest too near it, it will bite thee: the teeth thereof are as the teeth of a lion, slaying the souls of men. |
|
4
|
4
|
| ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα. | To terrify and do wrong will waste riches: thus the house of proud men shall be made desolate. |
|
5
|
5
|
| ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. | A prayer out of a poor man's mouth reacheth to the ears of God, and his judgment cometh speedily. |
|
6
|
6
|
| ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν εἰδὼς καιρόν. | He that hateth reproof is in the way of sinners: but he that feareth the Lord will repent from his heart. |
|
7
|
7
|
| ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν. | An eloquent man is known far and near; but a man of understanding knoweth when he slippeth. |
|
8
|
8
|
| ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται. | He that buildeth his house with other men's money is like one that gathereth himself stones for the tomb of his burial. |
|
9
|
9
|
| ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν. | The congregation of the wicked is like tow wrapped together: and the end of them is a flame of fire to destroy them. |
|
10
|
10
|
| ἔστι δόσις, ἣ οὐ λυσιτελήσει σοι, καὶ ἔστι δόσις, ἧς τὸ ἀνταπόδομα διπλοῦν. | The way of sinners is made plain with stones, but at the end thereof is the pit of hell. |
|
11
|
11
|
| ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ᾖρε κεφαλήν. | He that keepeth the law of the Lord getteth the understanding thereof: and the perfection of the fear of the Lord is wisdom. |
|
12
|
12
|
| ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον. | He that is not wise will not be taught: but there is a wisdom which multiplieth bitterness. |
|
13
|
13
|
| ὁ σοφὸς ἐν λόγῳ ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται. | The knowledge of a wise man shall abound like a flood: and his counsel is like a pure fountain of life. |
|
14
|
14
|
| δόσις ἄφρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ᾿ ἑνὸς πολλοί· | The inner parts of a fool are like a broken vessel, and he will hold no knowledge as long as he liveth. |
|
15
|
15
|
| ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ· σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει, μισητὸς ἄνθρωπος ὁ τοιοῦτος. | If a skilful man hear a wise word, he will commend it, and add unto it: but when one of no understanding heareth it, it displeaseth him, and he casteth it behind his back. |
|
16
|
16
|
| μωρὸς ἐρεῖ· οὐχ ὑπάρχει μοι φίλος, καὶ οὐκ ἔστι χάρις τοῖς ἀγαθοῖς μου· οἱ ἔσθοντες τὸν ἄρτον μου, φαῦλοι γλώσσῃ· | The talking of a fool is like a burden in the way: but grace shall be found in the lips of the wise. |
|
17
|
17
|
| ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ;— | They enquire at the mouth of the wise man in the congregation, and they shall ponder his words in their heart. |
|
18
|
18
|
| ᾿Ολίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει. | As a house that is destroyed, so is wisdom to a fool: and the knowledge of the unwise is as talk without sense. |
|
19
|
19
|
| ἄνθρωπος ἄχαρις, μῦθος ἄκαιρος· ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. | Doctrine unto fools is as fetters on the feet, and like manacles on the right hand. |
|
20
|
20
|
| ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή, οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς. | A fool lifteth up his voice with laughter; but a wise man doth scarce smile a little. |
|
21
|
21
|
| ῎Εστι κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται. | Learning is unto a wise man as an ornament of gold, and like a bracelet upon his right arm. |
|
22
|
22
|
| ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾿ αἰσχύνην, καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν. | A foolish man's foot is soon in his neighbour's house: but a man of experience is ashamed of him. |
|
23
|
23
|
| ἔστι χάριν αἰσχύνης ἐπαγγελόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν.— | A fool will peep in at the door into the house: but he that is well nurtured will stand without. |
|
24
|
24
|
| Μῶμος πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. | It is the rudeness of a man to hearken at the door: but a wise man will be grieved with the disgrace. |
|
25
|
25
|
| αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν. | The lips of talkers will be telling such things as pertain not unto them: but the words of such as have understanding are weighed in the balance. |
|
26
|
26
|
| ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ᾿ αὐτοῦ ἐνδελεχῶς. ΛΟΓΟΙ ΠΑΡΑΒΟΛΩΝ.— | The heart of fools is in their mouth: but the mouth of the wise is in their heart. |
|
27
|
27
|
| ῾Ο σοφὸς ἐν λόγοις προάξει ἑαυτόν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν. | When the ungodly curseth Satan, he curseth his own soul. |
|
28
|
28
|
| ὁ ἐργαζόμενος γῆν ἀνυψώσει θημωνίαν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν. | A whisperer defileth his own soul, and is hated wheresoever he dwelleth. |
|
29
|
|
| ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς. | |
|
30
|
|
| σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις; | |
|
31
|
|
| κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. | |
|
Κεφάλαιο 22
|
Chapter 22
|
|
1
|
1
|
| ΤΕΚΝΟΝ, ἥμαρτες, μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι. | A slothful man is compared to a filthy stone, and every one will hiss him out to his disgrace. |
|
2
|
2
|
| ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας, ἐὰν γὰρ προσέλθῃς, δήξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνθρώπων. | A slothful man is compared to the filth of a dunghill: every man that takes it up will shake his hand. |
|
3
|
3
|
| ὡς ρομφαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις. | An evil-nurtured son is the dishonour of his father that begat him: and a foolish daughter is born to his loss. |
|
4
|
4
|
| καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσι πλοῦτον· οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται. | A wise daughter shall bring an inheritance to her husband: but she that liveth dishonestly is her father's heaviness. |
|
5
|
5
|
| δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται. | She that is bold dishonoureth both her father and her husband, and they both shall despise her. |
|
6
|
6
|
| μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ. | A tale out of season is as music in mourning: but stripes and correction of wisdom are never out of time. |
|
7
|
|
| γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθαίνειν αὐτόν. | |
|
8
|
|
| ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις, ὡς ὁ συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα. | |
|
9
|
9
|
| στυππεῖον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός. | Whoso teacheth a fool is as one that glueth a potsherd together, and as he that waketh one from a sound sleep. |
|
10
|
10
|
| ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων, καὶ ἐπ᾿ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου. | He that telleth a tale to a fool speaketh to one in a slumber: when he hath told his tale, he will say, What is the matter? |
|
11
|
11
|
| ῾Ο φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, καὶ συντέλεια τοῦ φόβου Κυρίου σοφία. | Weep for the dead, for he hath lost the light: and weep for the fool, for he wanteth understanding: make little weeping for the dead, for he is at rest: but the life of the fool is worse than death. |
|
12
|
12
|
| οὐ παιδευθήσεται ὃς οὐκ ἔστι πανοῦργος· ἔστι πανουργία πληθύνουσα πικρίαν. | Seven days do men mourn for him that is dead; but for a fool and an ungodly man all the days of his life. |
|
13
|
13
|
| γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς. | Talk not much with a fool, and go not to him that hath no understanding: beware of him, lest thou have trouble, and thou shalt never be defiled with his fooleries: depart from him, and thou shalt find rest, and never be disquieted with madness. |
|
14
|
14
|
| ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει. | What is heavier than lead? and what is the name thereof, but a fool? |
|
15
|
15
|
| λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ᾿ αὐτὸν προσθήσει· ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ. | Sand, and salt, and a mass of iron, are easier to bear, than a man without understanding. |
|
16
|
16
|
| ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις. | As timber girt and bound together in a building cannot be loosed with shaking: so the heart that is stablished by advised counsel shall fear at no time. |
|
17
|
17
|
| στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ. | A heart settled upon a thought of understanding is as a fair plaistering on the wall of a gallery. |
|
18
|
18
|
| ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι. | Pales set on an high place will never stand against the wind: so a fearful heart in the imagination of a fool cannot stand against any fear. |
|
19
|
19
|
| πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς. | He that pricketh the eye will make tears to fall: and he that pricketh the heart maketh it to shew her knowledge. |
|
20
|
20
|
| μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει. | Whoso casteth a stone at the birds frayeth them away: and he that upbraideth his friend breaketh friendship. |
|
21
|
21
|
| ὡς κόσμος χρυσοῦ φρονίμῳ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ. | Though thou drewest a sword at thy friend, yet despair not: for there may be a returning to favour. |
|
22
|
22
|
| ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπὸ προσώπου. | If thou hast opened thy mouth against thy friend, fear not; for there may be a reconciliation: except for upbraiding, or pride, or disclosing of secrets, or a treacherous wound: for for these things every friend will depart. |
|
23
|
23
|
| ἄφρων ἀπὸ θύρας παρακύπτει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται. | Be faithful to thy neighbour in his poverty, that thou mayest rejoice in his prosperity: abide steadfast unto him in the time of his trouble, that thou mayest be heir with him in his heritage. |
|
24
|
24
|
| ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίᾳ. | As the vapour and smoke of a furnace goeth before the fire; so reviling before blood. |
|
25
|
25
|
| χείλη ἀλλοτρίων ἐν τούτοις βαρυνθήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται. | I will not be ashamed to defend a friend; neither will I hide myself from him; |
|
26
|
26
|
| ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, καρδία δὲ σοφῶν στόμα αὐτῶν. | and if any evil happen unto me by him, every one that heareth it will beware of him. |
|
27
|
27
|
| ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν. | Who shall set a watch before my mouth, and a seal of wisdom upon my lips, that I fall not suddenly by them, and that my tongue destroy me not? |
|
28
|
|
| μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται. | |
|
Κεφάλαιο 23
|
Chapter 23
|
|
1
|
1
|
| ΛΙΘῼ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ. | O Lord, Father and Governor of my life, leave me not to their counsels, and let me not fall by them. |
|
2
|
2
|
| βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα. | Who will set scourges over my thoughts, and the discipline of wisdom over mine heart? that they spare me not for mine ignorances, and it pass not by my sins: |
|
3
|
3
|
| αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ᾿ ἐλαττώσει γίνεται. | lest mine ignorances increase, and my sins abound to my destruction, and I fall before mine adversaries, and mine enemy rejoice over me, whose hope is far from thy mercy. |
|
4
|
4
|
| θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος· | O Lord, Father and God of my life, give me not a proud look. |
|
5
|
5
|
| πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται. | Turn away concupiscence from me. |
|
6
|
6
|
| Μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας. | Let not the greediness of the belly nor lust of the flesh take hold of me; and give me not over into an impudent mind. |
|
7
|
7
|
| συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέως ὕπνου. | Hear, O ye children, the discipline of the mouth: he that keepeth it shall never be taken in his lips. |
|
8
|
8
|
| διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ, τί ἐστιν; | The sinner shall be left in his foolishness: both the evil speaker and the proud shall fall thereby. |
|
11
|
11
|
| ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπε γὰρ φῶς, καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις. ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά. | A man that useth much swearing shall be filled with iniquity, and the plague shall never depart from his house: if he shall offend, his sin shall be upon him: and if he acknowledge not his sin, he maketh a double offence: and if he swear in vain, he shall not be innocent, but his house shall be full of calamities. |
|
12
|
12
|
| πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. | There is a word that is clothed about with death: God grant that it be not found in the heritage of Jacob; for all such things shall be far from the godly, and they shall not wallow in their sins. |
|
13
|
13
|
| μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον, καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξαι ἀπ᾿ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς, καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ᾿ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ. | Use not thy mouth to intemperate swearing, for therein is the word of sin. |
|
14
|
14
|
| ὑπὲρ μόλυβδον τί βαρυνθήσεται; καὶ τί αὐτῷ ὄνομα ἀλλ᾿ ἢ μωρός; | Remember thy father and thy mother, when thou sittest among great men. Be not forgetful before them, and so thou by thy custom become a fool, and wish that thou hadst not been born, and curse the day of thy nativity. |
|
15
|
15
|
| ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον.— | The man that is accustomed to opprobrious words will never be reformed all the days of his life. |
|
16
|
16
|
| ῾Ιμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει. | Two sorts of men multiply sin, and the third will bring wrath: a hot mind is as a burning fire, it will never be quenched till it be consumed: a fornicator in the body of his flesh will never cease till he hath kindled a fire. |
|
17
|
17
|
| καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ. | All bread is sweet to a whoremonger, he will not leave off till he die. |
|
18
|
18
|
| χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ. | A man that breaketh wedlock, saying thus in his heart, Who seeth me? I am compassed about with darkness, the walls cover me, and no body seeth me; what need I to fear? the most High will not remember my sins: |
|
19
|
19
|
| ῾Ο νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ ὁ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν. | such a man only feareth the eyes of men, and knoweth not that the eyes of the Lord are ten thousand times brighter than the sun, beholding all the ways of men, and considering the most secret parts. |
|
20
|
20
|
| βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν. | He knew all things ere ever they were created; so also after they were perfected he looked upon them all. |
|
21
|
21
|
| ἐπὶ φίλον ἐὰν σπάσῃς ρομφαίαν, μὴ ἀπελπίσῃς, ἔστι γὰρ ἐπάνοδος· | This man shall be punished in the streets of the city, and where he suspecteth not he shall be taken. |
|
22
|
22
|
| ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηθῇς, ἔστι γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος. | Thus shall it go also with the wife that leaveth her husband, and bringeth in an heir by another. |
|
23
|
23
|
| πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς· ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς. | For first, she hath disobeyed the law of the most High; and secondly, she hath trespassed against her own husband; and thirdly, she hath played the whore in adultery, and brought children by another man. |
|
24
|
24
|
| πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι. | She shall be brought out into the congregation, and inquisition shall be made of her children. |
|
25
|
25
|
| φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ. | Her children shall not take root, and her branches shall bring forth no fruit. |
|
26
|
26
|
| καὶ εἰ κακά μοι συμβῇ δι᾿ αὐτόν, πᾶς ὁ ἀκούων φυλάξεται ἀπ᾿ αὐτοῦ.— | She shall leave her memory to be cursed, and her reproach shall not be blotted out. |
|
27
|
27
|
| Τίς δώσει μοι ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγίδα πανοῦργον, ἵνα μὴ πέσω ἀπ᾿ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με; | And they that remain shall know that there is nothing better than the fear of the Lord, and that there is nothing sweeter than to take heed unto the commandments of the Lord. |
|
Κεφάλαιο 24
|
Chapter 24
|
|
1
|
1
|
| ΚΥΡΙΕ, πάτερ καὶ δέσποτα ζωῆς μου, μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν, μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς. | Wisdom shall praise herself, and shall glory in the midst of her people. |
|
2
|
2
|
| τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας, ἵνα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσωνται καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν, | In the congregation of the most High shall she open her mouth, and triumph before his power. |
|
3
|
3
|
| ὅπως μὴ πληθύνωσιν αἱ ἄγνοιαί μου καὶ αἱ ἁμαρτίαι μου πλεονάσωσι καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου; | I came out of the mouth of the most High, and covered the earth as a cloud. |
|
4
|
4
|
| Κύριε, πάτερ καὶ Θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν μὴ δῷς μοι | I dwelt in high places, and my throne is in a cloudy pillar. |
|
5
|
5
|
| καὶ ἐπιθυμίαν ἀπόστρεψον ἀπ᾿ ἐμοῦ· | I alone compassed the circuit of heaven, and walked in the bottom of the deep. |
|
6
|
6
|
| κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με, καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με. ΠΑΙΔΕΙΑ ΣΤΟΜΑΤΟΣ.— | In the waves of the sea, and in all the earth, and in every people and nation, I got a possession. |
|
7
|
7
|
| Παιδείαν στόματος ἀκούσατε, τέκνα, καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ. | With all these I sought rest: and in whose inheritance shall I abide? |
|
8
|
8
|
| ἐν τοῖς χείλεσιν αὐτοῦ καταληφθήσεται ἁμαρτωλός, καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς. | So the Creator of all things gave me a commandment, and he that made me caused my tabernacle to rest, and said, Let thy dwelling be in Jacob, and thine inheritance in Israel. |
|
9
|
9
|
| ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς· | He created me from the beginning before the world, and I shall never fail. |
|
10
|
10
|
| ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διαπαντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ. | In the holy tabernacle I served before him; and so was I established in Sion. |
|
11
|
11
|
| ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ· ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπ᾿ αὐτῷ, κἂν ὑπερίδῃ, ἥμαρτε δισσῶς· καὶ εἰ διακενῆς ὤμοσεν, οὐ δικαιωθήσεται, πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ.— | Likewise in the beloved city he gave me rest, and in Jerusalem was my power. |
|
12
|
12
|
| ῎Εστι λέξις ἀντιπεριβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ ᾿Ιακώβ· ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται. | And I took root in an honourable people, even in the portion of the Lord's inheritance. |
|
13
|
13
|
| ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεθίσῃς τὸ στόμα σου, ἔστι γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας. | I was exalted like a cedar in Libanus, and as a cypress tree upon the mountains of Hermon. |
|
14
|
14
|
| μνήσθητι πατρὸς καὶ μητρός σου, ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύεις· μήποτ᾿ ἐπιλάθῃ ἐνώπιον αὐτῶν καὶ τῷ ἐθισμῷ σου μωρανθῇς καὶ θελήσεις εἰ μὴ ἐγεννήθης καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ. | I was exalted like a palm tree on the sea shore, and as a rose plant in Jericho, as a fair olive tree in a plain, and grew up as a plane tree. |
|
15
|
15
|
| ἄνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ. | I gave a sweet smell like cinnamon and aspalathus, and I yielded a pleasant odour like the best myrrh, as galbanum, and onyx, and sweet storax, and as the fume of frankincense in the tabernacle. |
|
16
|
16
|
| Δύο εἴδη πληθύνουσιν ἁμαρτίας, καὶ τὸ τρίτον ἐπάξει ὀργήν· | As the turpentine tree I stretched out my branches, and my branches are the branches of honour and grace. |
|
17
|
17
|
| ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ· ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ· ἀνθρώπω πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ. | As the vine brought I forth pleasant savour, and my flowers are the fruit of honour and riches. |
|
18
|
|
| ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, λέγων ἐν τῇ ψυχῇ αὐτοῦ· τίς με ὁρᾷ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐθείς με ὁρᾷ· τί εὐλαβοῦμαι; τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ῞Υψιστος. | |
|
19
|
19
|
| καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι, ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη. | Come unto me, all ye that be desirous of me, and fill yourselves with my fruits. |
|
20
|
20
|
| πρὶν ἢ κτισθῆναι τὰ πάντα, ἔγνωσται αὐτῷ, οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι. | For my memorial is sweeter than honey, and mine inheritance than the honeycomb. |
|
21
|
21
|
| οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται, καὶ οὗ οὐχ ὑπενόησεν πιασθήσεται.— | They that eat me shall yet be hungry, and they that drink me shall yet be thirsty. |
|
22
|
22
|
| Οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου· | He that obeyeth me shall never be confounded, and they that work by me shall not do amiss. |
|
23
|
23
|
| πρῶτον μὲν γὰρ ἐν νόμῳ ῾Υψίστου ἠπείθησε, καὶ δεύτερον εἰς ἄνδρα ἑαυτῆς ἐπλημμέλησε, καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη, ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν. | All these things are the book of the covenant of the most high God, even the law which Moses commanded for an heritage unto the congregations of Jacob. |
|
24
|
|
| αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται, καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται. | |
|
25
|
25
|
| οὐ διαδώσουσι τὰ τέκνα αὐτῆς εἰς ρίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐ δώσουσι καρπόν. | He filleth all things with his wisdom, as Phison and as Tigris in the time of the new fruits. |
|
26
|
26
|
| καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς, καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται. | He maketh the understanding to abound like Euphrates, and as Jordan in the time of the harvest. |
|
27
|
27
|
| καὶ ἐπιγνώσονται οἱ καταλειφθέντες ὅτι οὐθὲν κρεῖττον φόβου Κυρίου καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου. | He maketh the doctrine of knowledge appear as the light, and as Geon in the time of vintage. |
|
Κεφάλαιο 25
|
Chapter 25
|
|
1
|
1
|
| ΑΙΝΕΣΙΣ ΣΟΦΙΑΣ.— ῾Η σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται. | In three things I was beautified, and stood up beautiful both before God and men: the unity of brethren, the love of neighbours, a man and a wife that agree together. |
|
2
|
2
|
| ἐν ἐκκλησίᾳ ῾Υψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται· | Three sorts of men my soul hateth, and I am greatly offended at their life: a poor man that is proud, a rich man that is a liar, and an old adulterer that doateth. |
|
3
|
3
|
| ἐγὼ ἀπὸ στόματος ῾Υψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· | If thou hast gathered nothing in thy youth, how canst thou find any thing in thine age? |
|
4
|
4
|
| ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· | O how comely a thing is judgment for grey hairs, and for ancient men to know counsel! |
|
5
|
5
|
| γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα· | O how comely is the wisdom of old men, and understanding and counsel to men of honour! |
|
6
|
6
|
| ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην. | Much experience is the crown of old men, and the fear of God is their glory. |
|
7
|
7
|
| μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι. | There be nine things which I have judged in mine heart to be happy, and the tenth I will utter with my tongue: A man that hath joy of his children; and he that liveth to see the fall of his enemy. |
|
8
|
8
|
| τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον καὶ ἐν ᾿Ισραὴλ κατακληρονομήθητι. | Well is he that dwelleth with a wife of understanding, and that hath not slipped with his tongue, and that hath not served a man more unworthy than himself. |
|
9
|
9
|
| πρὸ τοῦ αἰῶνος ἀπ᾿ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. | Well is he that hath found prudence, and he that speaketh in the ears of them that will hear: |
|
10
|
10
|
| ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην· | O how great is he that findeth wisdom! yet there is none above him that feareth the Lord. |
|
11
|
11
|
| ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν ῾Ιερουσαλὴμ ἡ ἐξουσία μου· | But the love of the Lord passeth all things for illumination: he that holdeth it, whereto shall he be likened? |
|
12
|
|
| καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ. | |
|
13
|
13
|
| ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών· | Give me any plague, but the plague of the heart: and any wickedness, but the wickedness of a woman: |
|
14
|
14
|
| ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν ῾Ιεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος. | and any affliction, but the affliction from them that hate me: and any revenge, but the revenge of enemies. |
|
15
|
15
|
| ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. | There is no head above the head of a serpent; and there is no wrath above the wrath of an enemy. |
|
16
|
16
|
| ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος. | I had rather dwell with a lion and a dragon, than to keep house with a wicked woman. |
|
17
|
17
|
| ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. [ | The wickedness of a woman changeth her face, and darkeneth her countenance like sackcloth. |
|
18
|
18
|
| ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶ τῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου, ἀειγενὴς τοῖς λεγομένοις ὑπ’ αὐτοῦ]. | Her husband shall sit among his neighbours; and when he heareth it shall sigh bitterly. |
|
19
|
19
|
| προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε· | All wickedness is but little to the wickedness of a woman; let the portion of a sinner fall upon her. |
|
20
|
20
|
| τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον. | As the climbing up a sandy way is to the feet of the aged, so is a wife full of words to a quiet man. |
|
21
|
21
|
| οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. | Stumble not at the beauty of a woman, and desire her not for pleasure. |
|
22
|
22
|
| ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι. | A woman, if she maintain her husband, is full of anger, impudence, and much reproach. |
|
23
|
23
|
| ταῦτα πάντα βίβλος διαθήκης Θεοῦ ῾Υψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς ᾿Ιακώβ. [ | A wicked woman abateth the courage, maketh an heavy countenance and a wounded heart: a woman that will not comfort her husband in distress maketh weak hands and feeble knees. |
|
24
|
24
|
| μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲ πρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρ Θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ]. | Of the woman came the beginning of sin, and through her we all die. |
|
25
|
25
|
| ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων, | Give the water no passage; neither a wicked woman liberty to gad abroad. |
|
26
|
26
|
| ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ, | If she go not as thou wouldest have her, cut her off from thy flesh, and give her a bill of divorce, and let her go. |
|
27
|
|
| ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ. | |
|
28
|
|
| οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· | |
|
29
|
|
| ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης. | |
|
30
|
|
| κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον· | |
|
31
|
|
| εἶπα· ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν. | |
|
32
|
|
| ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν· | |
|
33
|
|
| ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων. | |
|
34
|
|
| ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν. | |
|
Κεφάλαιο 26
|
Chapter 26
|
|
1
|
1
|
| ΕΝ τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι. | Blessed is the man that hath a virtuous wife, for the number of his days shall be double. |
|
2
|
2
|
| τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.— | A virtuous woman rejoiceth her husband, and he shall fulfil the years of his life in peace. |
|
3
|
3
|
| ᾿Εν νεότητι οὐ συναγήοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου; | A good wife is a good portion, which shall be given in the portion of them that fear the Lord. |
|
4
|
4
|
| ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. | Whether a man be rich or poor, if he have a good heart toward the Lord, he shall at all times rejoice with a cheerful countenance. |
|
5
|
5
|
| ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. | There be three things that mine heart feareth; and for the fourth I was sore afraid: the slander of a city, the gathering together of an unruly multitude, and a false accusation: all these are worse than death. |
|
6
|
6
|
| στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.— | But a grief of heart and sorrow is a woman that is jealous over another woman, and a scourge of the tongue which communicateth with all. |
|
7
|
7
|
| ᾿Εννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν· | An evil wife is a yoke shaken to and fro: he that hath hold of her is as though he held a scorpion. |
|
8
|
8
|
| μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ· | A drunken woman and a gadder abroad causeth great anger, and she will not cover her own shame. |
|
9
|
9
|
| μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων· | The whoredom of a woman may be known in her haughty looks and eyelids. |
|
10
|
10
|
| ὡς μέγας ὁ εὑρὼν σοφίαν· ἀλλ᾿ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον· | If thy daughter be shameless, keep her in straitly, lest she abuse herself through overmuch liberty. |
|
11
|
11
|
| φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται; [ | Watch over an impudent eye: and marvel not if she trespass against thee. |
|
12
|
12
|
| φόβος Κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ, πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ]. | She will open her mouth, as a thirsty traveller when he hath found a fountain, and drink of every water near her: by every hedge will she sit down, and open her quiver against every arrow. |
|
13
|
13
|
| Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός· | The grace of a wife delighteth her husband, and her discretion will fatten his bones. |
|
14
|
14
|
| πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν. | A silent and loving woman is a gift of the Lord; and there is nothing so much worth as a mind well instructed. |
|
15
|
15
|
| οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ. | A shamefaced and faithful woman is a double grace, and her continent mind cannot be valued. |
|
16
|
16
|
| συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. | As the sun when it ariseth in the high heaven; so is the beauty of a good wife in the ordering of her house. |
|
17
|
17
|
| πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος. | As the clear light is upon the holy candlestick: so is the beauty of the face in ripe age. |
|
18
|
18
|
| ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ ἀκούσας ἀνεστέναξε πικρά. | As the golden pillars are upon the sockets of silver; so are the fair feet with a constant heart. |
|
19
|
|
| μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ. | |
|
20
|
|
| ἀνάβασις ἀμμώδης ἐν ποσὶ πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. | |
|
21
|
|
| μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς. | |
|
22
|
|
| ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. | |
|
23
|
|
| καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς. | |
|
24
|
|
| ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι᾿ αὐτὴν ἀποθνήσκομεν πάντες. | |
|
25
|
|
| μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ ἐξουσίαν. | |
|
26
|
|
| εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν. | |
|
Κεφάλαιο 27
|
Chapter 27
|
|
1
|
1
|
| ΓΥΝΑΙΚΟΣ ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. | Many have sinned for a small matter; and he that seeketh for abundance will turn his eyes away. |
|
2
|
2
|
| γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. | As a nail sticketh fast between the joinings of the stones; so doth sin stick close between buying and selling. |
|
3
|
3
|
| γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται. | Unless a man hold himself diligently in the fear of the Lord, his house shall soon be overthrown. |
|
4
|
4
|
| πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν. | As when one sifteth with a sieve, the refuse remaineth; so the filth of man in his talk. |
|
5
|
5
|
| ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά. | The furnace proveth the potter's vessels; so the trial of man is in his reasoning. |
|
6
|
6
|
| ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα. | The fruit declareth if the tree have been dressed; so is the utterance of a conceit in the heart of man. |
|
7
|
7
|
| βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου. | Praise no man before thou hearest him speak; for this is the trial of men. |
|
8
|
8
|
| ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει. | If thou followest righteousness, thou shalt obtain her, and put her on, as a glorious long robe. |
|
9
|
9
|
| πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. | The birds will resort unto their like; so will truth return unto them that practise in her. |
|
10
|
10
|
| ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται. | As the lion lieth in wait for the prey; so sin for them that work iniquity. |
|
11
|
11
|
| ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ· | The discourse of a godly man is always with wisdom; but a fool changeth as the moon. |
|
12
|
12
|
| ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν. | If thou be among the indiscreet, observe the time; but be continually among men of understanding. |
|
13
|
13
|
| χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς. | The discourse of fools is irksome, and their sport is the wantonness of sin. |
|
14
|
14
|
| δόσις Κυρίου γυνὴ σιγηρά, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς. | The talk of him that sweareth much maketh the hair stand upright; and their brawls make one stop his ears. |
|
15
|
15
|
| χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, καὶ οὐκ ἔστι σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς. | The strife of the proud is bloodshedding, and their revilings are grievous to the ear. |
|
16
|
16
|
| ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς. | Whoso discovereth secrets loseth his credit; and shall never find friend to his mind. |
|
17
|
17
|
| λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ. | Love thy friend, and be faithful unto him: but if thou betrayest his secrets, follow no more after him. |
|
18
|
18
|
| στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς. [ | For as a man hath destroyed his enemy; so hast thou lost the love of thy neighbour. |
|
19
|
19
|
| Τέκνον, ἀκμὴν ἡλικίας σου συντήρησον ὑγιῆ, καὶ μὴ δῷς ἀλλοτρίοις τὴν ἰσχύν σου. | As one that letteth a bird go out of his hand, so hast thou let thy neighbour go, and shalt not get him again. |
|
20
|
20
|
| ἀναζητήσας παντὸς πεδίου εὔγειον κλῆρον σπεῖρε τὰ ἴδια σπέρματα πεποιθὼς τῇ εὐγενείᾳ σου· | Follow after him no more, for he is too far off; he is as a roe escaped out of the snare. |
|
21
|
21
|
| οὕτως τὰ γενήματά σου περιόντα καὶ παρρησίαν εὐγενείας ἔχοντα μεγαλυνοῦσι. | As for a wound, it may be bound up; and after reviling there may be reconcilement: but he that betrayeth secrets is without hope. |
|
22
|
22
|
| γυνὴ μισθία ἴση σιάλῳ λογισθήσεται, ὕπανδρος δὲ πύργος θανάτου τοῖς χρωμένοις λογισθήσεται. | He that winketh with the eyes worketh evil: and he that knoweth him will depart from him. |
|
23
|
23
|
| γυνὴ ἀσεβὴς ἀνόμῳ μερὶς δοθήσεται, εὐσεβὴς δὲ δίδοται τῷ φοβουμένῳ τὸν Κύριον. | When thou art present, he will speak sweetly, and will admire thy words: but at the last he will writhe his mouth, and slander thy sayings. |
|
24
|
24
|
| γυνὴ ἀσχήμων ἀτιμίαν κατατρίψει, θυγάτηρ δὲ εὐσχήμων καὶ τὸν ἄνδρα ἐντραπήσεται. | I have hated many things, but nothing like him; for the Lord will hate him. |
|
25
|
25
|
| γυνὴ ἀδιάτρεπτος ὡς κύων λογισθήσεται, ἡ δὲ ἔχουσα αἰσχύνην τὸν Κύριον φοβηθήσεται. | Whoso casteth a stone on high casteth it on his own head; and a deceitful stroke shall make wounds. |
|
26
|
26
|
| γυνὴ ἄνδρα ἴδιον τιμῶσα σοφὴ πᾶσι φανήσεται, ἀτιμάζουσα δὲ ἐν ὑπερηφανίᾳ ἀσεβὴς πᾶσι γνωσθήσεται. γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, ὁ γὰρ ἀριθμὸς τῶν ἐτῶν αὐτοῦ διπλάσιος ἔσται. | Whoso diggeth a pit shall fall therein: and he that setteth a trap shall be taken therein. |
|
27
|
27
|
| γυνὴ μεγαλόφωνος καὶ γλωσσώδης ὡς σάλπιγξ πολέμων εἰς τροπὴν θεωρηθήσεται, ἀνθρώπου δὲ παντὸς ψυχὴ ὁμοιότροπος τούτοις, πολέμου ἀκαταστασίαις τὴν ψυχὴν διαιτηθήσεται].— | He that worketh mischief, it shall fall upon him, and he shall not know whence it cometh. |
|
28
|
28
|
| ᾿Επὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν, ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν· ὁ Κύριος ἑτοιμάσει εἰς ρομφαίαν αὐτόν. | Mockery and reproach are from the proud; but vengeance, as a lion, shall lie in wait for him. |
|
29
|
29
|
| Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ ἁμαρτίας. | They that rejoice at the fall of the righteous shall be taken in the snare; and anguish shall consume them before they die. |
|
Κεφάλαιο 28
|
Chapter 28
|
|
1
|
1
|
| ΧΑΡΙΝ διαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν. | He that revengeth shall find vengeance from the Lord, and he will surely keep his sins in remembrance. |
|
2
|
2
|
| ἀναμέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος, καὶ ἀναμέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία. | Forgive thy neighbour the hurt that he hath done unto thee, so shall thy sins also be forgiven when thou prayest. |
|
3
|
3
|
| ἐὰν μὴ ἐν φόβῳ Κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος. | One man beareth hatred against another, and doth he seek pardon from the Lord? |
|
4
|
4
|
| ᾿Εν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ. | He sheweth no mercy to a man, which is like himself: and doth he ask forgiveness of his own sins? |
|
5
|
5
|
| σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ. | If he that is but flesh nourish hatred, who will intreat for pardon of his sins? |
|
6
|
6
|
| γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου. | Remember thy end, and let thy enmity cease; remember corruption and death, and abide in the commandments. |
|
7
|
7
|
| πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.— | Remember the commandments, and bear no malice to thy neighbour: remember the covenant of the Highest, and wink at ignorance. |
|
8
|
8
|
| ᾿Εὰν διώκῃς τὸ δίκαιον, καταλήψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης. | Abstain from strife, and thou shalt diminish thy sins: for a furious man will kindle strife. |
|
9
|
9
|
| πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει. | A sinful man disquieteth friends, and maketh debate among them that be at peace. |
|
10
|
10
|
| λέων θήραν ἐνεδρεύει, οὕτως ἁμαρτίαι ἐργαζομένους ἄδικα. | As the matter of the fire is, so it burneth: and as a man's strength is, so is his wrath; and according to his riches his anger riseth; and the stronger they are which contend, the more they will be inflamed. |
|
11
|
11
|
| διήγησις εὐσεβοῦς διαπαντὸς σοφία, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. | An hasty contention kindleth a fire: and an hasty fighting sheddeth blood. |
|
12
|
12
|
| εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. | If thou blow the spark, it shall burn: if thou spit upon it, it shall be quenched: and both these come out of thy mouth. |
|
13
|
13
|
| διήγησις μωρῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας. | Curse the whisperer and double-tongued: for such have destroyed many that were at peace. |
|
14
|
14
|
| λαλιὰ πολυόρκου ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων. | A backbiting tongue hath disquieted many, and driven them from nation to nation: strong cities hath it pulled down, and overthrown the houses of great men. |
|
15
|
15
|
| ἔκχυσις αἵματος μάχη ὑπερηφάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.— | A backbiting tongue hath cast out virtuous women, and deprived them of their labours. |
|
16
|
16
|
| ῾Ο ἀποκαλύπτων μυστήρια ἀπώλεσε πίστιν, καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ. | Whoso hearkeneth unto it shall never find rest, and never dwell quietly. |
|
17
|
17
|
| στέρξον φίλον καὶ πιστώθητι μετ᾿ αὐτοῦ· ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ. | The stroke of the whip maketh marks in the flesh: but the stroke of the tongue breaketh the bones. |
|
18
|
18
|
| καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ, οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον· | Many have fallen by the edge of the sword: but not so many as have fallen by the tongue. |
|
19
|
19
|
| καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας, οὕτως ἀφῆκας τὸν πλησίον καὶ οὐ θηρεύσεις αὐτόν. | Well is he that is defended from it, and hath not passed through the venom thereof, who hath not drawn the yoke thereof, nor hath been bound in her bands. |
|
20
|
20
|
| μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος. | For the yoke thereof is a yoke of iron, and the bands thereof are bands of brass. |
|
21
|
21
|
| ὅτι τραῦμά ἐστι καταδῆσαι καὶ λοιδορίας ἐστὶ διαλλαγή, ὁ δὲ ἀποκαλύψας μυστήρια ἀπήλπισεν.— | The death thereof is an evil death, the grave were better than it. |
|
22
|
22
|
| Διανεύων ὀφθαλμῷ τεκταίνει κακά, καὶ οὐδεὶς αὐτὸν ἀποστήσει ἀπ᾿ αὐτοῦ· | It shall not have rule over them that fear God, neither shall they be burned with the flame thereof. |
|
23
|
23
|
| ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ στόμα σου, καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. | Such as forsake the Lord shall fall into it; and it shall burn in them, and not be quenched; it shall be sent upon them as a lion, and devour them as a leopard. |
|
24
|
24
|
| πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ Κύριος μισήσει αὐτόν. | Look that thou hedge thy possession about with thorns, and bind up thy silver and gold, |
|
25
|
25
|
| ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διελεῖ τραύματα. | and weigh thy words in a balance, and make a door and bar for thy mouth. |
|
26
|
26
|
| ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται. | Beware thou slide not by it, lest thou fall before him that lieth in wait. |
|
27
|
|
| ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει αὐτῷ. | |
|
28
|
|
| ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν. | |
|
29
|
|
| παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν. | |
|
30
|
|
| Μῆνις καὶ ὀργὴ καὶ ταῦτά ἐστι βδελύγματα καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν. | |
|
Κεφάλαιο 29
|
Chapter 29
|
|
1
|
1
|
| Ο ΕΚΔΙΚΩΝ παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει. | He that is merciful will lend unto his neighbour; and he that strengtheneth his hand keepeth the commandments. |
|
2
|
2
|
| ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται. | Lend to thy neighbour in time of his need, and pay thou thy neighbour again in due season. |
|
3
|
3
|
| ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν; | Keep thy word, and deal faithfully with him, and thou shalt always find the thing that is necessary for thee. |
|
4
|
4
|
| ἐπ᾿ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; | Many, when a thing was lent them, reckoned it to be found, and put them to trouble that helped them. |
|
5
|
5
|
| αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; | Till he hath received, he will kiss a man's hand; and for his neighbour's money he will speak submissively: but when he should repay, he will prolong the time, and return words of grief, and complain of the time. |
|
6
|
6
|
| μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς. | If he prevail, he shall hardly receive the half, and he will count as if he had found it: if not, he hath deprived him of his money, and he hath gotten him an enemy without cause: he payeth him with cursings and railings; and for honour he will pay him disgrace. |
|
7
|
7
|
| μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκην ῾Υψίστου καὶ πάριδε ἄγνοιαν. | Many therefore have refused to lend for other men's ill dealing, fearing to be defrauded. |
|
8
|
8
|
| ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην, | Yet have thou patience with a man in poor estate, and delay not to shew him mercy. |
|
9
|
9
|
| καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβάλλει διαβολήν. | Help the poor for the commandment's sake, and turn him not away because of his poverty. |
|
10
|
10
|
| κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, καὶ κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήσεται. | Lose thy money for thy brother and thy friend, and let it not rust under a stone to be lost. |
|
11
|
11
|
| ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα. | Lay up thy treasure according to the commandments of the most High, and it shall bring thee more profit than gold. |
|
12
|
12
|
| ἐὰν φυσήσῃς εἰς σπινθῆρα, ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπ᾿ αὐτόν, σβεσθήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται. | Shut up alms in thy storehouses: and it shall deliver thee from all affliction. |
|
13
|
13
|
| Ψίθυρον καὶ δίγλωσσον καταράσασθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν. | It shall fight for thee against thine enemies better than a mighty shield and strong spear. |
|
14
|
14
|
| γλῶσσα τρίτη πολλοὺς ἐσάλευσε καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλε καὶ οἰκίας μεγιστάνων κατέστρεψε. | An honest man is surety for his neighbour: but he that is impudent will forsake him. |
|
15
|
15
|
| γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλε καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν. | Forget not the friendship of thy surety, for he hath given his life for thee. |
|
16
|
16
|
| ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μεθ᾿ ἡσυχίας. | A sinner will overthrow the good estate of his surety: |
|
17
|
17
|
| πληγὴ μάστιγος ποιεῖ μώλωπας, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. | and he that is of an unthankful mind will leave him in danger that delivered him. |
|
18
|
18
|
| πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν. | Suretyship hath undone many of good estate, and shaken them as a wave of the sea: mighty men hath it driven from their houses, so that they wandered among strange nations. |
|
19
|
19
|
| μακάριος ὁ σκεπασθεὶς ἀπ᾿ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσε τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη· | A wicked man transgressing the commandments of the Lord shall fall into suretyship: and he that undertaketh and followeth other men's business for gain shall fall into suits. |
|
20
|
20
|
| ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκεοι. | Help thy neighbour according to thy power, and beware that thou thyself fall not into the same. |
|
21
|
21
|
| θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς. 22οὐ μὴ κρατήσει εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται. | The chief thing for life is water, and bread, and clothing, and a house to cover shame. |
|
23
|
23
|
| οἱ καταλείποντες Κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐξαποσταλήσεται ἐπ᾿ αὐτοῖς ὡς λέων, καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς. | Be it little or much, hold thee contented, |
|
24
|
24
|
| ἴδε περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον· | for it is a miserable life to go from house to house: for where thou art a stranger, thou darest not open thy mouth. |
|
25
|
25
|
| καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν, καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν. | Thou shalt entertain, and feast, and have no thanks: moreover thou shalt hear bitter words: |
|
26
|
26
|
| πρόσεχε μήπως ὀλισθήσῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος. | Come, thou stranger, and furnish a table, and feed me of that thou hast ready. |
|
Κεφάλαιο 30
|
Chapter 30
|
|
1
|
1
|
| Ο ΠΟΙΩΝ ἔλεος δανειεῖ τῷ πλησίον, καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς. | He that loveth his son causeth him oft to feel the rod, that he may have joy of him in the end. |
|
2
|
2
|
| δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν· | He that chastiseth his son shall have joy in him, and shall rejoice of him among his acquaintance. |
|
3
|
3
|
| στερέωσον λόγον καὶ πιστώθητι μετ᾿ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου. | He that teacheth his son grieveth the enemy: and before his friends he shall rejoice of him. |
|
4
|
4
|
| πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον πόνον τοῖς βοηθήσασιν αὐτοῖς. | Though his father die, yet he is as though he were not dead: for he hath left one behind him that is like himself. |
|
5
|
5
|
| ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν· καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται. | While he lived, he saw and rejoiced in him: and when he died, he was not sorrowful. |
|
6
|
6
|
| ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν. | He left behind him an avenger against his enemies, and one that shall requite kindness to his friends. |
|
7
|
7
|
| πολλοὶ οὖν χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν. | He that maketh too much of his son shall bind up his wounds; and his bowels will be troubled at every cry. |
|
8
|
8
|
| πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ᾿ ἐλεημοσύνην μὴ παρελκύσῃς αὐτόν. | An horse not broken becometh headstrong: and a child left to himself will be wilful. |
|
9
|
9
|
| χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν. | Cocker thy child, and he shall make thee afraid: play with him, and he will bring thee to heaviness. |
|
10
|
10
|
| ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν. | Laugh not with him, lest thou have sorrow with him, and lest thou gnash thy teeth in the end. |
|
11
|
11
|
| θὲς τὸν θησαυρόν σου κατ᾿ ἐντολὰς ῾Υψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον. | Give him not liberty in youth. |
|
12
|
12
|
| σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως· | Beat his sides while he is still young, lest becoming stubborn, he disobey thee. |
|
13
|
13
|
| ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ. | Train up thy son, and exercise him with work, lest by thy looseness thou stumble. |
|
14
|
14
|
| ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλήψει αὐτόν. | Better is the poor, being sound and strong of constitution, than a rich man that is afflicted in his body. |
|
15
|
15
|
| Χάριτας ἐγγύου μὴ ἐπιλάθῃ, ἔδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ. | Health and good estate of body are above all gold, and a strong body above infinite wealth. |
|
16
|
16
|
| ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ρυσάμενον. | There is no riches above a sound body, and no joy above the joy of the heart. |
|
17
|
17
|
| ἐγγύη πολλοὺς ἀπώλεσε κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· ἄνδρας δυνατοὺς ἀπῴκισε καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις. | Death is better than a bitter life or continual sickness. |
|
19
|
19
|
| ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις. | What good doeth the offering unto an idol? for neither can it eat nor smell: so is he that is persecuted of the Lord. |
|
20
|
20
|
| ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.— | He seeth with his eyes and groaneth, as an eunuch that embraceth a virgin and sigheth. |
|
21
|
21
|
| ᾿Αρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἶκος καλύπτων ἀσχημοσύνην. | Give not over thy mind to heaviness, and afflict not thyself in thine own counsel. |
|
22
|
22
|
| κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις. | The gladness of the heart is the life of man, and the joyfulness of a man prolongeth his days. |
|
23
|
23
|
| ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε, καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς. | Love thine own soul, and comfort thy heart, remove sorrow far from thee: for sorrow hath killed many, and there is no profit therein. |
|
24
|
24
|
| ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσεις, οὐκ ἀνοίξει στόμα. | Envy and wrath shorten the life, and carefulness bringeth age before the time. |
|
25
|
25
|
| ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ· | I awaked up last of all, as one that gathereth after the grape-gatherers: by the blessing of the Lord I profited, |
|
26
|
26
|
| πάρελθε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἴτι ἐν τῇ χειρί σου, ψώμισόν με. | and filled my winepress like a gatherer of grapes. Consider that I laboured not for myself only, but for all them that seek learning. |
|
27
|
27
|
| ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης, ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς οἰκίας. | Hear me, O ye great men of the people, and hearken with your ears, ye rulers of the congregation. |
|
28
|
28
|
| βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ. | Give not thy son and wife, thy brother and friend, power over thee while thou livest, and give not thy goods to another, lest it repent thee, and thou intreat for the same again. |
|
Κεφάλαιο 31
|
Chapter 31
|
|
1
|
1
|
| ΠΕΡΙ ΤΕΚΝΩΝ.— ῾Ο ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπ᾿ ἐσχάτῳ αὐτοῦ. | The hopes of a man void of understanding are vain and false: and dreams lift up fools. |
|
2
|
2
|
| ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ᾿ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ᾿ αὐτῷ καυχήσεται· | Whoso regardeth dreams is like him that catcheth at a shadow, and followeth after the wind. |
|
3
|
3
|
| ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ᾿ αὐτῷ ἀγαλλιάσεται. | The vision of dreams is the resemblance of one thing to another, even as the likeness of a face to a face. |
|
4
|
4
|
| ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὡς οὐκ ἀπέθανεν· ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετ᾿ αὐτόν. | Of an unclean thing what can be cleansed? and from that thing which is false what truth can come? |
|
5
|
5
|
| ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη. | Divinations, and soothsayings, and dreams, are vain: and the heart fancieth, as a woman's heart in travail. |
|
6
|
6
|
| ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. | If they be not sent from the most High in thy visitation, set not thy heart upon them. |
|
7
|
7
|
| περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. | For dreams have deceived many, and they have failed that put their trust in them. |
|
8
|
8
|
| ἵππος ἀδάμαστος ἀποβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. | The law shall be found perfect without lies: and wisdom is perfection to a faithful mouth. |
|
9
|
9
|
| τιθήνησον τέκνον, καὶ ἐκθαμβήσει σε· σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε. | A man that hath travelled knoweth many things: and he that hath much experience will declare wisdom. |
|
10
|
10
|
| μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπ᾿ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου. | He that hath no experience knoweth little: but he that hath travelled is full of prudence. |
|
11
|
11
|
| μὴ δῷς αὐτῷ ἐξουσία ἐν νεότητι· θλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστι νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι. [καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ. | When I travelled, I saw many things; and I understand more than I can express. |
|
12
|
12
|
| κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι]. | I was oft-times in danger of death: yet I was delivered because of these things. |
|
13
|
13
|
| παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς. ΠΕΡΙ ΥΓΙΕΙΑΣ.— | The spirit of those that fear the Lord shall live; for their hope is in him that saveth them. |
|
14
|
14
|
| Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ. | Whoso feareth the Lord shall not fear nor be afraid; for he is his hope. |
|
15
|
15
|
| ὑγίεια καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος. | Blessed is the soul of him that feareth the Lord: to whom doth he look? and who is his strength? |
|
16
|
16
|
| οὐκ ἔστι πλοῦτος βελτίων ὑγιείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας. | For the eyes of the Lord are upon them that love him, he is their mighty protection and strong stay, a defence from heat, and a cover from the sun at noon, a preservation from stumbling, and an help from falling; |
|
17
|
17
|
| κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν καὶ ἀνάπαυσις αἰῶνος ἢ ἀρρώστημα ἔμμονον. | he raiseth up the soul, and lighteneth the eyes: he giveth health, life, and blessing. |
|
18
|
18
|
| ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ. | He that sacrificeth of a thing wrongfully gotten, his offering is ridiculous; and the gifts of unjust men are not accepted. |
|
19
|
19
|
| τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ· οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου, | The most High is not pleased with the offerings of the wicked; neither is he pacified for sin by the multitude of sacrifices. |
|
20
|
20
|
| βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων. | Whoso bringeth an offering of the goods of the poor doeth as one that killeth the son before his father's eyes. |
|
21
|
21
|
| μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου. | The bread of the needy is their life: he that defraudeth him thereof is a man of blood. |
|
22
|
22
|
| εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις. | He that taketh away his neighbour's living slayeth him; and he that defraudeth the labourer his hire is a bloodshedder. |
|
23
|
23
|
| ἀγάπα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ. | When one buildeth, and another pulleth down, what profit have they then but labour? |
|
24
|
24
|
| ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα. | When one prayeth, and another curseth, whose voice will the Lord hear? |
|
25
|
25
|
| λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασι τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται. | He that washeth himself after the touching of a dead body, if he touch it again, what availeth his washing? |
|
Κεφάλαιο 32
|
Chapter 32
|
|
1
|
1
|
| ΑΓΡΥΠΝΙΑ πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον. | He that keepeth the law bringeth offerings enough: he that taketh heed to the commandment offereth a peace offering. |
|
2
|
2
|
| μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνος. | He that requiteth a good turn offereth fine flour; and he that giveth alms sacrificeth praise. |
|
3
|
3
|
| ἐκοπίασε πλούσιος ἐν συναγωγῇ χρημάτων καὶ ἐν τῇ ἀναπαύσει ἐμπίπλαται τῶν τρυφημάτων αὐτοῦ. | To depart from wickedness is a thing pleasing to the Lord; and to forsake unrighteousness is a propitiation. |
|
4
|
4
|
| ἐκοπίασε πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται. | Thou shalt not appear empty before the Lord. |
|
5
|
5
|
| ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν αὐτὸς πλησθήσεται. | For all these things are to be done because of the commandment. |
|
6
|
6
|
| πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν. | The offering of the righteous maketh the altar fat, and the sweet savour thereof is before the most High. |
|
7
|
7
|
| ξύλον προσκόμματός ἐστι τοῖς ἐνθουσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ. | The sacrifice of a just man is acceptable, and the memorial thereof shall never be forgotten. |
|
8
|
8
|
| μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη· | Give the Lord his honour with a good eye, and diminish not the firstfruits of thine hands. |
|
9
|
9
|
| τίς ἐστι; καὶ μακαριοῦμεν αὐτόν, ἐποίησε γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ. | In all thy gifts shew a cheerful countenance, and dedicate thy tithes with gladness. |
|
10
|
10
|
| τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη; καὶ ἔσται αὐτῷ εἰς καύχησιν. τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησε; | Give unto the most High according as he hath enriched thee; and as thou hast gotten, give with a cheerful eye. |
|
11
|
11
|
| στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία. | For the Lord recompenseth, and will give thee seven times as much. |
|
12
|
12
|
| ᾿Επὶ τραπέζης μεγάλης ἐκάθισας, μὴ ἀνοίξῃς ἐπ᾿ αὐτῆς φάρυγγά σου καὶ μὴ εἴπῃς· πολλά γε τὰ ἐπ᾿ αὐτῆς. | Do not think to corrupt with gifts: for such he will not receive: and trust not to unrighteous sacrifices; for the Lord is judge, and with him is no respect of persons. |
|
13
|
13
|
| μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός· πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει. | He will not accept any person against a poor man, but will hear the prayer of the oppressed. |
|
14
|
14
|
| οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. | He will not despise the supplication of the fatherless; nor the widow, when she poureth out her complaint. |
|
15
|
15
|
| νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ. | Do not the tears run down the widow's cheeks? and is not her cry against him that causeth them to fall? |
|
16
|
16
|
| φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ, μὴ μισηθῇς. | He that serveth the Lord shall be accepted with favour, and his prayer shall reach unto the clouds. |
|
17
|
17
|
| παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς· | The prayer of the humble pierceth the clouds: and till it come nigh, he will not be comforted; and will not depart, till the most High shall behold to judge righteously, and execute judgment. |
|
18
|
18
|
| καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.— | For the Lord will not be slack, neither will the Mighty be patient toward them, till he have smitten in sunder the loins of the unmerciful, and repayed vengeance to the heathen; till he have taken away the multitude of the proud, and broken the sceptre of the unrighteous; |
|
19
|
19
|
| ῾Ως ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει. | till he have rendered to every man according to his deeds, and to the works of men according to their devices; till he have judged the cause of his people, and made them to rejoice in his mercy. |
|
20
|
20
|
| ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ, ἀνέστη πρωΐ, καὶ ἡ ψυχὴ αὐτοῦ μετ᾿ αὐτοῦ. πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου. | Mercy is seasonable in the time of affliction, as clouds of rain in the time of drought. |
|
21
|
|
| καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπωρῶν καὶ ἀναπαύσῃ. | |
|
22
|
|
| ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενώσῃς με, καὶ ἐπ᾿ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ. | |
|
23
|
|
| λαμπρὸν ἐπ᾿ ἄρτοις εὐλογήσει χείλη, καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή. | |
|
24
|
|
| πονηρῷ ἐπ᾿ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής. | |
|
25
|
|
| ᾿Εν οἴνῳ μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος. | |
|
26
|
|
| κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων. | |
|
27
|
|
| ἔπισον ζωῆς οἶνος ἀνθρώπῳ, ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ. τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις. | |
|
28
|
|
| ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης. | |
|
29
|
|
| πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι. | |
|
30
|
|
| πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα. | |
|
31
|
|
| ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουδενώσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ, καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει. | |
|
Κεφάλαιο 33
|
Chapter 33
|
|
1
|
1
|
| ΠΕΡΙ ΗΓΟΥΜΕΝΩΝ.— ῾Ηγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν, φρόντισον αὐτῶν καὶ οὕτω κάθισον. | Have mercy upon us, O Lord God of all, and behold us: |
|
2
|
2
|
| καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐφρανθῇς δι᾿ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον. | and send thy fear upon all the nations that seek not after thee. |
|
3
|
3
|
| λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά. | Lift up thy hand against the strange nations, and let them see thy power. |
|
4
|
4
|
| ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιὰν καὶ ἀκαίρως μὴ σοφίζου. | As thou wast sanctified in us before them: so be thou magnified among them before us. |
|
5
|
5
|
| σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου. | And let them know thee, as we have known thee, that there is no God but only thou, O God. |
|
6
|
6
|
| ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, μέλος μουσικὸν ἐφ᾿ ἡδεῖ οἴνῳ. | Shew new signs, and make other strange wonders: glorify thy hand and thy right arm, that they may set forth thy wondrous works. |
|
7
|
7
|
| Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· | Raise up indignation, and pour out wrath: take away the adversary, and destroy the enemy. |
|
8
|
8
|
| κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν. | Make the time short, remember the covenant, and let them declare thy wonderful works. |
|
9
|
9
|
| ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει. | Let him that escapeth be consumed by the rage of the fire; and let them perish that oppress the people. |
|
10
|
10
|
| πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. | Smite in sunder the heads of the rulers of the heathen, that say, There is none other but we. |
|
11
|
11
|
| ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ρᾳθύμει· | Gather all the tribes of Jacob together. |
|
12
|
12
|
| ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ. | A cheerful and good heart will have a care of his meat and diet. |
|
13
|
|
| καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. | |
|
14
|
|
| ῾Ο φοβούμενος Κύριον ἐκδέξεται παιδείαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν. | |
|
15
|
|
| ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ. | |
|
16
|
|
| οἱ φοβούμενοι Κύριον εὑρήσουσι κρίμα καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν. | |
|
17
|
|
| ἄνθρωπος ἁμαρτωλὸς ἐκκλίνει ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα. | |
|
18
|
|
| ᾿Ανὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μετ᾿ αὐτοῦ ἄνευ βουλῆς. | |
|
19
|
|
| ἄνευ βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ. | |
|
20
|
|
| ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσι. | |
|
21
|
|
| μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ, | |
|
22
|
|
| καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. | |
|
23
|
|
| ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστι τήρησις ἐντολῶν. | |
|
24
|
|
| ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὼς Κυρίῳ οὐκ ἐλαττωθήσεται. | |
|
Κεφάλαιο 34
|
Chapter 34
|
|
1
|
1
|
| Τῼ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ᾿ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. | Watching for riches consumeth the flesh, and the care thereof driveth away sleep. |
|
2
|
2
|
| ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ, ὡς ἐν καταιγίδι πλοῖον. | Watching care will not let a man slumber, as a sore disease breaketh sleep. |
|
3
|
3
|
| ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων. | The rich hath great labour in gathering riches together; and when he resteth, he is filled with his delicacies. |
|
4
|
4
|
| ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι. | The poor laboureth in his poor estate; and when he leaveth off, he is still needy. |
|
5
|
5
|
| τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. | He that loveth gold shall not be justified, and he that followeth corruption shall have enough thereof. |
|
6
|
6
|
| ἵππος εἰς ὀχείαν ὡς φίλος μωκός, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει. | Gold hath been the ruin of many, and their destruction was present. |
|
7
|
7
|
| Διατί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ᾿ ἡλίου; | It is a stumblingblock unto them that sacrifice unto it, and every fool shall be taken therewith. |
|
8
|
8
|
| ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς· | Blessed is the rich that is found without blemish, and hath not gone after gold. |
|
9
|
9
|
| ἀπ᾿ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν. | Who is he? and we will call him blessed: for wonderful things hath he done among his people. |
|
10
|
10
|
| καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη ᾿Αδάμ. | Who hath been tried thereby, and found perfect? then let him glory. Who might offend, and hath not offended? or done evil, and hath not done it? |
|
11
|
11
|
| ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν. | His goods shall be established, and the congregation shall declare his alms. |
|
12
|
12
|
| ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε καὶ ἐξ αὐτῶν ἡγίασε, καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ᾿ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσε καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν. | If thou sit at a bountiful table, be not greedy upon it, and say not, There is much meat on it. |
|
13
|
13
|
| ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ —πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ—, οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. | Remember that a wicked eye is an evil thing: and what is created more wicked than an eye? therefore it weepeth upon every occasion. |
|
14
|
14
|
| ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθὸν καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός. | Stretch not thine hand whithersoever it looketh, and thrust it not with him into the dish. |
|
15
|
15
|
| καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ῾Υψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός. | Judge of thy neighbour by thyself: and be discreet in every point. |
|
16
|
16
|
| Κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν· | Eat, as it becometh a man, those things which are set before thee; and devour not, lest thou be hated. |
|
17
|
17
|
| ἐν εὐλογίᾳ Κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. | Leave off first for manners' sake; and be not unsatiable, lest thou offend. |
|
18
|
18
|
| κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν. | When thou sittest among many, reach not thine hand out first of all. |
|
19
|
19
|
| ἀκούσατέ μου, μεγιστάνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασθε· | A very little is sufficient for a man well nurtured, and he fetcheth not his wind short upon his bed. |
|
20
|
20
|
| υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου· καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν. | Sound sleep cometh of moderate eating: he riseth early, and his wits are with him: but the pain of watching, and choler, and pangs of the belly, are with an unsatiable man. |
|
21
|
21
|
| ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί. | And if thou hast been forced to eat, arise, go forth, vomit, and thou shalt have rest. |
|
22
|
22
|
| κρείσσων γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου. | My son, hear me, and despise me not, and at the last thou shalt find as I told thee: in all thy works be quick, so shall there no sickness come unto thee. |
|
23
|
23
|
| ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου. | Whoso is liberal of his meat, men shall speak well of him; and the report of his good housekeeping will be believed. |
|
24
|
24
|
| ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. ΠΕΡΙ ΔΟΥΛΩΝ.— | But against him that is a niggard of his meat the whole city shall murmur; and the testimonies of his niggardness shall not be doubted of. |
|
25
|
25
|
| Χορτάσματα καὶ ράβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ. | Shew not thy valiantness in wine; for wine hath destroyed many. |
|
26
|
26
|
| ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν. | The furnace proveth the edge by dipping: so doth wine the hearts of the proud by drunkenness. |
|
27
|
27
|
| ζυγὸς καὶ ἱμὰς κάμψουσι τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι. | Wine is as good as life to a man, if it be drunk moderately: what life is then to a man that is without wine? for it was made to make men glad. |
|
28
|
28
|
| ἔμβαλε αὐτὸν εἰς ἐργασίαν. ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. | Wine measurably drunk and in season bringeth gladness of the heart, and cheerfulness of the mind: |
|
29
|
29
|
| εἰς ἔργα κατάστησον, καθὼς πρέπει αὐτῷ, κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. | but wine drunken with excess maketh bitterness of the mind, with brawling and quarrelling. |
|
30
|
30
|
| καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. | Drunkenness increaseth the rage of a fool till he offend: it diminisheth strength, and maketh wounds. |
|
31
|
31
|
| εἰ ἔστι σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. | Rebuke not thy neighbour at the wine, and despise him not in his mirth: give him no despiteful words, and press not upon him with urging him to drink. |
|
32
|
|
| εἰ ἔστι σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτοῦ. | |
|
33
|
|
| ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν; | |
|
Κεφάλαιο 35
|
Chapter 35
|
|
1
|
1
|
| ΚΕΝΑΙ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας. | If thou be made the master of a feast, lift not thyself up, but be among them as one of the rest; take diligent care for them, and so sit down. |
|
2
|
2
|
| ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον, οὕτως ὁ ἐπέχων ἐνυπνίοις. | And when thou hast done all thy office, take thy place, that thou mayest be merry with them, and receive a crown for thy well ordering of the feast. |
|
3
|
3
|
| τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων, κατέναντι προσώπου ὁμοίωμα προσώπου. | Speak, thou that art the elder, for it becometh thee, but with sound judgment; and hinder not music. |
|
4
|
4
|
| ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει; | Pour not out words where there is a musician, and shew not forth wisdom out of time. |
|
5
|
5
|
| μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστι, καὶ ὡς ὠδινούσης φαντάζεται καρδία. | A concert of music in a banquet of wine is as a signet of carbuncle set in gold. |
|
6
|
6
|
| ἐὰν μὴ παρὰ ῾Υψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου· | As a signet of an emerald set in a work of gold, so is the melody of music with pleasant wine. |
|
7
|
7
|
| πολλοὺς γὰρ ἐπλάνησε τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ᾿ αὐτοῖς.— | Speak, young man, if there be need of thee: and yet scarcely when thou art twice asked. |
|
8
|
8
|
| ῎Ανευ ψεύδους συντελεσθήσεται νόμος, καὶ σοφία στόματι πιστῷ τελείωσις. | Let thy speech be short, comprehending much in few words; be as one that knoweth and yet holdeth his tongue. |
|
9
|
9
|
| ἀνὴρ πεπαιδευμένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν. | If thou be among great men, make not thyself equal with them; and when ancient men are in place, use not many words. |
|
10
|
10
|
| ὃς οὐκ ἐπειράθη ὀλίγα οἶδεν, ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν. | Before the thunder goeth lightning; and before a shamefaced man shall go favour. |
|
11
|
11
|
| πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου. | Rise up betimes, and be not the last; but get thee home without delay. |
|
12
|
12
|
| πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν. | There take thy pastime, and do what thou wilt: but sin not by proud speech. |
|
13
|
13
|
| πνεῦμα φοβουμένων Κύριον ζήσεται, ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς. | And for these things bless him that made thee, and hath replenished thee with his good things. |
|
14
|
14
|
| ὁ φοβούμενος Κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ. | Whoso feareth the Lord will receive his discipline; and they that seek him early shall find favour. |
|
15
|
15
|
| φοβουμένου τὸν Κύριον μακαρία ἡ ψυχή· τίνι ἐπέχει καὶ τίς ἀντιστήριγμα αὐτοῦ; | He that seeketh the law shall be filled therewith: but the hypocrite will be offended thereat. |
|
16
|
16
|
| οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν· ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως, | They that fear the Lord shall find judgment, and shall kindle justice as a light. |
|
17
|
17
|
| ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν. | A sinful man will not be reproved, but findeth an excuse according to his will. |
|
18
|
18
|
| Θυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμωκημένη, καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων. | A man of counsel will be considerate; but a strange and proud man is not daunted with fear, even when of himself he hath done without counsel. |
|
19
|
19
|
| οὐκ εὐδοκεῖ ὁ ῞Υψιστος ἐν προσφοραῖς ἀσεβῶν, οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας. | Do nothing without advice; and when thou hast once done, repent not. |
|
20
|
20
|
| θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων. | Go not in a way wherein thou mayest fall, and stumble not among the stones. |
|
21
|
21
|
| ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν, ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων. | Be not confident in a plain way. |
|
22
|
22
|
| φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν, καὶ ἐκχέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθίου. | And beware of thine own children. |
|
23
|
23
|
| εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν· τί ὠφέλησαν πλεῖον ἢ κόπους; | In every good work trust thy own soul; for this is the keeping of the commandments. |
|
24
|
24
|
| εἷς εὐχόμενος καὶ εἷς καταρώμενος· τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης; | He that believeth in the Lord taketh heed to the commandment; and he that trusteth in him shall fare never the worse. |
|
25
|
|
| βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησε τῷ λουτρῷ αὐτοῦ; | |
|
26
|
|
| οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν· τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται; καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν; | |
|
Κεφάλαιο 36
|
Chapter 36
|
|
1
|
1
|
| Ο ΣΥΝΤΗΡΩΝ νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς. | There shall no evil happen unto him that feareth the Lord; but in temptation even again he will deliver him. |
|
2
|
2
|
| ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως. | A wise man hateth not the law; but he that is an hypocrite therein is as a ship in a storm. |
|
3
|
3
|
| εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. | A man of understanding trusteth in the law; and the law is faithful unto him, as an oracle. |
|
4
|
4
|
| μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. | Prepare what to say, and so thou shalt be heard: and bind up instruction, and then make answer. |
|
5
|
5
|
| προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ῾Υψίστου. | The heart of the foolish is like a cartwheel; and his thoughts are like a rolling axle-tree. |
|
6
|
6
|
| θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. | A stallion horse is as a mocking friend, he neigheth under every one that sitteth upon him. |
|
7
|
7
|
| ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου. | Why doth one day excel another, when as all the light of every day in the year is of the sun? |
|
8
|
8
|
| ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. | By the knowledge of the Lord they were distinguished: and he altered seasons and feasts. |
|
9
|
9
|
| δὸς ῾Υψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ᾿ εὕρεμα χειρός· | Some of them hath he made high days, and hallowed them, and some of them hath he made ordinary days. |
|
10
|
10
|
| ὅτι Κύριος ἀνταποδιδούς ἐστι καὶ ἑπταπλάσια ἀνταποδώσει σοι. | And all men are from the ground, and Adam was created of earth. |
|
11
|
11
|
| Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται· | In much knowledge the Lord hath divided them, and made their ways diverse. |
|
12
|
12
|
| καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστι, καὶ οὐκ ἔστι παρ᾿ αὐτῷ δόξα προσώπου. | Some of them hath he blessed and exalted, and some of them hath he sanctified, and set near himself: but some of them hath he cursed and brought low, and turned out of their places. |
|
13
|
13
|
| οὐ λήψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται· | As the clay is in the potter's hand, to fashion it at his pleasure: so man is in the hand of him that made him, to render to them as liketh him best. |
|
14
|
14
|
| οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν· | Good is set against evil, and life against death: so is the godly against the sinner, and the sinner against the godly. |
|
15
|
15
|
| οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά; | So look upon all the works of the most High; and there are two and two, one against another. |
|
16
|
16
|
| θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει. | Though I was the last to wake up, yet I received their inheritance as from the beginning. |
|
17
|
17
|
| προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· | O Lord have mercy upon the people that is called by thy name, and upon Israel, whom thou hast named thy firstborn. |
|
18
|
18
|
| καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ ῞Υψιστος. καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν. | O be merciful unto Jerusalem, thy holy city, the place of thy rest. |
|
19
|
19
|
| καὶ ὁ Κύριος οὐ μὴ βραδύνῃ, οὐδὲ μὴ μακροθυμήσῃ ἐπ᾿ αὐτοῖς, | Fill Sion with thine unspeakable oracles, and thy people with thy glory. |
|
20
|
20
|
| ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων, καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν, | Give testimony unto those that thou hast possessed from the beginning, and raise up prophets that have been in thy name. |
|
21
|
21
|
| ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψῃ· | Reward them that wait for thee, and let thy prophets be found faithful. |
|
22
|
22
|
| ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν· | O Lord, hear the prayer of thy servants, according to the blessing of Aaron over thy people, that all they which dwell upon the earth may know that thou art the Lord, the eternal God. |
|
23
|
23
|
| ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ, καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. | The belly devoureth all meats, yet is one meat better than another. |
|
24
|
24
|
| ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας. | As the palate tasteth divers kinds of venison: so doth an heart of understanding false speeches. |
|
Κεφάλαιο 37
|
Chapter 37
|
|
1
|
1
|
| ΕΛΕΗΣΟΝ ἡμᾶς, δέσποτα ὁ Θεὸς πάντων, καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη· | Every friend saith, I am his friend also: but there is a friend, which is only a friend in name. |
|
2
|
2
|
| ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου. | Is it not a grief unto death, when a companion and friend is turned to an enemy? |
|
3
|
3
|
| ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς· | O wicked imagination, whence camest thou in to cover the earth with deceit? |
|
4
|
4
|
| καὶ ἐπιγνώτωσάν σε, καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστι Θεὸς πλὴν σοῦ, Κύριε. | There is a companion, which rejoiceth in the prosperity of a friend, but in the time of trouble will be against him. |
|
5
|
5
|
| ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· | There is a companion, which helpeth his friend for the belly, and taketh up the buckler against the enemy. |
|
6
|
6
|
| ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν, ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν. | Forget not thy friend in thy mind, and be not unmindful of him in thy riches. |
|
7
|
7
|
| σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου. | Every counsellor extolleth counsel; but there is some that counselleth for himself. |
|
8
|
8
|
| ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σῳζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν. | Beware of a counsellor, and know before what need he hath; for he will counsel for himself; lest he cast the lot upon thee, |
|
9
|
9
|
| σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν λεγόντων· οὐκ ἔστι πλὴν ἡμῶν. | and say unto thee, Thy way is good: and afterward he stand on the other side, to see what shall befall thee. |
|
10
|
10
|
| συνάγαγε πάσας φυλὰς ᾿Ιακώβ, καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπ᾿ ἀρχῆς. | Consult not with one that suspecteth thee: and hide thy counsel from such as envy thee. |
|
11
|
11
|
| ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπ᾿ ὀνόματί σου καὶ ᾿Ισραήλ, ὃν πρωτογόνῳ ὡμοίωσας. | Neither consult with a woman touching her of whom she is jealous; neither with a coward in matters of war; nor with a merchant concerning exchange; nor with a buyer of selling; nor with an envious man of thankfulness; nor with an unmerciful man touching kindness; nor with the slothful for any work; nor with an hireling for a year of finishing work; nor with an idle servant of much business: hearken not unto these in any matter of counsel. |
|
12
|
12
|
| οἰκτείρησον πόλιν ἁγιάσματός σου ῾Ιερουσαλήμ, πόλιν καταπαύματός σου. | But be continually with a godly man, whom thou knowest to keep the commandments of the Lord, whose mind is according to thy mind, and will sorrow with thee, if thou shalt miscarry. |
|
13
|
13
|
| πλῆσον Σιὼν ἀρεταλογίας σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. | And let the counsel of thine own heart stand: for there is no man more faithful unto thee than it; |
|
14
|
14
|
| δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσματί σου καὶ ἔγειρον προφητείας τὰς ἐπ᾿ ὀνόματί σου· | for a man's mind is sometime wont to tell him more than seven watchmen, that sit above in an high tower. |
|
15
|
15
|
| δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. | And above all this pray to the most High, that he will direct thy way in truth. |
|
16
|
16
|
| εἰσάκουσον, Κύριε, δεήσεως ἱκετῶν σου, κατὰ τὴν εὐλογίαν ᾿Ααρὼν περὶ τοῦ λαοῦ σου, | Let reason go before every enterprize, and counsel before every action. |
|
17
|
17
|
| καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι σὺ Κύριος εἶ ὁ Θεὸς τῶν αἰώνων. | The countenance is a sign of changing of the heart. |
|
18
|
18
|
| Πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον. | Four manners of things appear: good and evil, life and death: but the tongue ruleth over them continually. |
|
19
|
19
|
| φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. | There is one that is wise and teacheth many, and yet is unprofitable to himself. |
|
20
|
20
|
| καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. | There is one that sheweth wisdom in words, and is hated: he shall be destitute of all food. |
|
21
|
21
|
| πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστι δὲ θυγάτηρ θυγατρὸς κρείσσων. | For grace is not given him from the Lord; because he is deprived of all wisdom. |
|
22
|
22
|
| κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει· | Another is wise to himself; and the fruits of understanding are commendable in his mouth. |
|
23
|
23
|
| εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραΰτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ᾿ υἱοὺς ἀνθρώπων. | A wise man instructeth his people; and the fruits of his understanding fail not. |
|
24
|
24
|
| ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ᾿ αὐτὸν καὶ στύλον ἀναπαύσεως. | A wise man shall be filled with blessing; and all they that see him shall count him happy. |
|
25
|
25
|
| οὗ οὐκ ἔστι φραγμός, διαρπαγήσεται κτῆμα, καὶ οὗ οὐκ ἔστι γυνή, στενάξει πλανώμενος. | The days of the life of man may be numbered; but the days of Israel are innumerable. |
|
26
|
26
|
| τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; | A wise man shall inherit glory among his people, and his name shall be perpetual. |
|
27
|
27
|
| οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ. | My son, prove thy soul in thy life, and see what is evil for it, and give not that unto it. |
|
Κεφάλαιο 38
|
Chapter 38
|
|
1
|
1
|
| ΠΑΣ φίλος ἐρεῖ· ἐφιλίασα αὐτῷ κἀγώ, ἀλλ᾿ ἔστι φίλος ὀνόματι μόνον φίλος. | Honour a physician with the honour due unto him for the uses which ye may have of him: for the Lord hath created him. |
|
2
|
2
|
| οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν; | For of the most High cometh healing, and he shall receive honour of the king. |
|
3
|
3
|
| ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι; | The skill of the physician shall lift up his head: and in the sight of great men he shall be in admiration. |
|
4
|
4
|
| ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι· | The Lord hath created medicines out of the earth; and he that is wise will not abhor them. |
|
5
|
5
|
| ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρός, ἔναντι πολέμου λήψεται ἀσπίδα. | Was not the water made sweet with wood, that the virtue thereof might be known? |
|
6
|
6
|
| μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου, καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν τοῖς χρήμασί σου. | And he hath given men skill, that he might be honoured in his marvellous works. |
|
7
|
7
|
| Πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ᾿ ἔστι συμβουλεύων εἰς ἑαυτόν. | With such doth he heal men, and taketh away their pains. |
|
8
|
8
|
| ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία —καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται—, μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον | Of such doth the apothecary make a confection; and of his works there is no end; and from him is peace over all the earth. |
|
9
|
9
|
| καὶ εἴπῃ σοι· καλὴ ἡ ὁδός σου, καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι. | My son, in thy sickness be not negligent: but pray unto the Lord, and he will make thee whole. |
|
10
|
10
|
| μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν. | Leave off from sin, and order thine hands aright, and cleanse thy heart from all wickedness. |
|
11
|
11
|
| μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου, μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως, μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας, μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφεστίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας, μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας· | Give a sweet savour, and a memorial of fine flour; and make a fat offering, as not being. |
|
12
|
12
|
| ἀλλ᾿ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς, ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι. | Then give place to the physician, for the Lord hath created him: let him not go from thee, for thou hast need of him. |
|
13
|
13
|
| καὶ βουλὴν καρδίας στῆσον, οὐ γάρ ἔστι σοι πιστότερος αὐτῆς· | There is a time when in their hands there is good success. |
|
14
|
14
|
| ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς. | For they shall also pray unto the Lord, that he would prosper that which they give for ease and remedy to prolong life. |
|
15
|
15
|
| καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ῾Υψίστου, ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου.— | He that sinneth before his Maker, let him fall into the hand of the physician. |
|
16
|
16
|
| ᾿Αρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή. | My son, let tears fall down over the dead, and begin to lament, as if thou hadst suffered great harm thyself; and then cover his body according to the custom, and neglect not his burial. |
|
17
|
17
|
| ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει, | Weep bitterly, and make great moan, and use lamentation, as he is worthy, and that a day or two, lest thou be evil spoken of: and then comfort thyself for thy heaviness; |
|
18
|
18
|
| ἀγαθὸν καὶ κακόν, ζωὴ καὶ θάνατος, καὶ ἡ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν. | for of heaviness cometh death, and the heaviness of the heart breaketh strength. |
|
19
|
19
|
| ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής, καὶ τῇ ἰδίᾳ ψυχῇ ἄχρηστός ἐστιν. | In affliction also sorrow remaineth: and the life of the poor is the curse of the heart. |
|
20
|
20
|
| ἔστι σοφιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης τροφῆς καθυστερήσει· | Take no heaviness to heart: drive it away, and remember the last end. |
|
21
|
21
|
| οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ Κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη. | Forget him not, for there is no turning again: thou shalt not do him good, but hurt thyself. |
|
22
|
22
|
| ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί. | Remember his judgment: for thine also shall be so; yesterday for me, and to day for thee. |
|
23
|
23
|
| ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. | When the dead is at rest, let his remembrance rest; and be comforted for him when his spirit is departed from him. |
|
24
|
24
|
| ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. | The wisdom of a learned man cometh by opportunity of leisure: and he that hath little business shall become wise. |
|
25
|
25
|
| ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ ᾿Ισραὴλ ἀναρίθμητοι. | How can he get wisdom that holdeth the plough, and that glorieth in the goad, that driveth oxen, and is occupied in their labours, and whose talk is of bullocks? |
|
26
|
26
|
| ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα. | He giveth his mind to make furrows; and is diligent to give the kine fodder. |
|
27
|
27
|
| Τέκνον, ἐν τῇ ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ· | So every carpenter and workmaster, that laboureth night and day: and they that cut and grave seals, and are diligent to make great variety, and give themselves to counterfeit imagery, and watch to finish a work: |
|
28
|
28
|
| οὐ γὰρ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. | The smith also sitting by the anvil, and considering the iron work, the vapour of the fire wasteth his flesh, and he fighteth with the heat of the furnace: the noise of the hammer and the anvil is ever in his ears, and his eyes look still upon the pattern of the thing that he maketh; he setteth his mind to finish his work, and watcheth to polish it perfectly: |
|
29
|
29
|
| μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· | So doth the potter sitting at his work, and turning the wheel about with his feet, who is alway carefully set at his work, and maketh all his work by number; |
|
30
|
30
|
| ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται πόνος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας. | he fashioneth the clay with his arm, and boweth down his strength before his feet; he applieth himself to lead it over; and he is diligent to make clean the furnace: |
|
31
|
31
|
| δι᾿ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν. | all these trust to their hands; and every one is wise in his work. |
|
Κεφάλαιο 39
|
Chapter 39
|
|
1
|
1
|
| ΤΙΜΑ ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισε Κύριος· | will seek out the wisdom of all the ancients, and be occupied in prophecies. |
|
2
|
2
|
| παρὰ γὰρ ῾Υψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόμα. | He will keep the sayings of the renowned men: and where subtil parables are, he will be there also. |
|
3
|
3
|
| ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται. | He will seek out the secrets of grave sentences, and be conversant in dark parables. |
|
4
|
4
|
| Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς. | He shall serve among great men, and appear before princes: he will travel through strange countries; for he hath tried the good and the evil among men. |
|
5
|
5
|
| οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ; | He will give his heart to resort early to the Lord that made him, and will pray before the most High, and will open his mouth in prayer, and make supplication for his sins. |
|
6
|
6
|
| καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ· | When the great Lord will, he shall be filled with the spirit of understanding: he shall pour out wise sentences, and give thanks unto the Lord in his prayer. |
|
7
|
7
|
| ἐν αὐτοῖς ἐθεράπευσε καὶ ἦρε τὸν πόνον αὐτοῦ, | He shall direct his counsel and knowledge, and on his secrets shall he meditate. |
|
8
|
8
|
| μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα, καὶ οὐ μὴ συντελέσῃ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ᾿ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.— | He shall shew forth that which he hath learned, and shall glory in the law of the covenant of the Lord. |
|
9
|
9
|
| Τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ᾿ εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε. | Many shall commend his understanding; and so long as the world endureth, it shall not be blotted out; his memorial shall not depart away, and his name shall live from generation to generation. |
|
10
|
10
|
| ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν. | Nations shall shew forth his wisdom, and the congregation shall declare his praise. |
|
11
|
11
|
| δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων. | If he die, he shall leave a greater name than a thousand: and if he live, he shall increase it. |
|
12
|
12
|
| καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισε Κύριος, καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία. | Yet have I more to say, which I have thought upon; for I am filled as the moon at the full. |
|
13
|
13
|
| ἔστι καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία· | Hearken unto me, ye holy children, and bud forth as a rose growing by the brook of the field: |
|
14
|
14
|
| καὶ γὰρ αὐτοὶ Κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως. | and give ye a sweet savour as frankincense, and flourish as a lily, send forth a smell, and sing a song of praise, bless the Lord in all his works. |
|
15
|
15
|
| ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ. | Magnify his name, and shew forth his praise with the songs of your lips, and with harps, and in praising him ye shall say after this manner: |
|
16
|
16
|
| Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ. | All the works of the Lord are exceeding good, and whatsoever he commandeth shall be accomplished in due season. |
|
17
|
17
|
| πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα· | For at time convenient they shall all be sought out: at his commandment the waters stood as an heap, and at the words of his mouth, the receptacles of waters. |
|
18
|
18
|
| ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν. | At his commandment is done whatsoever pleaseth him; and none can hinder, when he will save. |
|
19
|
19
|
| ἐν ἐπαγωγῇ παραβαίνει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας. | The works of all flesh are before him, and nothing can be hid from his eyes. |
|
20
|
20
|
| μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα· | He seeth from everlasting to everlasting; and there is nothing wonderful before him. |
|
21
|
21
|
| μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις. | A man need not to say, What is this? wherefore is that? for he hath made all things for their uses. |
|
22
|
22
|
| μνήσθητι τὸ κρίμα αὐτοῦ, ὅτι οὕτω καὶ τὸ σόν· ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον. | His blessing covered the dry land as a river, and watered it as a flood. |
|
23
|
23
|
| ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ. | As he hath turned the waters into saltness: so shall the heathen inherit his wrath. |
|
24
|
24
|
| Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται. | As his ways are plain unto the holy; so are they stumbling-blocks unto the wicked. |
|
25
|
25
|
| τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; | For the good are good things created from the beginning: so evil things for sinners. |
|
26
|
26
|
| καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων. | The principal things for the whole use of man's life are water, fire, iron, and salt, flour of wheat, honey, milk, and the blood of the grape, and oil, and clothing. |
|
27
|
27
|
| οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρας διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ὑπομονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς τὸ ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον. | All these things are for good to the godly: so to the sinners they are turned into evil. |
|
28
|
28
|
| οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου· ἀτμὶς πυρὸς πήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· φωνὴ σφύρης καινιεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας. | There be spirits that are created for vengeance, which in their fury lay on sore strokes; in the time of destruction they pour out their force, and appease the wrath of him that made them. |
|
29
|
29
|
| οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ. | Fire, and hail, and famine, and death, all these were created for vengeance; |
|
30
|
30
|
| ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.— | teeth of wild beasts, and scorpions, serpents, and the sword, punishing the wicked to destruction, |
|
31
|
31
|
| Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται. | shall rejoice in his commandment, and they shall be ready upon earth, when need is; and when their time is come, they shall not go beyond his word. |
|
32
|
32
|
| ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν, | Therefore from the beginning I was resolved, and thought upon these things, and have left them in writing. |
|
33
|
33
|
| ἀλλ᾿ εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται, οὐδὲ μὴ ἐκφάνωσι δικαιοσύνην καὶ κρίμα, καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται, | All the works of the Lord are good: and he will give every needful thing in due season. |
|
34
|
34
|
| ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσι, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης. | So that a man cannot say, This is worse than that: for in time they shall all be well approved. |
|
Κεφάλαιο 40
|
Chapter 40
|
|
1
|
1
|
| ΠΛΗΝ τοῦ ἐπιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ ῾Υψίστου, σοφίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προφητείαις ἀσχοληθήσεται. | Great travail is created for every man, and an heavy yoke is upon the sons of Adam, from the day that they go out of their mother's womb, till the day that they return to the mother of all things. |
|
2
|
2
|
| διηγήσεις ἀνδρῶν ὀνομαστῶν συντηρήσει καὶ ἐν στροφαῖς παραβολῶν συνεισελεύσεται. | Their imagination of things to come, and the day of death, trouble their thoughts, and cause fear of heart; |
|
3
|
3
|
| ἀπόκρυφα παροιμιῶν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται. | from him that sitteth on a throne of glory, unto him that is humbled in earth and ashes; |
|
4
|
4
|
| ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένου ὀφθήσεται· ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασε. | from him that weareth purple and a crown, unto him that is clothed with a linen frock. |
|
5
|
5
|
| τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς Κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ῾Υψίστου δεηθήσεται· καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ἐν προσευχῇ καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται. | Wrath, and envy, trouble, and unquietness, fear of death, and anger, and strife, and in the time of rest upon his bed his night sleep, do change his knowledge. |
|
6
|
6
|
| ἐὰν Κύριος ὁ μέγας θελήσῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται· αὐτὸς ἀνομβρήσει ρήματα σοφίας αὐτοῦ, καὶ ἐν προσευχῇ ἐξομολογήσεται Κυρίῳ. | Little or nothing is his rest, and afterward he is in his sleep as in a day of keeping watch, troubled in the vision of his heart, as if he were escaped out of a battle. |
|
7
|
7
|
| αὐτὸς κατευθυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται· | When all is safe, he awaketh, and marvelleth that the fear was nothing. |
|
8
|
8
|
| αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ καὶ ἐν νόμῳ διαθήκης Κυρίου καυχήσεται. | Such things happen unto all flesh, both man and beast, and sevenfold more upon sinners. |
|
9
|
9
|
| αἰνέσουσι τὴν σύνεσιν αὐτοῦ πολλοί, ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν. | Death, and bloodshed, strife, and sword, calamities, famine, tribulation, and the scourge; |
|
10
|
10
|
| τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη, καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία. | these things are created for the wicked, and through them came the flood. |
|
11
|
11
|
| ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐμποιήσει αὐτῷ. | All things that are of the earth do turn to the earth again: and that which is of the waters doth return into the sea. |
|
12
|
12
|
| ῎Ετι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην. | All bribery and injustice shall be blotted out: but true dealing shall endure for ever. |
|
13
|
13
|
| εἰσακούσατέ μου, υἱοὶ ὅσιοι, καὶ βλαστήσατε ὡς ρόδον φυόμενον ἐπὶ ρεύματος ὑγροῦ | The goods of the unjust shall be dried up like a river, and shall vanish with noise, like a great thunder in rain. |
|
14
|
14
|
| καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον, διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα. εὐλογήσατε Κύριον ἐπὶ πᾶσι τοῖς ἔργοις, | While he openeth his hand he shall rejoice: so shall transgressors come to nought. |
|
15
|
15
|
| δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει· | The children of the ungodly shall not bring forth many branches: but are as unclean roots upon a hard rock. |
|
16
|
16
|
| Τὰ ἔργα Κυρίου πάντα ὅτι καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν· τί τοῦτο; εἰς τί τοῦτο; | The weed growing upon every water and bank of a river shall be pulled up before all grass. |
|
17
|
17
|
| πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται. ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θημωνία ὕδωρ, καὶ ἐν ρήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων. | Bountifulness is as a most fruitful garden, and mercifulness endureth for ever. |
|
18
|
18
|
| ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ. | To labour, and to be content with that a man hath, is a sweet life: but he that findeth a treasure is above them both. |
|
19
|
19
|
| ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. | Children and the building of a city continue a man's name: but a blameless wife is counted above them both. |
|
20
|
20
|
| ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψε, καὶ οὐθέν ἐστι θαυμάσιον ἐναντίον αὐτοῦ. | Wine and music rejoice the heart: but the love of wisdom is above them both. |
|
21
|
21
|
| οὐκ ἔστιν εἰπεῖν· τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται. | The pipe and the psaltery make sweet melody: but a pleasant tongue is above them both. |
|
22
|
22
|
| ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν. | Thine eye desireth favour and beauty: but more than both the first sprouting of corn. |
|
23
|
23
|
| οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην. | A friend and companion never meet amiss: but above both is a wife with her husband. |
|
24
|
24
|
| αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι, οὕτως τοῖς ἀνόμοις προσκόμματα. | Brethren and help are against time of trouble: but alms shall deliver more than them both. |
|
25
|
25
|
| ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ᾿ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά. | Gold and silver make the foot stand sure; but counsel is esteemed above them both. |
|
26
|
26
|
| ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ, πῦρ, καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ μέλι καὶ γάλα, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον. | Riches and strength lift up the heart: but the fear of the Lord is above them both: there is no want in the fear of the Lord, and it needeth not to seek help. |
|
27
|
27
|
| ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά. | The fear of the Lord is a fruitful garden, and covereth him above all glory. |
|
28
|
28
|
| ἔστι πνεύματα, ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμῷ αὐτοῦ ἐστερέωσαν μάστιγας αὐτῶν· ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσι καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσι. | My son, lead not a beggar's life; for better it is to die than to beg. |
|
29
|
29
|
| πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται· | The life of him that dependeth on another man's table is not to be counted for a life; for he polluteth himself with other men's meat: but a wise man well nurtured will beware thereof. |
|
30
|
30
|
| θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ρομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς· | Begging is sweet in the mouth of the shameless: but in his belly there shall burn a fire. |
|
31
|
|
| ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν τοῖς καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον. | |
|
32
|
|
| διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα· | |
|
33
|
|
| τὰ ἔργα Κυρίου πάντα ἀγαθὰ καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει. | |
|
34
|
|
| καὶ οὐκ ἔστιν εἰπεῖν· τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται. | |
|
35
|
|
| καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα Κυρίου. | |
|
Κεφάλαιο 41
|
Chapter 41
|
|
1
|
1
|
| ΑΣΧΟΛΙΑ μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς ᾿Αδὰμ ἀφ᾿ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροφῆς εἰς μητέρα πάντων· | O death, how bitter is the remembrance of thee to a man that liveth at rest in his possessions, unto the man that hath nothing to vex him, and that hath prosperity in all things: yea, unto him that is yet able to receive meat! |
|
2
|
2
|
| τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς. | O death, acceptable is thy sentence unto the needy, and unto him whose strength faileth, that is now in the last age, and is vexed with all things, and to him that despaireth, and hath lost patience! |
|
3
|
3
|
| ἀπὸ καθημένου ἐπὶ θρόνου ἐν δόξῃ καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ, | Fear not the sentence of death, remember them that have been before thee, and that come after; for this is the sentence of the Lord over all flesh. |
|
4
|
4
|
| ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον, | And why art thou against the pleasure of the most High? there is no inquisition in the grave, whether thou have lived ten, or an hundred, or a thousand years. |
|
5
|
5
|
| θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις· καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ. | The children of sinners are abominable children, and they that are conversant in the dwelling of the ungodly. |
|
6
|
6
|
| ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ᾿ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ, ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου. | The inheritance of sinners' children shall perish, and from their posterity shall be a perpetual reproach. |
|
7
|
7
|
| ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον. | The children will complain of an ungodly father, because they will be reproached for his sake. |
|
8
|
8
|
| μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα· | Who be unto you, ungodly men, which have forsaken the law of the most high God! for if ye increase, it shall be to your destruction: |
|
9
|
9
|
| θάνατος καὶ αἷμα καὶ ἔρις καὶ ρομφαία, ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ, | and if ye be born, ye shall be born to a curse: and if ye die, a curse shall be your portion. |
|
10
|
10
|
| ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι᾿ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός. | All that are of the earth shall turn to earth again: so the ungodly shall go from a curse to destruction. |
|
11
|
11
|
| πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει. | The mourning of men is about their bodies: but an ill name of sinners shall be blotted out. |
|
12
|
12
|
| Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται. | Have regard to thy name; for that shall continue with thee above a thousand great treasures of gold. |
|
13
|
13
|
| χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει. | A good life hath but few days: but a good name endureth for ever. |
|
14
|
14
|
| ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν. | My children, keep discipline in peace: for wisdom that is hid, and a treasure that is not seen, what profit is in them both? |
|
15
|
15
|
| ἔκγονα ἀσεβῶν οὐ πληθύνει κλάδους, καὶ ρίζαι ἀκάθαρτοι ἐπ᾿ ἀκροτόμου πέτρας· | A man that hideth his foolishness is better than a man that hideth his wisdom. |
|
16
|
16
|
| ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται. | Therefore be shamefaced according to my word: for it is not good to retain all shamefacedness; neither is it altogether approved in every thing. |
|
17
|
17
|
| χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμένει. | Be ashamed of whoredom before father and mother: and of a lie before a prince and a mighty man; |
|
18
|
18
|
| Ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν. | of an offence before a judge and ruler; of iniquity before a congregation and people; of unjust dealing before thy partner and friend; |
|
19
|
19
|
| τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται. | and of theft in regard of the place where thou sojournest, and in regard of the truth of God and his covenant; and to lean with thine elbow upon the meat; and of scorning to give and take; |
|
20
|
20
|
| οἶνος καὶ μουσικὰ εὐφραίνουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας. | and of silence before them that salute thee; and to look upon an harlot; |
|
21
|
21
|
| αὐλὸς καὶ ψαλτήριον ἡδύνουσι μέλι, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα. | and to turn away thy face from thy kinsman; or to take away a portion or a gift; or to gaze upon another man's wife; |
|
22
|
22
|
| χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου. | or to be overbusy with his maid, and come not near her bed; or of upbraiding speeches before friends; and after thou hast given, upbraid not; |
|
23
|
23
|
| φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός. | Or of iterating and speaking again that which thou hast heard; and of revealing of secrets; |
|
24
|
24
|
| ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ρύσεται. | so shalt thou be truly shamefaced, and find favour before all men. |
|
25
|
|
| χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδα, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται. | |
|
26
|
|
| χρήματα καὶ ἰσχὺς ἀνυψώσουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος Κυρίου· οὐκ ἔστιν ἐν φόβῳ Κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν· | |
|
27
|
|
| φόβος Κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν. | |
|
28
|
|
| Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν. | |
|
29
|
|
| ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται. | |
|
30
|
|
| ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται. | |
|
Κεφάλαιο 42
|
Chapter 42
|
|
1
|
1
|
| Ω ΘΑΝΑΤΕ, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσι καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. | Of these things be not thou ashamed, and accept no person to sin thereby: |
|
2
|
2
|
| ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύϊ, ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν. | of the law of the most High, and his covenant; and of judgment to justify the ungodly; |
|
3
|
3
|
| μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου καὶ ἐσχάτων· | of reckoning with thy partners and travellers; or of the gift of the heritage of friends; |
|
4
|
4
|
| τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ῾Υψίστου; εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς. | of exactness of balance and weights; or of getting much or little; |
|
5
|
5
|
| Τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν. | and of merchants' indifferent selling; of much correction of children; and to make the side of an evil servant to bleed. |
|
6
|
6
|
| τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. | Sure keeping is good, where an evil wife is; and locked up, where many hands are. |
|
7
|
7
|
| πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι᾿ αὐτὸν ὀνειδισθήσονται. | Deliver all things in number and weight; and put all in writing that thou givest out, or receivest in. |
|
8
|
8
|
| οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Θεοῦ ῾Υψίστου· | Be not ashamed to inform the unwise and foolish, and the extreme aged that contendeth with those that are young: thus shalt thou be truly learned, and approved of all men living. |
|
9
|
9
|
| καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε. | A daughter is a wakeful care to a father; and the care for her taketh away sleep: when she is young, lest she pass away the flower of her age; and being married, lest she should be hated: |
|
10
|
10
|
| πάντα ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν. | in her virginity, lest she should be defiled and gotten with child in her father's house; and having an husband, lest she should misbehave herself; and when she is married, lest she should be barren. |
|
11
|
11
|
| Πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται. | Keep a sure watch over a shameless daughter, lest she make thee a laughingstock to thine enemies, and a byword in the city, and a reproach among the people, and make thee ashamed before the multitude. |
|
12
|
12
|
| φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμένει ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου. | Behold not everybody's beauty, and sit not in the midst of women. |
|
13
|
13
|
| ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ. | For from garments cometh a moth, and from women wickedness. |
|
14
|
14
|
| παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις; | Better is the churlishness of a man than a courteous woman, a woman, I say, which bringeth shame and reproach. |
|
15
|
15
|
| κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. | I will now remember the works of the Lord, and declare the things that I have seen: In the words of the Lord are his works. |
|
16
|
16
|
| τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ρήματί μου· οὐ γάρ ἐστι πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται. | The sun that giveth light looketh upon all things, and the work thereof is full of the glory of the Lord. |
|
17
|
17
|
| αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους, | The Lord hath not given power to the saints to declare all his marvellous works, which the Almighty Lord firmly settled, that whatsoever is might be established for his glory. |
|
18
|
18
|
| ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας, ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας, | He seeketh out the deep, and the heart, and considereth their crafty devices: for the Lord knoweth all that can be known, and he beholdeth the signs of the world, |
|
19
|
19
|
| ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου, οὗ παροικεῖς, περὶ κλοπῆς, | declaring the things that are past, and for to come, and revealing the steps of hidden things. |
|
20
|
20
|
| ἀπὸ ἀληθείας Θεοῦ καὶ διαθήκης καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ᾿ ἄρτοις, | No thought escapeth him, neither any word is hidden from him. |
|
21
|
21
|
| ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς, | He hath garnished the excellent works of his wisdom, and he is from everlasting to everlasting: unto him may nothing be added, neither can he be diminished, and he hath no need of any counsellor. |
|
22
|
22
|
| ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς, | Oh how desirable are all his works! and that a man may see even to a spark. |
|
23
|
23
|
| ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, | All these things live and remain for ever for all uses, and they are all obedient. |
|
24
|
24
|
| ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ, καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς· | All things are double one against another: and he hath made nothing imperfect. |
|
25
|
25
|
| ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ, καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε, | One thing establisheth the good of another: and who shall be filled with beholding his glory? |
|
26
|
|
| ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων· | |
|
27
|
|
| καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου. | |
|
Κεφάλαιο 43
|
Chapter 43
|
|
1
|
1
|
| ΜΗ περὶ τούτων αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· | The pride of the height, the clear firmament, the beauty of heaven, with his glorious shew; |
|
2
|
2
|
| περὶ νόμου ῾Υψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, | the sun when it appeareth, declaring at his rising a marvellous instrument, the work of the most High: |
|
3
|
3
|
| περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων, | at noon it parcheth the country, and who can abide the burning heat thereof? |
|
4
|
4
|
| περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων, περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, | A man blowing a furnace is in works of heat, but the sun burneth the mountains three times more; breathing out fiery vapours, and sending forth bright beams, it dimmeth the eyes. |
|
5
|
5
|
| περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι. | Great is the Lord that made it; and at his commandment it runneth hastily. |
|
6
|
6
|
| ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον· | He made the moon also to serve in her season for a declaration of times, and a sign of the world. |
|
7
|
7
|
| ὃ ἐὰν παραδίδως, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆψις, πάντα ἐν γραφῇ· | From the moon is the sign of feasts, a light that decreaseth in her perfection. |
|
8
|
8
|
| περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρου κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. | The month is called after her name, increasing wonderfully in her changing, being an instrument of the armies above, shining in the firmament of heaven; |
|
9
|
9
|
| Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μήποτε μισηθῇ· | the beauty of heaven, the glory of the stars, an ornament giving light in the highest places of the Lord. |
|
10
|
10
|
| ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ, καὶ συνῳκηκυῖα, μήποτε στειρωθῇ. | At the commandment of the Holy One they will stand in their order, and never faint in their watches. |
|
11
|
11
|
| ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν. | Look upon the rainbow, and praise him that made it; very beautiful it is in the brightness thereof. |
|
12
|
12
|
| παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε· | It compasseth the heaven about with a glorious circle, and the hands of the most High have bended it. |
|
13
|
13
|
| ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός. | By his commandment he maketh the snow to fall apace, and sendeth swiftly the lightnings of his judgment. |
|
14
|
14
|
| κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν. | Through this the treasures are opened: and clouds fly forth as fowls. |
|
15
|
15
|
| Μνησθήσομαι δὴ τὰ ἔργα Κυρίου, καὶ ἃ ἑώρακα ἐκδιηγήσομαι· ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ. | By his great power he maketh the clouds firm, and the hailstones are broken small. |
|
16
|
16
|
| ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψε, καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ. | At his sight the mountains are shaken, and at his will the south wind bloweth. |
|
17
|
17
|
| οὐκ ἐνεποίησε τοῖς ἁγίοις Κύριος ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσε Κύριος ὁ παντοκράτωρ στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν. | The noise of the thunder maketh the earth to tremble: so doth the northern storm and the whirlwind: as birds flying he scattereth the snow, and the falling down thereof is as the lighting of grasshoppers: |
|
18
|
18
|
| ἄβυσσον καὶ καρδίαν ἐξίχνευσε καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ Κύριος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος, | the eye marvelleth at the beauty of the whiteness thereof, and the heart is astonished at the raining of it. |
|
19
|
19
|
| ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων. | The hoarfrost also as salt he poureth on the earth, and being congealed, it becometh sharp peaks. |
|
20
|
20
|
| οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ᾿ αὐτοῦ οὐδὲ εἷς λόγος. | When the cold north wind bloweth, and the water is congealed into ice, it abideth upon every gathering together of water, and clotheth the water as with a breastplate. |
|
21
|
21
|
| τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησε, καὶ ὡς ἔστι πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου. | It devoureth the mountains, and burneth the wilderness, and consumeth the grass as fire. |
|
22
|
22
|
| ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητὰ καὶ ὡς σπινθῆρός ἐστι θεωρῆσαι. | A present remedy of all is a mist coming speedily: a dew coming after heat refresheth. |
|
23
|
23
|
| πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει. | By his counsel he appeaseth the deep, and planteth islands therein. |
|
24
|
24
|
| πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· | They that sail on the sea tell of the danger thereof; and when we hear it with our ears, we marvel thereat. |
|
25
|
25
|
| ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ; | For therein be strange and wondrous works, variety of all kinds of beasts, the race of whales. |
|
Κεφάλαιο 44
|
Chapter 44
|
|
1
|
1
|
| ΓΑΥΡΙΑΜΑ ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. | Let us now praise famous men, and our fathers that begat us. |
|
2
|
2
|
| ἥλιος ἐν ὀπτασίᾳ διαγγέλων ἐν ἐξόδῳ, σκεῦος θαυμαστόν, ἔργον ῾Υψίστου. | The Lord hath wrought great glory by them through his great power from the beginning. |
|
3
|
3
|
| ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; | Such as did bear rule in their kingdoms, men renowned for their power, giving counsel by their understanding, and declaring prophecies: |
|
4
|
4
|
| κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς. | leaders of the people by their counsels, and by their knowledge of learning meet for the people, wise and eloquent in their instruction: |
|
5
|
5
|
| μέγας Κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε πορείαν.— | such as found out musical tunes, and recited verses in writing: |
|
6
|
6
|
| Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος. | rich men furnished with ability, living peaceably in their habitations: |
|
7
|
7
|
| ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας. | all these were honoured in their generations, and were the glory of their times. |
|
8
|
8
|
| μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων. | There be of them that have left a name behind them, that their praises might be reported. |
|
9
|
9
|
| κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις Κυρίου· | And some there be, which have no memorial; who are perished, as though they had never been; and are become as though they had never been born; and their children after them. |
|
10
|
10
|
| ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν. | But these were merciful men, whose righteousness hath not been forgotten. |
|
11
|
11
|
| ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ· | With their seed shall continually remain a good inheritance, and their children are within the covenant. |
|
12
|
12
|
| ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ῾Υψίστου ἐτάνυσαν αὐτό.— | Their seed standeth fast, and their children for their sakes. |
|
13
|
13
|
| Προστάγματι αὐτοῦ κατέσπευσε χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ. | Their seed shall remain for ever, and their glory shall not be blotted out. |
|
14
|
14
|
| διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά· | Their bodies are buried in peace; but their name liveth for evermore. |
|
15
|
15
|
| ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσε νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης· | The people will tell of their wisdom, and the congregation will shew forth their praise. |
|
16
|
16
|
| καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι πνεύσεται νότος. | Enoch pleased the Lord, and was translated, being an example of repentance to all generations. |
|
17
|
17
|
| φωνὴ βροντῆς αὐτοῦ ὠδίνησε γῆν καὶ καταιγὶς Βορέου καὶ συστροφὴ πνεύματος. | Noah was found perfect and righteous; in the time of wrath he was taken in exchange for the world; therefore was he left as a remnant unto the earth, when the flood came. |
|
18
|
18
|
| ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασς αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. | An everlasting covenant was made with him, that all flesh shall perish no more by the flood. |
|
19
|
19
|
| καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα. | Abraham was a great father of many people: in glory was there none like unto him; |
|
20
|
20
|
| ψυχρὸς ἄνεμος Βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐφ᾿ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. | who kept the law of the most High, and was in covenant with him: he established the covenant in his flesh; and when he was proved, he was found faithful. |
|
21
|
21
|
| καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ. | Therefore he assured him by an oath, that he would bless the nations in his seed, and that he would multiply him as the dust of the earth, and exalt his seed as the stars, and cause them to inherit from sea to sea, and from the river unto the utmost part of the land. |
|
22
|
22
|
| ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.— | With Isaac did he establish likewise, for Abraham his father's sake, the blessing of all men, and the covenant, |
|
23
|
23
|
| Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, καὶ ἐφύτευσεν ἐν αὐτῇ νήσους. | and made it rest upon the head of Jacob. He acknowledged him in his blessing, and gave him an heritage, and divided his portions; among the twelve tribes did he part them. |
|
24
|
|
| οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν. | |
|
25
|
|
| καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν. | |
|
26
|
|
| δι᾿ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται πάντα. | |
|
27
|
|
| Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλεια λόγων· τὸ πᾶν ἐστιν αὐτός. | |
|
28
|
|
| δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. | |
|
29
|
|
| φοβερὸς Κύριος καὶ σφόδρα μέγας, καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. | |
|
30
|
|
| δοξάζοντες Κύριον ὑψώσατε, καθόσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύϊ· μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. | |
|
31
|
|
| τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστι; | |
|
32
|
|
| πολλὰ ἀπόκρυφά ἐστι μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ· | |
|
33
|
|
| πάντα γὰρ ἐποίησεν ὁ Κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν. | |
|
Κεφάλαιο 45
|
Chapter 45
|
|
1
|
1
|
| ΠΑΤΕΡΩΝ ΥΜΝΟΣ.— Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει. | And he brought out of him a merciful man, which found favour in the sight of all flesh; even Moses, beloved of God and men, whose memorial is blessed. |
|
2
|
2
|
| πολλὴν δόξαν ἔκτισεν ὁ Κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ᾿ αἰῶνος. | He made him like to the glorious saints, and magnified him, so that his enemies stood in fear of him. |
|
3
|
3
|
| κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις· | By his words he caused the wonders to cease, and he made him glorious in the sight of kings, and gave him a commandment for his people, and shewed him part of his glory. |
|
4
|
4
|
| ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· | He sanctified him in his faithfulness and meekness, and chose him out of all men. |
|
5
|
5
|
| ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ· | He made him to hear his voice, and brought him into the dark cloud, and gave him commandments before his face, even the law of life and knowledge, that he might teach Jacob his covenants, and Israel his judgments. |
|
6
|
6
|
| ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύϊ, εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν· | He exalted Aaron, an holy man like unto him, even his brother, of the tribe of Levi. |
|
7
|
7
|
| πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. | An everlasting covenant he made with him, and gave him the priesthood among the people; he beautified him with comely ornaments, and clothed him with a robe of glory. |
|
8
|
8
|
| εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους· | He put upon him perfect glory; and strengthened him with rich garments, with breeches, with a long robe, and the ephod. |
|
9
|
9
|
| καὶ εἰσὶν ὧν οὐκ ἔστι μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ᾿ αὐτούς. | And he compassed him with pomegranates and with many golden bells round about, that as he went there might be a sound, and a noise made that might be heard in the temple for a memorial to the children of his people; |
|
10
|
10
|
| ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν· | with a holy garment, with gold, and blue silk, and purple, the work of the embroiderer, with a breastplate of judgment, with the revealers of truth; |
|
11
|
11
|
| μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία, ἔκγονα αὐτῶν· | with twisted scarlet, the work of the cunning workman, with precious stones graven like seals, and set in gold, the work of the jeweller, with a writing engraved for a memorial, after the number of the tribes of Israel. |
|
12
|
12
|
| ἐν ταῖς διαθήκαις ἔστη σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς· | He set a crown of gold upon the mitre, wherein was engraven Holiness, an ornament of honour, a costly work, the desires of the eyes, goodly and beautiful. |
|
13
|
13
|
| ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται· | Before him there were none such, neither did ever any stranger put them on, but only his children and his children's children perpetually. |
|
14
|
14
|
| τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς· | Their sacrifices shall be wholly consumed every day twice continually. |
|
15
|
15
|
| σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία. | Moses consecrated him, and anointed him with holy oil; this was appointed unto him by an everlasting covenant, and to his seed, so long as the heavens should remain, that they should minister unto him, and execute the office of the priesthood, and bless the people in his name. |
|
16
|
16
|
| ᾿Ενὼχ εὐηρέστησε Κυρίῳ καὶ μετετέθη, ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς. | He chose him out of all men living to offer sacrifices to the Lord, incense, and a sweet savour, for a memorial, to make reconciliation for his people. |
|
17
|
17
|
| Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ, ὅτε ἐγένετο κατακλυσμός· | He gave unto him his commandments, and authority in the statutes of judgments, that he should teach Jacob the testimonies, and inform Israel in his laws. |
|
18
|
18
|
| διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.— | Strangers conspired together against him, and maligned him in the wilderness, even the men that were of Dathan's and Abiron's side, and the congregation of Core, with fury and wrath. |
|
19
|
19
|
| ῾Αβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ· | This the Lord saw, and it displeased him, and in his wrathful indignation were they consumed: he did wonders upon them, to consume them with the fiery flame. |
|
20
|
20
|
| ὃς συνετήρησε νόμον ῾Υψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ᾿ αὐτοῦ· ἐν σαρκὶ αὐτοῦ ἔστησε διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός. | But he made Aaron more honourable, and gave him an heritage, and divided unto him the firstfruits of the increase; especially he prepared bread in abundance: |
|
21
|
21
|
| διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου γῆς. | for they eat of the sacrifices of the Lord, which he gave unto him and his seed. |
|
22
|
22
|
| καὶ ἐν τῷ ᾿Ισαὰκ ἔστησεν οὕτως διὰ ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην | Howbeit in the land of the people he had no inheritance, neither had he any portion among the people: for the Lord himself is his portion and inheritance. |
|
23
|
23
|
| καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν ᾿Ιακώβ. ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισε δεκαδύο. | The third in glory is Phinees the son of Eleazar, because he had zeal in the fear of the Lord, and stood up with good courage of heart when the people were turned back, and made reconciliation for Israel. |
|
Κεφάλαιο 46
|
Chapter 46
|
|
1
|
1
|
| ΚΑΙ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ Θεοῦ καὶ ἀνθρώπων, Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις· | Jesus the son of Nave was valiant in the wars, and was the successor of Moses in prophecies, who according to his name was made great for the saving of the elect of God, and taking vengeance of the enemies that rose up against them, that he might set Israel in their inheritance. |
|
2
|
2
|
| ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν· | How great glory gat he, when he did lift up his hands, and stretched out his sword against the cities! |
|
3
|
3
|
| ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ· | Who before him has so stood? for the Lord himself brought his enemies over to him. |
|
4
|
4
|
| ἐν πίστει καὶ πραΰτητι αὐτὸν ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός· | Did not the sun go back by his means? and was not one day as long as two? |
|
5
|
5
|
| ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης διδάξαι τὸν ᾿Ιακὼβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν ᾿Ισραήλ.— | He called upon the most high Lord, when the enemies pressed upon him on every side; and the great Lord heard him. |
|
6
|
6
|
| ᾿Ααρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευΐ· | And with hailstones of mighty power he made the battle to fall violently upon the nations, and by their falling he destroyed them that resisted, that the nations might know all their strength, because he fought in the sight of the Lord, and he followed the Mighty One. |
|
7
|
7
|
| ἔστησεν αὐτῷ διαθήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν στολὴν δόξης· | In the time of Moses also he did a work of mercy, he and Caleb the son of Jephunne, in that they withstood the enemy, and withheld the people from sin, and appeased the wicked murmuring. |
|
8
|
8
|
| ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα, | And of six hundred thousand people on foot, they two alone were preserved to bring them into the heritage, even unto the land that floweth with milk and honey. |
|
9
|
9
|
| καὶ ἐκύκλωσεν αὐτὸν ροΐσκοις χρυσοῖς, κώδωσι πλείστοις κυκλόθεν, ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ· | The Lord gave strength also unto Caleb, which remained with him unto his old age: so that he entered upon the high places of the land, and his seed obtained it for an heritage: |
|
10
|
10
|
| στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου, | that all the children of Israel might see that it is good to follow the Lord. |
|
11
|
11
|
| λίθοις πολυτελέσι γλύμματος σφραγῖδος, ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ᾿ ἀριθμὸν φυλῶν ᾿Ισραήλ· | And concerning the judges, every one by name, whose heart went not a whoring, nor departed from the Lord, let their memory be blessed. |
|
12
|
12
|
| στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα ὡραῖα· | Let their bones flourish out of their place, and let the name of them that were honoured be continued upon their children. |
|
13
|
13
|
| πρὸ αὐτοῦ οὐ γέγονε τοιαῦτα ἕως αἰῶνος, οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διαπαντός. | Samuel, the prophet of the Lord, beloved of his Lord, established a kingdom, and anointed princes over his people. |
|
14
|
14
|
| θυσίαι αὐτοῦ ὁλοκαρπωθήσονται καθημέραν ἐνδελεχῶς δίς. | By the law of the Lord he judged the congregation, and the Lord had respect unto Jacob. |
|
15
|
15
|
| ἐπλήρωσε Μωσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι αὐτοῦ. | By his faithfulness he was found a true prophet, and by his word he was known to be faithful in vision. |
|
16
|
16
|
| ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν Κυρίῳ, θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου. | He called upon the mighty Lord, when his enemies pressed upon him on every side, when he offered the sucking lamb. |
|
17
|
17
|
| ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαθήκαις κριμάτων διδάξαι τὸν ᾿Ιακὼβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι ᾿Ισραήλ. | And the Lord thundered from heaven, and with a great noise made his voice to be heard. |
|
18
|
18
|
| ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαθὰν καὶ ᾿Αβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ· | And he destroyed the rulers of the Tyrians, and all the princes of the Philistines. |
|
19
|
19
|
| εἶδε Κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ. | And before his long sleep he made protestation in the sight of the Lord and his anointed, I have not taken any man's goods, so much as a shoe: and no man did accuse him. |
|
20
|
20
|
| καὶ προσέθηκεν ᾿Ααρὼν δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὰς πρωτογεννημάτων ἐμέρισεν αὐτῷ, ἄρτον πρώτοις ἡτοίμασε πλησμονήν· | And after his death he prophesied, and shewed the king his end, and lifted up his voice from the earth in prophecy, to blot out the wickedness of the people. |
|
21
|
|
| καὶ γὰρ θυσίας Κυρίου φάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ. | |
|
22
|
|
| πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ, αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία.— | |
|
23
|
|
| Καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ, ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ ᾿Ισραήλ. | |
|
24
|
|
| διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας. | |
|
25
|
|
| καὶ διαθήκην τῷ Δαυὶδ υἱῷ ᾿Ιεσσαὶ ἐκ φυλῆς ᾿Ιούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία ᾿Ααρὼν καὶ τῷ σπέρματι αὐτοῦ. | |
|
26
|
|
| δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν. | |
|
Κεφάλαιο 47
|
Chapter 47
|
|
1
|
1
|
| ΚΡΑΤΑΙΟΣ ἐν πολέμοις ᾿Ιησοῦς Ναυῆ καὶ διάδοχος Μωυσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν ᾿Ισραήλ. | And after him rose up Nathan to prophesy in the time of David. |
|
2
|
2
|
| ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ρομφαίαν ἐπὶ πόλεις. | As is the fat taken away from the peace offering, so was David chosen out of the children of Israel. |
|
3
|
3
|
| τίς πρότερον αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολεμίους Κύριος αὐτὸς ἐπήγαγεν. | He played with lions as with kids, and with bears as with lambs. |
|
4
|
4
|
| οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο; | Slew he not a giant, when he was yet but young? and did he not take away reproach from the people, when he lifted up his hand with the stone in the sling, and beat down the boasting of Goliath? |
|
5
|
5
|
| ἐπεκαλέσατο τὸν ῞Υψιστον δυνάστην ἐν τῷ θλῖψαι αὐτὸν ἐχθροὺς κυκλόθεν, καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· | for he called upon the most high Lord; and he gave him strength in his right hand to slay that mighty warrior, and set up the horn of his people. |
|
6
|
6
|
| κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ· καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω δυνάστου.— | So the people honoured him with ten thousands, and praised him in the blessings of the Lord in that he gave him a crown of glory. |
|
7
|
7
|
| Καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χάλεβ υἱὸς ᾿Ιεφοννῆ, ἀντιστῆναι ἔναντι ἐκκλησίας, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας. | For he destroyed the enemies on every side, and brought to nought the Philistines his adversaries, and brake their horn in sunder unto this day. |
|
8
|
8
|
| καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ρέουσαν γάλα καὶ μέλι. | In all his works he praised the Holy One most high with words of glory; with his whole heart he sang songs, and loved him that made him. |
|
9
|
9
|
| καὶ ἔδωκεν ὁ Κύριος τῷ Χάλεβ ἰσχύν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν, | He set singers also before the altar, that by their voices they might make sweet melody, and daily sing praises in their songs. |
|
10
|
10
|
| ὅπως ἴδωσι πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι καλὸν τὸ πορεύεσθαι ὀπίσω Κυρίου.— | He beautified their feasts, and set in order the solemn times until the end, that they might praise his holy name, and that the temple might sound from morning. |
|
11
|
11
|
| Καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις· | The Lord took away his sins, and exalted his horn for ever: he gave him a covenant of kings, and a throne of glory in Israel. |
|
12
|
12
|
| τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐφ᾿ υἱοῖς δεδοξασμένων αὐτῶν.— | After him rose up a wise son, and for his sake he dwelt at large. |
|
13
|
13
|
| ᾿Ηγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουὴλ προφήτης Κυρίου κατέστησε βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ· | Solomon reigned in a peaceable time, and was honoured; for God made all quiet round about him, that he might build an house in his name, and prepare his sanctuary for ever. |
|
14
|
14
|
| ἐν νόμῳ Κυρίου ἔκρινε συναγωγήν, καὶ ἐπεσκέψατο Κύριος τὸν ᾿Ιακώβ· | How wise wast thou in thy youth, and, as a flood, filled with understanding! |
|
15
|
15
|
| ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης καὶ ἐγνώσθη ἐν πίστει αὐτοῦ πιστὸς ὁράσεως. | Thy soul covered the whole earth, and thou filledst it with dark parables. |
|
16
|
16
|
| καὶ ἐπεκαλέσατο τὸν Κύριον δυνάστην ἐν τῷ θλῖψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ· | Thy name went far unto the islands; and for thy peace thou wast beloved. |
|
17
|
17
|
| καὶ ἐβρόντησεν ἀπ᾿ οὐρανοῦ Κύριος καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ | The countries marvelled at thee for thy songs, and proverbs, and parables, and interpretations. |
|
18
|
18
|
| καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιείμ. | By the name of the Lord God, which is called the Lord God of Israel, thou didst gather gold as tin, and didst multiply silver as lead. |
|
19
|
19
|
| καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ αὐτοῦ· χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος. | Thou didst bow thy loins unto women, and by thy body thou wast brought into subjection. |
|
20
|
20
|
| καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν ἐπροφήτευσε καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ. | Thou didst stain thy honour, and pollute thy seed: so that thou broughtest wrath upon thy children, and wast grieved for thy folly. |
|
Κεφάλαιο 48
|
Chapter 48
|
|
1
|
1
|
| ΚΑΙ μετὰ τοῦτο ἀνέστη Νάθαν προφητεύειν ἐν ἡμέραις Δαυίδ. | Then stood up Elias the prophet as fire, and his word burned like a lamp. |
|
2
|
2
|
| ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυὶδ ἀπὸ τῶν υἱῶν ᾿Ισραήλ. | He brought a sore famine upon them, and by his zeal he diminished their number. |
|
3
|
3
|
| ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων. | By the word of the Lord he shut up the heaven, and also three times brought down fire. |
|
4
|
4
|
| ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινε γίγαντα καὶ ἐξῇρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ; | O Elias, how wast thou honoured in thy wondrous deeds! and who may glory like unto thee! |
|
5
|
5
|
| ἐπεκαλέσατο γὰρ Κύριον τὸν ῞Υψιστον καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ, ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ. | Who didst raise up a dead man from death, and his soul from the place of the dead, by the word of the most High: |
|
6
|
6
|
| οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις Κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης· | who broughtest kings to destruction, and honourable men from their bed: |
|
7
|
7
|
| ἐξέτριψε γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσε Φυλιστιεὶμ τοὺς ὑπεναντίους· ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας. | who heardest the rebuke of the Lord in Sinai, and in Horeb the judgment of vengeance: |
|
8
|
8
|
| ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ῾Υψίστῳ ρήματι δόξης· ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησε καὶ ἠγάπησε τὸν ποιήσαντα αὐτόν. | who anointedst kings to take revenge, and prophets to succeed after him: |
|
9
|
9
|
| καὶ ἔστησε ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη· | who wast taken up in a whirlwind of fire, and in a chariot of fiery horses: |
|
10
|
10
|
| ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησε καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωΐ ἠχεῖν τὸ ἁγίασμα. | who wast ordained for reproofs in their times, to pacify the wrath of the Lord's judgment, before it brake forth into fury, and to turn the heart of the father unto the son, and to restore the tribes of Jacob. |
|
11
|
11
|
| Κύριος ἀφεῖλε τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ ᾿Ισραήλ.— | Blessed are they that saw thee, and slept in love; for we shall surely live. |
|
12
|
12
|
| Μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι᾿ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ· | Elias it was, who was covered with a whirlwind; and Eliseus was filled with his spirit: whilst he lived, he was not moved with the presence of any prince, neither could any bring him into subjection. |
|
13
|
13
|
| Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ Θεὸς κατέπαυσε κυκλόθεν, ἵνα στήσῃ οἶκον ἐπ᾿ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα. | No word could overcome him; and after his death his body prophesied. |
|
14
|
14
|
| ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως. | He did wonders in his life, and at his death were his works marvellous. |
|
15
|
15
|
| γῆν ἐπεκάλυψεν ἡ ψυχή σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων· | For all this the people repented not, neither departed they from their sins, till they were spoiled and carried out of their land, and were scattered through all the earth: yet there remained a small people, and a ruler in the house of David: |
|
16
|
16
|
| εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου· | of whom some did that which was pleasing to God, and some multiplied sins. |
|
17
|
17
|
| ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι. | Ezekias fortified his city, and brought in water into the midst thereof: he digged the hard rock with iron, and made wells for waters. |
|
18
|
18
|
| ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ τοῦ ἐπικεκλημένου Θεοῦ ᾿Ισραήλ, συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλυβδον ἐπλήθυνας ἀργύριον. | In his time Sennacherib came up, and sent Rabsaces, and lifted up his hand against Sion, and boasted proudly. |
|
19
|
19
|
| παρανέκλινας τὰς λαγόνας σου γυναιξὶ καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου· | Then trembled their hearts and hands, and they were in pain, as women in travail. |
|
20
|
20
|
| ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου, | But they called upon the Lord who is merciful, and stretched out their hands toward him: and immediately the Holy One heard them out of heaven, and delivered them by the ministry of Esay. |
|
21
|
21
|
| γενέσθαι δίχα τυραννίδα καὶ ἐξ ᾿Εφραὶμ ἄρξαι βασιλείαν ἀπειθῆ. | He smote the host of the Assyrians, and his angel destroyed them. |
|
22
|
22
|
| ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ καὶ οὐ μὴ διαφθείρῃ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ ᾿Ιακὼβ ἔδωκε κατάλειμμα καὶ τῷ Δαυὶδ ἐξ αὐτοῦ ρίζαν.— | For Ezekias had done the thing that pleased the Lord, and was strong in the ways of David his father, as Esay the prophet, who was great and faithful in his vision, had commanded him. |
|
23
|
23
|
| Καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπε μετ᾿ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει, Ροβοάμ, ὃς ἀπέστησε λαὸν ἐκ βουλῆς αὐτοῦ, καὶ ῾Ιεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτε τὸν ᾿Ισραὴλ καὶ ἔδωκε τῷ ᾿Εφραὶμ ὁδὸν ἁμαρτίας. | In his time the sun went backward, and he lengthened the king's life. |
|
24
|
24
|
| καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν· | He saw by an excellent spirit what should come to pass at the last, and he comforted them that mourned in Sion. |
|
25
|
25
|
| καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, ἕως ἐκδίκησις ἔλθῃ ἐπ᾿ αὐτούς. | He shewed what should come to pass for ever, and secret things or ever they came. |
|
Κεφάλαιο 49
|
Chapter 49
|
|
1
|
1
|
| ΚΑΙ ἀνέστη ᾿Ηλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο· | The remembrance of Josias is like the composition of the perfume that is made by the art of the apothecary: it is sweet as honey in all mouths, and as music at a banquet of wine. |
|
2
|
2
|
| ὃς ἐπήγαγεν ἐπ᾿ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς· | He behaved himself uprightly in the conversion of the people, and took away the abominations of iniquity. |
|
3
|
3
|
| ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ. | He directed his heart unto the Lord, and in the time of the ungodly he established the worship of God. |
|
4
|
4
|
| ὡς ἐδοξάσθης, ᾿Ηλία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι; | All, except David and Ezekias and Josias, were defective: for they forsook the law of the most High, even the kings of Juda failed; |
|
5
|
5
|
| ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ῾Υψίστου· | for they gave their power unto others, and their glory to a strange nation. |
|
6
|
6
|
| ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν· | They burnt the chosen city of the sanctuary, and made the streets desolate, according to the prophecy of Jeremias. |
|
7
|
7
|
| ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως· | For they entreated him evil, who nevertheless was a prophet, sanctified in his mother's womb, that he might root out, and afflict, and destroy; and that he might build up also, and plant. |
|
8
|
8
|
| ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ᾿ αὐτόν· | It was Ezekiel who saw the glorious vision, which was shewed him upon the chariot of the cherubim. |
|
9
|
9
|
| ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων· | For he made mention of the enemies under the figure of the rain, and directed them that went right. |
|
10
|
10
|
| ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς ᾿Ιακώβ. | And of the twelve prophets let the memorial be blessed, and let their bones flourish again out of their place: for they comforted Jacob, and delivered them by assured hope. |
|
11
|
11
|
| μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα. | How shall we magnify Zorobabel? he was even as a signet on the right hand: |
|
12
|
12
|
| ᾿Ηλίας, ὃς ἐν λαίλαπι ἐσκεπάσθη, καὶ ᾿Ελισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς. | So was Jesus the son of Josedec: who in their time builded the house, and set up an holy temple to the Lord, which was prepared for everlasting glory. |
|
13
|
13
|
| πᾶς λόγος οὐχ ὑπερῇρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσε τὸ σῶμα αὐτοῦ· | And among the elect was Neemias, whose renown is great, who raised up for us the walls that were fallen, and set up the gates and the bars, and raised up our ruins again. |
|
14
|
14
|
| καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.— | But upon the earth was no man created like Enoch; for he was taken from the earth. |
|
15
|
15
|
| ᾿Εν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων τῷ οἴκῳ Δαυίδ· | Neither was there a man born like unto Joseph, a governor of his brethren, a stay of the people, whose bones were regarded of the Lord. |
|
16
|
16
|
| τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.— | Sem and Seth were in great honour among men, and so was Adam above every living thing in the creation. |
|
17
|
|
| ᾿Εζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς τὸ μέσον αὐτῆς ὕδωρ, ὤρυξε σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα. | |
|
18
|
|
| ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρὶμ καὶ ἀπέστειλε Ραψάκην, καὶ ἀπῇρε· καὶ ἐπῇρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σιὼν καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ. | |
|
19
|
|
| τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι· | |
|
20
|
|
| καὶ ἐπεκαλέσαντο τὸν Κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ ῾Ησαΐου. | |
|
21
|
|
| ἐπάταξε τὴν παρεμβολὴν τῶν ᾿Ασσυρίων. καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ. | |
|
22
|
|
| ἐποίησε γὰρ ᾿Εζεκίας τὸ ἀρεστὸν Κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο ῾Ησαΐας ὁ προφήτης, ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ. | |
|
23
|
|
| ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκε ζωὴν βασιλεῖ. | |
|
24
|
|
| πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιών· | |
|
25
|
|
| ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά. | |
|
Κεφάλαιο 50
|
Chapter 50
|
|
1
|
1
|
| ΜΝΗΜΟΣΥΝΟΝ ᾿Ιωσίου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου. | Simon the high priest, the son of Onias, who in his life repaired the house again, and in his days fortified the temple: |
|
2
|
2
|
| αὐτὸς κατηυθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῇρε βδελύγματα ἀνομίας· | and by him was built from the foundation the double height, the high fortress of the wall about the temple: |
|
3
|
3
|
| κατεύθυνε πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσε τὴν εὐσέβειαν.— | in his days the cistern to receive water, being in compass as the sea, was covered with plates of brass: |
|
4
|
4
|
| Πάρεξ Δαυὶδ καὶ ᾿Εζεκίου καὶ ᾿Ιωσίου, πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ῾Υψίστου, οἱ βασιλεῖς ᾿Ιούδα ἐξέλιπον· | he took care of the temple that it should not fall, and fortified the city against besieging: |
|
5
|
5
|
| ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ. | how was he honoured in the midst of the people in his coming out of the sanctuary! |
|
6
|
6
|
| ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ ῾Ιερεμίου· | He was as the morning star in the midst of a cloud, and as the moon at the full: |
|
7
|
7
|
| ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν. | as the sun shining upon the temple of the most High, and as the rainbow giving light in the bright clouds: |
|
8
|
8
|
| ᾿Ιεζεκιὴλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος Χερουβίμ· | and as the flower of roses in the spring of the year, as lilies by the rivers of waters, and as the branches of the frankincense tree in the time of summer: |
|
9
|
9
|
| καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς. | as fire and incense in the censer, and as a vessel of beaten gold set with all manner of precious stones: |
|
10
|
10
|
| καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσε δὲ τὸν ᾿Ιακὼβ καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος.— | and as a fair olive tree budding forth fruit, and as a cypress tree which groweth up to the clouds. |
|
11
|
11
|
| Πῶς μεγαλύνωμεν τὸν Ζοροβάβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός, | When he put on the robe of honour, and was clothed with the perfection of glory, when he went up to the holy altar, he made the garment of holiness honourable. |
|
12
|
12
|
| οὕτως ᾿Ιησοῦς υἱὸς ᾿Ιωσεδέκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος. | When he took the portions out of the priests' hands, he himself stood by the hearth of the altar, compassed with his brethren round about, as a young cedar in Libanus; and as palm trees compassed they him round about. |
|
13
|
13
|
| καὶ Νεεμίου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.— | So were all the sons of Aaron in their glory, and the oblations of the Lord in their hands, before all the congregation of Israel. |
|
14
|
14
|
| Οὐδὲ εἷς ἐκτίσθη οἷος ᾿Ενὼχ τοιοῦτος ἐπὶ τῆς γῆς· καὶ γὰρ αὐτὸς ἀνελήφθη ἀπὸ τῆς γῆς. | And finishing the service at the altar, that he might adorn the offering of the most high Almighty, |
|
15
|
15
|
| οὐδὲ ὡς ᾿Ιωσὴφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν. | he stretched out his hand to the cup, and poured of the blood of the grape, he poured out at the foot of the altar a sweetsmelling savour unto the most high King of all. |
|
16
|
16
|
| Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει ᾿Αδάμ. | Then shouted the sons of Aaron, and sounded the silver trumpets, and made a great noise to be heard, for a remembrance before the most High. |
|
Κεφάλαιο 51
|
Chapter 51
|
|
1
|
1
|
| ΣΙΜΩΝ ᾿Ονίου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσε τὸν ναόν· | I will thank thee, O Lord and King, and praise thee, O God my Saviour: I do give praise unto thy name: |
|
2
|
2
|
| καὶ ὑπ᾿ αὐτοῦ ἐθεμελιώθη ὕψος διπλῆς, ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ· | for thou art my defender and helper, and hast preserved my body from destruction, and from the snare of the slanderous tongue, and from the lips that forge lies, and hast been mine helper against mine adversaries: |
|
3
|
3
|
| ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη ἀποδοχεῖον ὑδάτων, λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον· | and hast delivered me, according to the multitude of thy mercies and greatness of thy name, from the teeth of them that were ready to devour me, and out of the hands of such as sought after my life, and from the manifold afflictions which I had; |
|
4
|
4
|
| ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει. | from the choking of fire on every side, and from the midst of the fire which I kindled not; |
|
5
|
5
|
| ὡς ἐδοξάσθη ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος· | from the depth of the belly of hell, from an unclean tongue, and from lying words. |
|
6
|
6
|
| ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν, ὡς σελήνη πλήρης ἐν ἡμέραις, | By an accusation to the king from an unrighteous tongue my soul drew near even unto death, my life was near to the hell beneath. |
|
7
|
7
|
| ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ῾Υψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης, | They compassed me on every side, and there was no man to help me: I looked for the succour of men, but there was none. |
|
8
|
8
|
| ὡς ἄνθος ρόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπ᾿ ἐξόδῳ ὕδατος, ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους, | Then thought I upon thy mercy, O Lord, and upon thy acts of old, how thou deliverest such as wait for thee, and savest them out of the hands of the enemies. |
|
9
|
9
|
| ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρίου, ὡς σκεῦος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ, | Then lifted I up my supplication from the earth, and prayed for deliverance from death. |
|
10
|
10
|
| ὡς ἐλαία ἀναθάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις. | I called upon the Lord, the Father of my Lord, that he would not leave me in the days of my trouble, and in the time of the proud, when there was no help. |
|
11
|
11
|
| ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος, ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασε περιβολὴν ἁγιάσματος· | I will praise thy name continually, and will sing praise with thanksgiving; and so my prayer was heard: |
|
12
|
12
|
| ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρ᾿ ἐσχάρᾳ βωμοῦ κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ· καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων· | for thou savedst me from destruction, and deliveredst me from the evil time: therefore will I give thanks, and praise thee, and bless thy name, O Lord. |
|
13
|
13
|
| καὶ πάντες οἱ υἱοὶ ᾿Ααρὼν ἐν δόξῃ αὐτῶν καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας ᾿Ισραήλ· | When I was yet young, or ever I went abroad, I desired wisdom openly in my prayer. |
|
14
|
14
|
| καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν κοσμῆσαι προσφορὰν ῾Υψίστου παντοκράτορος· | I prayed for her before the temple, and will seek her out even to the end. |
|
15
|
15
|
| ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ῾Υψίστῳ παμβασιλεῖ. | Even from the flower till the grape was ripe hath my heart delighted in her: my foot went the right way, from my youth up sought I after her. |
|
16
|
16
|
| τότε ἀνέκραγον υἱοὶ ᾿Ααρών, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ῾Υψίστου. | I bowed down mine ear a little, and received her, and gat much learning. |
|
17
|
17
|
| τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσε καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ Κυρίῳ αὐτῶν παντοκράτορι Θεῷ τῷ ῾Υψίστῳ· | I profited therein, therefore will I ascribe the glory unto him that giveth me wisdom. |
|
18
|
18
|
| καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν, ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος. | For I purposed to do after her, and earnestly I followed that which is good; so shall I not be confounded. |
|
19
|
19
|
| καὶ ἐδεήθη ὁ λαὸς Κυρίου ῾Υψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσθῇ κόσμος Κυρίου, καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν. | My soul hath wrestled with her, and in my doings I was exact: I stretched forth my hands to the heaven above, and bewailed my ignorances of her. |
|
20
|
20
|
| τότε καταβὰς ἐπῇρε χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν ᾿Ισραὴλ δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι. | I directed my soul unto her, and I found her in pureness: I have had my heart joined with her from the beginning, therefore shall I not be forsaken. |
|
21
|
21
|
| καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν παρὰ ῾Υψίστου. | My heart was troubled in seeking her: therefore have I gotten a good possession. |
|
22
|
22
|
| Καὶ νῦν εὐλογήσατε τῷ Θεῷ πάντων τῷ μεγαλοποιοῦντι πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ᾿ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ. | The Lord hath given me a tongue for my reward, and I will praise him therewith. |
|
23
|
23
|
| δῴῃ ἡμῖν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν ᾿Ισραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος· | Draw near unto me, ye unlearned, and dwell in the house of learning. |
|
24
|
24
|
| ἐμπιστεύσαι μεθ᾿ ἡμῶν τὸ ἔλεος αὐτοῦ καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.— | Wherefore are ye slow, and what say ye of these things, seeing your souls are very thirsty? |
|
25
|
25
|
| ᾿Εν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος. | I opened my mouth, and said, Buy her for yourselves without money. |
|
26
|
26
|
| οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιεὶμ καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις. | Put your neck under the yoke, and let your soul receive instruction: she is hard at hand to find. |
|
27
|
27
|
| Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, ᾿Ιησοῦς υἱὸς Σειρὰχ ῾Ιεροσολυμίτης, ὃς ἀνώμβρησε σοφίαν ἀπὸ καρδίας αὐτοῦ. | Behold with your eyes, how that I have had but little labour, and have gotten unto me much rest. |
|
28
|
28
|
| μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται· | Get learning with a great sum of money, and get much gold by her. |
|
29
|
29
|
| ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει, ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ. | Let your soul rejoice in his mercy, and be not ashamed of his praise. |
|
Κεφάλαιο 52
|
|
|
1
|
|
| ΠΡΟΣΕΥΧΗ ΙΗΣΟΥ ΥΙΟΥ ΣΕΙΡΑΧ.— ᾿Εξομολογήσομαί σοι, Κύριε βασιλεῦ, καὶ αἰνέσω σε Θεὸν τὸν σωτῆρά μου, ἐξομολογοῦμαι τῷ ὀνόματί σου, | |
|
2
|
|
| ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου μοι βοηθὸς | |
|
3
|
|
| καὶ ἐλυτρώσω με κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἑτοίμων εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων θλίψεων, ὧν ἔσχον, | |
|
4
|
|
| ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός, οὗ οὐκ ἐξέκαυσα. | |
|
5
|
|
| ἐκ βάθους κοιλίας ᾅδου καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς. | |
|
6
|
|
| βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου. ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω. | |
|
7
|
|
| περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐνέβλεπον εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν. | |
|
8
|
|
| καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπ᾿ αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν. | |
|
9
|
|
| καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ρύσεως ἐδεήθην. | |
|
10
|
|
| ἐπεκαλεσάμην Κύριον πατέρα κυρίου μου, μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας. | |
|
11
|
|
| αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει. καὶ εἰσηκούσθη ἡ δέησίς μου· | |
|
12
|
|
| ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ. διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σε καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου. | |
|
13
|
|
| ἔτι ὢν νεώτερος, πρὶν ἢ πλανηθῆναί με, ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου, | |
|
14
|
|
| ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν. | |
|
15
|
|
| ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ. ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευσα αὐτήν. | |
|
16
|
|
| ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν. | |
|
17
|
|
| προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν δώσω δόξαν. | |
|
18
|
|
| διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθῶ. | |
|
19
|
|
| διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ καὶ ἐν ποιήσει λιμοῦ διηκριβησάμην. τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα. | |
|
20
|
|
| τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν, καρδίαν ἐκτησάμην μετ᾿ αὐτῆς ἀπ᾿ ἀρχῆς καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν, διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ· | |
|
21
|
|
| καὶ ἡ κοιλία μου ἐταράχθη τοῦ ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα. | |
|
22
|
|
| ἔδωκε Κύριος γλῶσσάν μοι μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. | |
|
23
|
|
| ἐγγίσατε πρός με, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας, | |
|
24
|
|
| τί ὅτι ὑστερεῖτε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα; | |
|
25
|
|
| ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα· κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου. | |
|
26
|
|
| τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν· ἐγγύς ἐστιν εὑρεῖν αὐτήν. | |
|
27
|
|
| ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν. | |
|
28
|
|
| μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ. | |
|
29
|
|
| εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ. | |
|
30
|
|
| ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.