|
ΑΣΜΑ ΑΣΜΑΤΩΝ
|
Song of Solomon
|
|
Κεφάλαιο 1
|
Chapter 1
|
|
1
|
1
|
| ΑΣΜΑ ἆσμάτων, ὅ ἐστι τῷ Σαλωμών. | The Song of songs, which is Solomon's. |
|
2
|
2
|
| Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, | Let him kiss me with the kisses of his mouth: for thy breasts are better than wine. |
|
3
|
3
|
| καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· μῦρον ἐκκενωθὲν ὄνομά σου. διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, | And the smell of thine ointments is better than all spices: thy name is ointment poured forth; therefore do the young maidens love thee. |
|
4
|
4
|
| εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν. εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί· ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε. | They have drawn thee: we will run after thee, for the smell of thine ointments: the king has brought me into his closet: let us rejoice and be glad in thee; we will love thy breasts more than wine: righteousness loves thee. |
|
5
|
5
|
| μέλαινά εἰμι ἐγὼ καὶ καλή, θυγατέρες ῾Ιερουσαλήμ, ὡς σκηνώματα Κηδάρ, ὡς δέρρεις Σαλωμών. | I am black, but beautiful, ye daughters of Jerusalem, as the tents of Kedar, as the curtains of Solomon. |
|
6
|
6
|
| μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. | Look not upon me, because I am dark, because the sun has looked unfavourably upon me: my mother's sons strove with me; they made me keeper in the vineyards; I have not kept my own vineyard. |
|
7
|
7
|
| ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾿ ἀγέλαις ἑταίρων σου. | Tell me, thou whom my soul loves, where thou tendest thy flock, where thou causest them to rest at noon, lest I become as one that is veiled by the flocks of thy companions. |
|
8
|
8
|
| ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. | If thou know not thyself, thou fair one among women, go thou forth by the footsteps of the flocks, and feed thy kids by the shepherds' tents. |
|
9
|
9
|
| τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. | I have likened thee, my companion, to my horses in the chariots of Pharao. |
|
10
|
10
|
| τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι; | How are thy cheeks beautiful as those of a dove, thy neck as chains! |
|
11
|
11
|
| ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. | We will make thee figures of gold with studs of silver. |
|
12
|
12
|
| ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. | So long as the king was at table, my spikenard gave forth its smell. |
|
13
|
13
|
| ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται. | My kinsman is to me a bundle of myrrh; he shall lie between my breasts. |
|
14
|
14
|
| βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοί, ἐν ἀμπελῶσιν ᾿Εγγαδδί. | My kinsman is to me a cluster of camphor in the vineyards of Engaddi. |
|
15
|
15
|
| ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή, ὀφθαλμοί σου περιστεραί. | Behold, thou art fair, my companion; behold, thou art fair; thine eyes are doves. |
|
16
|
16
|
| ἰδοὺ εἶ καλός, ὁ ἀδελφιδός μου, καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος, | Behold, thou art fair, my kinsman, yea, beautiful, overshadowing our bed. |
|
17
|
17
|
| δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. | The beams of our house are cedars, our ceilings are of cypress. |
|
Κεφάλαιο 2
|
Chapter 2
|
|
1
|
1
|
| ΕΓΩ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. | I am a flower of the plain, a lily of the valleys. |
|
2
|
2
|
| ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τῶν θυγατέρων. | As a lily among thorns, so is my companion among the daughters. |
|
3
|
3
|
| ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου. | As the apple among the trees of the wood, so is my kinsman among the sons. I desired his shadow, and sat down, and his fruit was sweet in my throat. |
|
4
|
4
|
| εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ᾿ ἐμὲ ἀγάπην. | Bring me into the wine house; set love before me. |
|
5
|
5
|
| στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. | Strengthen me with perfumes, stay me with apples: for I am wounded with love. |
|
6
|
6
|
| εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. | His left hand shall be under my head, and his right hand shall embrace me. |
|
7
|
7
|
| ὥρκισα ὑμᾶς, θυγατέρες ῾Ιερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. | I have charged you, ye daughters of Jerusalem, by the powers and by the virtues of the field, that ye do not rouse or wake my love, until he please. |
|
8
|
8
|
| Φωνὴ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. | The voice of my kinsman! behold, he comes leaping over the mountains, bounding over the hills. |
|
9
|
9
|
| ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων. | My kinsman is like a roe or a young hart on the mountains of Bæthel: behold, he is behind our wall, looking through the windows, peeping through the lattices. |
|
10
|
10
|
| ἀποκρίνεται ἀδελφιδός μου, καὶ λέγει μοι· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου, | My kinsman answers, and says to me, Rise up, come, my companion, my fair one, my dove. |
|
11
|
11
|
| ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, | For, behold, the winter is past, the rain is gone, it has departed. |
|
12
|
12
|
| τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, | The flowers are seen in the land; the time of pruning has arrived; the voice of the turtle-dove has been heard in our land. |
|
13
|
13
|
| ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθέ, | The fig-tree has put forth its young figs, the vines put forth the tender grape, they yield a smell: arise, come, my companion, my fair one, my dove; yea, come. |
|
14
|
14
|
| σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. | Thou art my dove, in the shelter of the rock, near the wall: shew me thy face, and cause me to hear thy voice; for thy voice is sweet, and thy countenance is beautiful. |
|
15
|
15
|
| πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. | Take us the little foxes that spoil the vines: for our vines put forth tender grapes. |
|
16
|
16
|
| ἀδελφιδός μου ἐμοί, κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, | My kinsman is mine, and I am his: he feeds his flock among the lilies. |
|
17
|
17
|
| ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀπόστρεψον, ὁμοιώθητι σύ, ἀδελφιδέ μου, τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων. | Until the day dawn, and the shadows depart, turn, my kinsman, be thou like to a roe or young hart on the mountains of the ravines. |
|
Κεφάλαιο 3
|
Chapter 3
|
|
1
|
1
|
| ΕΠΙ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέ μου. | By night on my bed I sought him whom my soul loves: I sought him, but found him not; I called him, but he hearkened not to me. |
|
2
|
2
|
| ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. | I will rise now, and go about in the city, in the market-places, and in the streets, and I will seek him whom my soul loves: I sought him, but I found him not. |
|
3
|
3
|
| εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; | The watchmen who go their rounds in the city found me. I said, Have ye seen him whom my soul loves? |
|
4
|
4
|
| ὡς μικρὸν ὅτε παρῆλθον ἀπ᾿ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. | It was as a little while after I parted from them, that I found him whom my soul loves: I held him, and did not let him go, until I brought him into my mother's house, and into the chamber of her that conceived me. |
|
5
|
5
|
| ὥρκισα ὑμᾶς, θυγατέρες ῾Ιερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. | I have charged you, O daughters of Jerusalem, by the powers and by the virtues of the field, that ye rouse not nor awake my love, until he please. |
|
6
|
6
|
| Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; | Who is this that comes up from the wilderness as pillars of smoke, perfumed with myrrh and frankincense, with all powders of the perfumer? |
|
7
|
7
|
| ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν ᾿Ισραήλ, | Behold Solomon's bed; sixty mighty men of the mighty ones of Israel are round about it. |
|
8
|
8
|
| πάντες κατέχοντες ρομφαίαν, δεδιδαγμένοι πόλεμον, ἀνὴρ ρομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξί. | They all hold a sword, being expert in war: every man has his sword upon his thigh because of fear by night. |
|
9
|
9
|
| φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου· | King Solomon made himself a litter of woods of Lebanon. |
|
10
|
10
|
| στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυγατέρων ῾Ιερουσαλήμ. | He made the pillars of it silver, the bottom of it gold, the covering of it scarlet, in the midst of it a pavement of love, for the daughters of Jerusalem. |
|
11
|
11
|
| θυγατέρες Σιών, ἐξέλθατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. | Go forth, ye daughters of Sion, and behold king Solomon, with the crown wherewith his mother crowned him, in the day of his espousals, and in the day of the gladness of his heart. |
|
Κεφάλαιο 4
|
Chapter 4
|
|
1
|
1
|
| Ιδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. | Behold, thou art fair, my companion; behold, thou art fair; thine eyes are doves, beside thy veil: thy hair is as flocks of goats, that have appeared from Galaad. |
|
2
|
2
|
| ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. | Thy teeth are as flocks of shorn sheep, that have gone up from the washing; all of them bearing twins, and there is not a barren one among them. |
|
3
|
3
|
| ὡς σπαρτίον τὸ κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ροᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. | Thy lips are as a thread of scarlet, and thy speech is comely: like the rind of a pomegranate is thy cheek without thy veil. |
|
4
|
4
|
| ὡς πύργος Δαυΐδ τράχηλός σου, ὁ ᾠκοδομημένος εἰς θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ᾿ αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν. | Thy neck is as the tower of David, that was built for an armoury: a thousand shields hang upon it, and all darts of mighty men. |
|
5
|
5
|
| δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις. | Thy two breasts are as two twin fawns, that feed among the lilies. |
|
6
|
6
|
| ἕως οὗ διαπνεύσῃ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί, πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου. | Until the day dawn, and the shadows depart, I will betake me to the mountain of myrrh, and to the hill of frankincense. |
|
7
|
7
|
| ὅλη καλὴ εἶ, πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί. | Thou art all fair, my companion, and there is no spot in thee. |
|
8
|
8
|
| δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ ᾿Ερμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. | Come from Libanus, my bride, come from Libanus: thou shalt come and pass from the top of Faith, from the top of Sanir and Hermon, from the lions' dens, from the mountains of the leopards. |
|
9
|
9
|
| ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη· ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ ἐνθέματι τραχήλων σου. | My sister, my spouse, thou hast ravished my heart; thou hast ravished my heart with one of thine eyes, with one chain of thy neck. |
|
10
|
10
|
| τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα; | How beautiful are thy breasts, my sister, my spouse! how much more beautiful are thy breasts than wine, and the smell of thy garments than all spices! |
|
11
|
11
|
| κηρίον ἀποστάζουσι χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λιβάνου. | Thy lips drop honeycomb, my spouse: honey and milk are under thy tongue; and the smell of thy garments is as the smell of Libanus. |
|
12
|
12
|
| κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. | My sister, my spouse is a garden enclosed; a garden enclosed, a fountain sealed. |
|
13
|
13
|
| ἀποστολαί σου παράδεισος ροῶν μετὰ καρποῦ ἀκροδρύων, κύπροι μετὰ νάρδων, | Thy shoots are a garden of pomegranates, with the fruit of choice berries; camphor, with spikenard: |
|
14
|
14
|
| νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα ἀλὼθ μετὰ πάντων πρώτων μύρων. | spikenard and saffron, calamus and cinnamon; with all woods of Libanus, myrrh, aloes, with all chief spices: |
|
15
|
15
|
| πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος καὶ ροιζοῦντος ἀπὸ τοῦ Λιβάνου. | a fountain of a garden, and a well of water springing and gurgling from Libanus. |
|
16
|
16
|
| ᾿Εξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ρευσάτωσαν ἀρώματά μου· καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. | Awake, O north wind; and come, O south; and blow through my garden, and let my spices flow out. |
|
Κεφάλαιο 5
|
Chapter 5
|
|
1
|
1
|
| ΕΙΣΗΛΘΟΝ εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου· φάγετε, πλησίοι, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί. | Let my kinsman come down into his garden, and eat the fruit of his choice berries. I am come into my garden, my sister, my spouse: I have gathered my myrrh with my spices; I have eaten my bread with my honey; I have drunk my wine with my milk. Eat, O friends, and drink; yea, brethren, drink abundantly. |
|
2
|
2
|
| ᾿Εγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. φωνὴ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. ῎Ανοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. | I sleep, but my heart is awake: the voice of my kinsman knocks at the door, saying, Open, open to me, my companion, my sister, my dove, my perfect one: for my head is filled with dew, and my locks with the drops of the night. |
|
3
|
3
|
| ᾿Εξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς; | I have put off my coat; how shall I put it on? I have washed my feet, how shall I defile them? |
|
4
|
4
|
| ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ᾿ αὐτόν. | My kinsman put forth his hand by the hole of the door, and my belly was moved for him. |
|
5
|
5
|
| ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, χεῖρές μου ἔσταξαν σμύρναν, δάκτυλοί μου σμύρναν πλήρη ἐπὶ χεῖρας τοῦ κλείθρου. | I rose up to open to my kinsman; my hands dropped myrrh, my fingers choice myrrh, on the handles of the lock. |
|
6
|
6
|
| ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου· ἀδελφιδός μου παρῆλθε. ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. | I opened to my kinsman; my kinsman was gone: my soul failed at his speech: I sought him, but found him not; I called him, but he answered me not. |
|
7
|
7
|
| εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με· ἦραν τὸ θέριστρόν μου ἀπ᾿ ἐμοῦ φύλακες τῶν τειχέων. | The watchmen that go their rounds in the city found me, they smote me, they wounded me; the keepers of the walls took away my veil from me. |
|
8
|
8
|
| ὥρκισα ὑμᾶς, θυγατέρες ῾Ιερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ; ὅτι τετρωμένη ἀγάπης ἐγώ εἰμι. | I have charged you, O daughters of Jerusalem, by the powers and the virtues of the field: if ye should find my kinsman, what are ye to say to him? That I am wounded with love. |
|
9
|
9
|
| Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιξί; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; | What is thy kinsman more than another kinsman, O thou beautiful among women? what is thy kinsman more than another kinsman, that thou hast so charged us? |
|
10
|
10
|
| ᾿Αδελφιδός μου, λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων· | My kinsman is white and ruddy, chosen out from myriads. |
|
11
|
11
|
| κεφαλὴ αὐτοῦ χρυσίον καιφάζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ· | His head is as very fine gold, his locks are flowing, black as a raven. |
|
12
|
12
|
| ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουσμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα· | His eyes are as doves, by the pools of waters, washed with milk, sitting by the pools. |
|
13
|
13
|
| σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά· χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη· | His cheeks are as bowls of spices pouring forth perfumes: his lips are lilies, dropping choice myrrh. |
|
14
|
14
|
| χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι Θαρσίς· κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου· | His hands are as turned gold set with beryl: his belly is an ivory tablet on a sapphire stone. |
|
15
|
15
|
| κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς· εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι· | His legs are marble pillars set on golden sockets: his form is as Libanus, choice as the cedars. |
|
16
|
16
|
| φάρυγξ αὐτοῦ γλυκασμοὶ καὶ ὅλος ἐπιθυμία· οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες ῾Ιερουσαλήμ. | His throat is most sweet, and altogether desirable. This is my kinsman, and this is my companion, O daughters of Jerusalem. |
|
Κεφάλαιο 6
|
Chapter 6
|
|
1
|
1
|
| ΠΟΥ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξί; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. | Whither is thy kinsman gone, thou beautiful among women? whither has thy kinsman turned aside? tell us, and we will seek him with thee. |
|
2
|
2
|
| ᾿Αδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα. | My kinsman is gone down to his garden, to the beds of spice, to feed his flock in the gardens, and to gather lilies. |
|
3
|
3
|
| ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. | I am my kinsman's, and my kinsman is mine, who feeds among the lilies. |
|
4
|
4
|
| Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς ῾Ιερουσαλήμ, θάμβος ὡς τεταγμέναι. | Thou art fair, my companion, as Pleasure, beautiful as Jerusalem, terrible as armies set in array. |
|
5
|
5
|
| ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ. | Turn away thine eyes from before me, for they have ravished me: thy hair is as flocks of goats which have appeared from Galaad. |
|
6
|
6
|
| ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. | Thy teeth are as flocks of shorn sheep, that have gone up from the washing, all of them bearing twins, and there is none barren among them: thy lips are as a thread of scarlet, and thy speech is comely. |
|
7
|
7
|
| ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον τῆς ροᾶς μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. | Thy cheek is like the rind of a pomegranate, being seen without thy veil. |
|
8
|
8
|
| ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. | There are sixty queens, and eighty concubines, and maidens without number. |
|
9
|
9
|
| μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν. | My dove, my perfect one is one; she is the only one of her mother; she is the choice of her that bore her. The daughters saw her, and the queens will pronounce her blessed, yea, and the concubines, and they will praise her. |
|
10
|
10
|
| τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος, καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος, θάμβος ὡς τεταγμέναι; | Who is this that looks forth as the morning, fair as the moon, choice as the sun, terrible as armies set in array? |
|
11
|
11
|
| Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήμασι τοῦ χειμάρρου, ἰδεῖν εἰ ἤνθισεν ἡ ἄμπελος, ἐξήνθησαν αἱ ροαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. | I went down to the garden of nuts, to look at the fruits of the valley, to see if the vine flowered, if the pomegranates blossomed. |
|
12
|
12
|
| οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα ᾿Αμιναδάβ. | There I will give thee my breasts: my soul knew it not: it made me as the chariots of Aminadab. |
|
Κεφάλαιο 7
|
Chapter 7
|
|
1
|
1
|
| ΕΠΙΣΤΡΕΦΕ, ἐπίστρεφε, ἡ Σουλαμῖτις· ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί, τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. | Return, return, O Sunamite; return, return, and we will look at thee. What will ye see in the Sunamite? She comes as bands of armies. |
|
2
|
2
|
| ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασί σου, θύγατερ Ναδάβ· ρυθμοὶ μηρῶν ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου· | Thy steps are beautiful in shoes, O daughter of the prince: the joints of thy thighs are like chains, the work of the craftsman. |
|
3
|
3
|
| ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κράμα· κοιλία σου θημωνία σίτου πεφραγμένη ἐν κρίνοις· | Thy navel is as a turned bowl, not wanting liquor; thy belly is as a heap of wheat set about with lilies. |
|
4
|
4
|
| δύο μαστοί σου, ὡς δύο νεβροὶ δίδυμοι δορκάδος· | Thy two breasts are as two twin fawns. |
|
5
|
5
|
| ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος· οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν ᾿Εσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν· μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ· | Thy neck is as an ivory tower; thine eyes are as pools in Esebon, by the gates of the daughter of many: thy nose is as the tower of Libanus, looking toward Damascus. |
|
6
|
6
|
| κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. | Thy head upon thee is as Carmel, and the curls of thy hair like scarlet; the king is bound in the galleries. |
|
7
|
7
|
| τί ὡραιώθης καὶ τὶ ἡδύνθης ἀγάπη, ἐν τρυφαῖς σου; | How beautiful art thou, and how sweet art thou, my love! |
|
8
|
8
|
| τοῦτο μέγεθός σου, ὡμοιώθης τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. | This is thy greatness in thy delights: thou wast made like a palm tree, and thy breasts to clusters. |
|
9
|
9
|
| εἶπα· ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ, καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ρινός σου ὡς μῆλα | I said, I will go up to the palm tree, I will take hold of its high boughs: and now shall thy breasts be as clusters of the vine, and the smell of thy nose as apples; |
|
10
|
10
|
| καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσί μου καὶ ὀδοῦσιν. | and thy throat as good wine, going well with my kinsman, suiting my lips and teeth. |
|
11
|
11
|
| ᾿Εγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ᾿ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. | I am my kinsman's, and his desire is toward me. |
|
12
|
12
|
| ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις· | Come, my kinsman, let us go forth into the field; let us lodge in the villages. |
|
13
|
13
|
| ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ροαί· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. | Let us go early into the vineyards; let us see if the vine has flowered, if the blossoms have appeared, if the pomegranates have blossomed; there will I give thee my breasts. |
|
14
|
14
|
| οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι. | The mandrakes have given a smell, and at our doors are all kinds of choice fruits, new and old. O my kinsman, I have kept them for thee. |
|
Κεφάλαιο 8
|
Chapter 8
|
|
1
|
1
|
| ΤΙΣ δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστούς μητρός σου; εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί μοι. | I would that thou, O my kinsman, wert he that sucked the breasts of my mother; when I found thee without, I would kiss thee; yea, they should not despise me. |
|
2
|
2
|
| παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ροῶν μου. | I would take thee, I would bring thee into my mother's house, and into the chamber of her that conceived me; I would make thee to drink of spiced wine, of the juice of my pomegranates. |
|
3
|
3
|
| εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. | His left hand should be under my head, and his right hand should embrace me. |
|
4
|
4
|
| ὥρκισα ὑμᾶς, θυγατέρες ῾Ιερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ ἐὰν ἐγείρητε καὶ ἐὰν ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ. | I have charged you, ye daughters of Jerusalem, by the virtues of the field, that ye stir not up, nor awake my love, until he please. |
|
5
|
5
|
| Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδόν αὐτῆς; ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε. | Who is this that comes up all white, leaning on her kinsman? I raised thee up under an apple-tree; there thy mother brought thee forth; there she that bore thee brought thee forth. |
|
6
|
6
|
| θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς· | Set me as a seal upon thy heart, as a seal upon thine arm; for love is strong as death; jealousy is cruel as the grave, her shafts are shafts of fire, even the flames thereof. |
|
7
|
7
|
| ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν. | Much water will not be able to quench love, and rivers shall not drown it; if a man would give all his substance for love, men would utterly despise it. |
|
8
|
8
|
| ἀδελφὴ ἡμῶν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ, ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ; | Our sister is little, and has no breasts; what shall we do for our sister, in the day wherein she shall be spoken for? |
|
9
|
9
|
| εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ᾿ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστί, διαγράψωμεν ἐπ᾿ αὐτὴν σανίδα κεδρίνην. | If she is a wall, let us build upon her silver bulwarks; and if she is a door, let us carve for her cedar panels. |
|
10
|
10
|
| ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι· ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην. | I am a wall, and my breasts are as towers; I was in their eyes as one that found peace. |
|
11
|
11
|
| ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεελαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν, ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου. | Solomon had a vineyard in Beelamon; he let his vineyard to keepers; every one was to bring for its fruit a thousand pieces of silver. |
|
12
|
12
|
| ἀμπελών μου ἐμὸς ἐνώπιόν μου· οἱ χίλιοι Σαλωμὼν καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ. | My vineyard, even mine, is before me; Solomon shall have a thousand, and they that keep its fruit two hundred. |
|
13
|
13
|
| ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με· | Thou that dwellest in the gardens, the companions hearken to thy voice: make me hear it. |
|
14
|
14
|
| φύγε, ἀδέλφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη τῶν ἀρωμάτων. | Away, my kinsman, and be like a doe or a fawn on the mountains of spices. |
Старий Заповіт
• Бут. • Вих. • Лев. • Чис. • Втор.
• Нав. • Суд. • Руф. • 1 Цар. • 2 Цар. • 3 Цар. • 4 Цар. • 1 Пар. • 2 Пар. • 1 Езд. • 2 Езд. • Неєм. • Тов. • Юдиф. • Есф. • Іов. • Пс. • Притч.
• Еккл. • Пісн. • Прем. • Сир. • Іс. • Єр. • Плач.
• Посл. Єр. • Вар. • Єз. • Дан. • Ос. • Іоїл. • Ам.
• Авд. • Іона. • Мих. • Наум. • Авв. • Соф. • Агг. • Зах. • Мал. • 1 Мак. • 2 Мак. • 3 Мак.